Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ

ΑΡΙΣΤ ΗΝικ 1158a1–1159b24

(ΑΡΙΣΤ ΗΝικ 1155a3–1159b24: Τα είδη της φιλίας) Φιλίες που στηρίζονται στην ισότητα και φιλίες που στηρίζονται σε σχέσεις υπεροχής

Ἐν δὲ τοῖς
στρυφνοῖς καὶ πρεσβυτικοῖς ἧττον γίνεται ἡ φιλία, ὅσῳ
δυσκολώτεροί εἰσι καὶ ἧττον ταῖς ὁμιλίαις χαίρουσιν· ταῦτα
γὰρ δοκεῖ μάλιστ’ εἶναι φιλικὰ καὶ ποιητικὰ φιλίας. διὸ
(5) νέοι μὲν γίνονται φίλοι ταχύ, πρεσβῦται δ’ οὔ· οὐ γὰρ γί-
νονται φίλοι οἷς ἂν μὴ χαίρωσιν· ὁμοίως δ’ οὐδ’ οἱ στρυ-
φνοί. ἀλλ’ οἱ τοιοῦτοι εὖνοι μέν εἰσιν ἀλλήλοις· βούλονται
γὰρ τἀγαθὰ καὶ ἀπαντῶσιν εἰς τὰς χρείας· φίλοι δ’ οὐ
πάνυ εἰσὶ διὰ τὸ μὴ συνημερεύειν μηδὲ χαίρειν ἀλλήλοις,
(10) ἃ δὴ μάλιστ’ εἶναι δοκεῖ φιλικά. πολλοῖς δ’ εἶναι φίλον
κατὰ τὴν τελείαν φιλίαν οὐκ ἐνδέχεται, ὥσπερ οὐδ’ ἐρᾶν
πολλῶν ἅμα (ἔοικε γὰρ ὑπερβολῇ, τὸ τοιοῦτο δὲ πρὸς ἕνα
πέφυκε γίνεσθαι)· πολλοὺς δ’ ἅμα τῷ αὐτῷ ἀρέσκειν
σφόδρα οὐ ῥᾴδιον, ἴσως δ’ οὐδ’ ἀγαθοὺς εἶναι. δεῖ δὲ καὶ ἐμ-
(15) πειρίαν λαβεῖν καὶ ἐν συνηθείᾳ γενέσθαι, ὃ παγχάλεπον.
διὰ τὸ χρήσιμον δὲ καὶ τὸ ἡδὺ πολλοῖς ἀρέσκειν ἐνδέχε-
ται· πολλοὶ γὰρ οἱ τοιοῦτοι, καὶ ἐν ὀλίγῳ χρόνῳ αἱ ὑπη-
ρεσίαι. τούτων δὲ μᾶλλον ἔοικε φιλίᾳ ἡ διὰ τὸ ἡδύ, ὅταν
ταὐτὰ ἀπ’ ἀμφοῖν γίνηται καὶ χαίρωσιν ἀλλήλοις ἢ τοῖς
(20) αὐτοῖς, οἷαι τῶν νέων εἰσὶν αἱ φιλίαι· μᾶλλον γὰρ ἐν
ταύταις τὸ ἐλευθέριον. ἡ δὲ διὰ τὸ χρήσιμον ἀγοραίων.
καὶ οἱ μακάριοι δὲ χρησίμων μὲν οὐδὲν δέονται, ἡδέων δέ·
συζῆν μὲν γὰρ βούλονταί τισι, τὸ δὲ λυπηρὸν ὀλίγον μὲν
χρόνον φέρουσιν, συνεχῶς δ’ οὐδεὶς ἂν ὑπομείναι, οὐδ’ αὐτὸ
(25) τὸ ἀγαθόν, εἰ λυπηρὸν αὐτῷ εἴη· διὸ τοὺς φίλους ἡδεῖς ζη-
τοῦσιν. δεῖ δ’ ἴσως καὶ ἀγαθοὺς τοιούτους ὄντας, καὶ ἔτι αὑτοῖς·
οὕτω γὰρ ὑπάρξει αὐτοῖς ὅσα δεῖ τοῖς φίλοις. οἱ δ’ ἐν ταῖς
ἐξουσίαις διῃρημένοις φαίνονται χρῆσθαι τοῖς φίλοις· ἄλλοι
γὰρ αὐτοῖς εἰσὶ χρήσιμοι καὶ ἕτεροι ἡδεῖς, ἄμφω δ’ οἱ αὐτοὶ
(30) οὐ πάνυ· οὔτε γὰρ ἡδεῖς μετ’ ἀρετῆς ζητοῦσιν οὔτε χρησίμους
εἰς τὰ καλά, ἀλλὰ τοὺς μὲν εὐτραπέλους τοῦ ἡδέος ἐφιέμενοι,
τοὺς δὲ δεινοὺς πρᾶξαι τὸ ἐπιταχθέν, ταῦτα δ’ οὐ πάνυ γίνεται
ἐν τῷ αὐτῷ. ἡδὺς δὲ καὶ χρήσιμος ἅμα εἴρηται ὅτι ὁ σπου-
δαῖος· ἀλλ’ ὑπερέχοντι οὐ γίνεται ὁ τοιοῦτος φίλος, ἐὰν μὴ
(35) καὶ τῇ ἀρετῇ ὑπερέχηται· εἰ δὲ μή, οὐκ ἰσάζει ἀνάλογον
ὑπερεχόμενος. οὐ πάνυ δ’ εἰώθασι τοιοῦτοι γίνεσθαι.

    [1158b] Εἰσὶ δ’ οὖν αἱ εἰρημέναι φιλίαι ἐν ἰσότητι· τὰ γὰρ
αὐτὰ γίνεται ἀπ’ ἀμφοῖν καὶ βούλονται ἀλλήλοις, ἢ ἕτερον
ἀνθ’ ἑτέρου καταλλάττονται, οἷον ἡδονὴν ἀντ’ ὠφελείας·
ὅτι δὲ καὶ ἧττόν εἰσιν αὗται φιλίαι καὶ μένουσιν, εἴ-
(5) ρηται. δοκοῦσι δὲ [καὶ] δι’ ὁμοιότητα καὶ ἀνομοιότητα
ταὐτοῦ εἶναί τε καὶ οὐκ εἶναι φιλίαι· καθ’ ὁμοιότητα γὰρ
τῆς κατ’ ἀρετὴν φαίνονται φιλίαι (ἣ μὲν γὰρ τὸ ἡδὺ ἔχει
ἣ δὲ τὸ χρήσιμον, ταῦτα δ’ ὑπάρχει κἀκείνῃ), τῷ δὲ τὴν
μὲν ἀδιάβλητον καὶ μόνιμον εἶναι, ταύτας δὲ ταχέως
(10) μεταπίπτειν ἄλλοις τε διαφέρειν πολλοῖς, οὐ φαίνονται φι-
λίαι, δι’ ἀνομοιότητα ἐκείνης. Ἕτερον δ’ ἐστὶ φιλίας εἶδος
τὸ καθ’ ὑπεροχήν, οἷον πατρὶ πρὸς υἱὸν καὶ ὅλως πρεσβυ-
τέρῳ πρὸς νεώτερον, ἀνδρί τε πρὸς γυναῖκα καὶ παντὶ ἄρ-
χοντι πρὸς ἀρχόμενον. διαφέρουσι δ’ αὗται καὶ ἀλλήλων·
(15) οὐ γὰρ ἡ αὐτὴ γονεῦσι πρὸς τέκνα καὶ ἄρχουσι πρὸς ἀρ-
χομένους, ἀλλ’ οὐδὲ πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα,
οὐδ’ ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα. ἑτέρα
γὰρ ἑκάστου τούτων ἀρετὴ καὶ τὸ ἔργον, ἕτερα δὲ καὶ δι’
ἃ φιλοῦσιν· ἕτεραι οὖν καὶ αἱ φιλήσεις καὶ αἱ φιλίαι.
(20) ταὐτὰ μὲν δὴ οὔτε γίνεται ἑκατέρῳ παρὰ θἀτέρου οὔτε δεῖ
ζητεῖν· ὅταν δὲ γονεῦσι μὲν τέκνα ἀπονέμῃ ἃ δεῖ τοῖς
γεννήσασι, γονεῖς δὲ [υἱέσιν] ἃ δεῖ τοῖς τέκνοις, μόνιμος
ἡ τῶν τοιούτων καὶ ἐπιεικὴς ἔσται φιλία. ἀνάλογον δ’ ἐν
πάσαις ταῖς καθ’ ὑπεροχὴν οὔσαις φιλίαις καὶ τὴν φίλησιν
(25) δεῖ γίνεσθαι, οἷον τὸν ἀμείνω μᾶλλον φιλεῖσθαι ἢ φιλεῖν,
καὶ τὸν ὠφελιμώτερον, καὶ τῶν ἄλλων ἕκαστον ὁμοίως·
ὅταν γὰρ κατ’ ἀξίαν ἡ φίλησις γίνηται, τότε γίνεταί πως
ἰσότης, ὃ δὴ τῆς φιλίας εἶναι δοκεῖ.

    Οὐχ ὁμοίως δὲ τὸ ἴσον ἔν τε τοῖς δικαίοις καὶ ἐν τῇ
(30) φιλίᾳ φαίνεται ἔχειν· ἔστι γὰρ ἐν μὲν τοῖς δικαίοις ἴσον
πρώτως τὸ κατ’ ἀξίαν, τὸ δὲ κατὰ ποσὸν δευτέρως, ἐν δὲ
τῇ φιλίᾳ τὸ μὲν κατὰ ποσὸν πρώτως, τὸ δὲ κατ’ ἀξίαν
δευτέρως. δῆλον δ’, ἂν πολὺ διάστημα γένηται ἀρετῆς
ἢ κακίας ἢ εὐπορίας ἤ τινος ἄλλου· οὐ γὰρ ἔτι φίλοι εἰσὶν
(35) ἀλλ’ οὐδ’ ἀξιοῦσιν. ἐμφανέστατον δὲ τοῦτ’ ἐπὶ τῶν θεῶν·
πλεῖστον γὰρ οὗτοι πᾶσι τοῖς ἀγαθοῖς ὑπερέχουσιν. δῆλον δὲ
[1159a] καὶ ἐπὶ τῶν βασιλέων· οὐδὲ γὰρ τούτοις ἀξιοῦσιν εἶναι φίλοι
οἱ πολὺ καταδεέστεροι, οὐδὲ τοῖς ἀρίστοις ἢ σοφωτάτοις οἱ
μηδενὸς ἄξιοι. ἀκριβὴς μὲν οὖν ἐν τοῖς τοιούτοις οὐκ ἔστιν
ὁρισμός, ἕως τίνος οἱ φίλοι· πολλῶν γὰρ ἀφαιρουμένων ἔτι
(5) μένει, πολὺ δὲ χωρισθέντος, οἷον τοῦ θεοῦ, οὐκέτι. ὅθεν καὶ
ἀπορεῖται, μή ποτ’ οὐ βούλονται οἱ φίλοι τοῖς φίλοις τὰ
μέγιστα τῶν ἀγαθῶν, οἷον θεοὺς εἶναι· οὐ γὰρ ἔτι φίλοι
ἔσονται αὐτοῖς, οὐδὲ δὴ ἀγαθά· οἱ γὰρ φίλοι ἀγαθά. εἰ
δὴ καλῶς εἴρηται ὅτι ὁ φίλος τῷ φίλῳ βούλεται τἀγαθὰ
(10) ἐκείνου ἕνεκα, μένειν ἂν δέοι οἷός ποτ’ ἐστὶν ἐκεῖνος· ἀνθρώπῳ
δὴ ὄντι βουλήσεται τὰ μέγιστα ἀγαθά. ἴσως δ’ οὐ πάντα·
αὑτῷ γὰρ μάλισθ’ ἕκαστος βούλεται τἀγαθά. Οἱ πολλοὶ
δὲ δοκοῦσι διὰ φιλοτιμίαν βούλεσθαι φιλεῖσθαι μᾶλλον ἢ
φιλεῖν· διὸ φιλοκόλακες οἱ πολλοί· ὑπερεχόμενος γὰρ
(15) φίλος ὁ κόλαξ, ἢ προσποιεῖται τοιοῦτος καὶ μᾶλλον
φιλεῖν ἢ φιλεῖσθαι· τὸ δὲ φιλεῖσθαι ἐγγὺς εἶναι δοκεῖ τοῦ
τιμᾶσθαι, οὗ δὴ οἱ πολλοὶ ἐφίενται. οὐ δι’ αὑτὸ δ’ ἐοίκασιν
αἱρεῖσθαι τὴν τιμήν, ἀλλὰ κατὰ συμβεβηκός· χαίρουσι
γὰρ οἱ μὲν πολλοὶ ὑπὸ τῶν ἐν ταῖς ἐξουσίαις τιμώμενοι
(20) διὰ τὴν ἐλπίδα (οἴονται γὰρ τεύξεσθαι παρ’ αὐτῶν, ἄν του
δέωνται· ὡς δὴ σημείῳ τῆς εὐπαθείας χαίρουσι τῇ τιμῇ)·
οἱ δ’ ὑπὸ τῶν ἐπιεικῶν καὶ εἰδότων ὀρεγόμενοι τιμῆς βε-
βαιῶσαι τὴν οἰκείαν δόξαν ἐφίενται περὶ αὑτῶν· χαίρουσι
δή, ὅτι εἰσὶν ἀγαθοὶ πιστεύοντες τῇ τῶν λεγόντων κρίσει.
(25) τῷ φιλεῖσθαι δὲ καθ’ αὑτὸ χαίρουσιν· διὸ δόξειεν ἂν κρεῖτ-
τον εἶναι τοῦ τιμᾶσθαι, καὶ ἡ φιλία καθ’ αὑτὴν αἱρετὴ
εἶναι. δοκεῖ δ’ ἐν τῷ φιλεῖν μᾶλλον ἢ ἐν τῷ φιλεῖσθαι
εἶναι. σημεῖον δ’ αἱ μητέρες τῷ φιλεῖν χαίρουσαι· ἔνιαι
γὰρ διδόασι τὰ ἑαυτῶν τρέφεσθαι, καὶ φιλοῦσι μὲν εἰδυῖαι,
(30) ἀντιφιλεῖσθαι δ’ οὐ ζητοῦσιν, ἐὰν ἀμφότερα μὴ ἐνδέχηται,
ἀλλ’ ἱκανὸν αὐταῖς ἔοικεν εἶναι ἐὰν ὁρῶσιν εὖ πράττοντας,
καὶ αὐταὶ φιλοῦσιν αὐτοὺς κἂν ἐκεῖνοι μηδὲν ὧν μητρὶ προσ-
ήκει ἀπονέμωσι διὰ τὴν ἄγνοιαν. μᾶλλον δὲ τῆς φιλίας
οὔσης ἐν τῷ φιλεῖν, καὶ τῶν φιλοφίλων ἐπαινουμένων, φίλων
(35) ἀρετὴ τὸ φιλεῖν ἔοικεν, ὥστ’ ἐν οἷς τοῦτο γίνεται κατ’ ἀξίαν,
[1159b] οὗτοι μόνιμοι φίλοι καὶ ἡ τούτων φιλία. οὕτω δ’ ἂν καὶ οἱ
ἄνισοι μάλιστ’ εἶεν φίλοι· ἰσάζοιντο γὰρ ἄν. ἡ δ’ ἰσότης
καὶ ὁμοιότης φιλότης, καὶ μάλιστα μὲν ἡ τῶν κατ’ ἀρετὴν
ὁμοιότης· μόνιμοι γὰρ ὄντες καθ’ αὑτοὺς καὶ πρὸς ἀλλήλους
(5) μένουσι, καὶ οὔτε δέονται φαύλων οὔθ’ ὑπηρετοῦσι τοιαῦτα,
ἀλλ’ ὡς εἰπεῖν καὶ διακωλύουσιν· τῶν ἀγαθῶν γὰρ μήτ’
αὐτοὺς ἁμαρτάνειν μήτε τοῖς φίλοις ἐπιτρέπειν. οἱ δὲ μο-
χθηροὶ τὸ μὲν βέβαιον οὐκ ἔχουσιν· οὐδὲ γὰρ αὑτοῖς διαμέ-
νουσιν ὅμοιοι ὄντες· ἐπ’ ὀλίγον δὲ χρόνον γίνονται φίλοι,
(10) χαίροντες τῇ ἀλλήλων μοχθηρίᾳ. οἱ χρήσιμοι δὲ καὶ ἡδεῖς
ἐπὶ πλεῖον διαμένουσιν· ἕως γὰρ ἂν πορίζωσιν ἡδονὰς ἢ
ὠφελείας ἀλλήλοις. ἐξ ἐναντίων δὲ μάλιστα μὲν δοκεῖ ἡ διὰ
τὸ χρήσιμον γίνεσθαι φιλία, οἷον πένης πλουσίῳ, ἀμαθὴς
εἰδότι· οὗ γὰρ τυγχάνει τις ἐνδεὴς ὤν, τούτου ἐφιέμενος ἀν-
(15) τιδωρεῖται ἄλλο. ἐνταῦθα δ’ ἄν τις ἕλκοι καὶ ἐραστὴν καὶ
ἐρώμενον, καὶ καλὸν καὶ αἰσχρόν. διὸ φαίνονται καὶ οἱ
ἐρασταὶ γελοῖοι ἐνίοτε, ἀξιοῦντες φιλεῖσθαι ὡς φιλοῦσιν·
ὁμοίως δὴ φιλητοὺς ὄντας ἴσως ἀξιωτέον, μηδὲν δὲ τοιοῦτον
ἔχοντας γελοῖον. ἴσως δὲ οὐδ’ ἐφίεται τὸ ἐναντίον τοῦ ἐν-
(20) αντίου καθ’ αὑτό, ἀλλὰ κατὰ συμβεβηκός, ἡ δ’ ὄρεξις τοῦ
μέσου ἐστίν· τοῦτο γὰρ ἀγαθόν, οἷον τῷ ξηρῷ οὐχ ὑγρῷ
γενέσθαι ἀλλ’ ἐπὶ τὸ μέσον ἐλθεῖν, καὶ τῷ θερμῷ καὶ τοῖς
ἄλλοις ὁμοίως. ταῦτα μὲν οὖν ἀφείσθω· καὶ γάρ ἐστιν
ἀλλοτριώτερα.