[27] Μετὰ ταῦτα δὲ Ξέρξης ὁ τῆς Ἀσίας βασιλεύς, κατα-
φρονήσας μὲν τῆς Ἑλλάδος, ἐψευσμένος δὲ τῆς ἐλπίδος,
ἀτιμαζόμενος δὲ τῷ γεγενημένῳ, ἀχθόμενος δὲ τῇ συμ-
φορᾷ, ὀργιζόμενος δὲ τοῖς αἰτίοις, ἀπαθὴς δ’ ὢν κακῶν
καὶ ἄπειρος ἀνδρῶν ἀγαθῶν, δεκάτῳ ἔτει παρασκευασάμε-
νος διακοσίαις μὲν καὶ χιλίαις ναυσὶν ἀφίκετο, τῆς δὲ πεζῆς
στρατιᾶς οὕτως ἄπειρον τὸ πλῆθος ἦγεν, ὥστε καὶ τὰ
ἔθνη τὰ μετ’ αὐτοῦ ἀκολουθήσαντα πολὺ ἂν ἔργον εἴη κα-
ταλέξαι· ὃ δὲ μέγιστον σημεῖον τοῦ πλήθους· [28] ἐξὸν γὰρ
αὐτῷ χιλίαις ναυσὶ διαβιβάσαι κατὰ τὸ στενότατον τοῦ
Ἑλλησπόντου τὴν πεζὴν στρατιὰν ἐκ τῆς Ἀσίας εἰς τὴν
Εὐρώπην, οὐκ ἠθέλησεν, ἡγούμενος τὴν διατριβὴν αὑτῷ
πολλὴν ἔσεσθαι· [29] ἀλλ’ ὑπεριδὼν καὶ τὰ φύσει πεφυκότα
καὶ τὰ θεῖα πράγματα καὶ τὰς ἀνθρωπίνας διανοίας ὁδὸν
μὲν διὰ τῆς θαλάττης ἐποιήσατο, πλοῦν δὲ διὰ τῆς γῆς
ἠνάγκασε γενέσθαι, ζεύξας μὲν τὸν Ἑλλήσποντον, διορύ-
ξας δὲ τὸν Ἄθω, ὑφισταμένου οὐδενός, ἀλλὰ τῶν μὲν
ἀκόντων ὑπακουόντων, τῶν δὲ ἑκόντων προδιδόντων. οἱ
μὲν γὰρ οὐχ ἱκανοὶ ἦσαν ἀμύνασθαι, οἱ δ’ ὑπὸ χρημάτων
διεφθαρμένοι· ἀμφότερα δ’ ἦν αὐτοὺς τὰ πείθοντα, κέρδος
καὶ δέος. [30] Ἀθηναῖοι δ’ οὕτω διακειμένης τῆς Ἑλλάδος
αὐτοὶ μὲν εἰς τὰς ναῦς ἐμβάντες ἐπ’ Ἀρτεμίσιον ἐβοήθη-
σαν, Λακεδαιμόνιοι δὲ καὶ τῶν συμμάχων ἔνιοι εἰς Θερμο-
πύλας ἀπήντησαν, ἡγούμενοι διὰ τὴν στενότητα τῶν χω-
ρίων τὴν πάροδον οἷοί τ’ ἔσεσθαι διαφυλάξαι. [31] γενομένου
δὲ τοῦ κινδύνου κατὰ τὸν αὐτὸν χρόνον Ἀθηναῖοι μὲν ἐνί-
κων τῇ ναυμαχίᾳ, Λακεδαιμόνιοι δέ, οὐ ταῖς ψυχαῖς ἐνδεεῖς
γενόμενοι, ἀλλὰ τοῦ πλήθους ψευσθέντες καὶ οὓς φυλάξειν
ᾤοντο καὶ πρὸς οὓς κινδυνεύσειν ἔμελλον, <διεφθάρησαν>
οὐχ ἡττηθέντες τῶν ἐναντίων, ἀλλ’ ἀποθανόντες οὗπερ ἐτά-
χθησαν μάχεσθαι· [32] τούτῳ δὲ τῷ τρόπῳ τῶν μὲν δυστυχη-
σάντων, τῶν δὲ τῆς παρόδου κρατησάντων, οἱ μὲν ἐπο-
ρεύοντο ἐπὶ τήνδε τὴν πόλιν, οἱ δ’ ἡμέτεροι πρόγονοι
πυθόμενοι μὲν τὴν γεγενημένην Λακεδαιμονίοις συμφο-
ράν, ἀποροῦντες δὲ τοῖς περιεστηκόσι πράγμασιν, εἰδότες
δ’ ὅτι, εἰ μὲν κατὰ γῆν τοῖς βαρβάροις ἀπαντήσονται,
ἐπιπλεύσαντες χιλίαις ναυσὶν ἐρήμην τὴν πόλιν λήψονται,
εἰ δὲ εἰς τὰς τριήρεις ἐμβήσονται, ὑπὸ τῆς πεζῆς στρα-
τιᾶς ἁλώσονται, ἀμφότερα δὲ οὐ δυνήσονται, ἀμύνασθαί
τε καὶ φυλακὴν ἱκανὴν καταλιπεῖν, [33] δυοῖν δὲ προκειμένοιν,
πότερον χρὴ τὴν πατρίδα ἐκλιπεῖν ἢ μετὰ τῶν βαρβάρων
γενομένους καταδουλώσασθαι τοὺς Ἕλληνας, ἡγησάμενοι
κρεῖττον εἶναι μετ’ ἀρετῆς καὶ πενίας καὶ φυγῆς ἐλευθερίαν
ἢ μετ’ ὀνείδους καὶ πλούτου δουλείαν τῆς πατρίδος, ἐξέλι-
πον ὑπὲρ τῆς Ἑλλάδος τὴν πόλιν, ἵν’ ἐν μέρει πρὸς ἑκα-
τέραν ἀλλὰ μὴ πρὸς ἀμφοτέρας ἅμα τὰς δυνάμεις κινδυ-
νεύσωσιν· [34] ὑπεκθέμενοι δὲ παῖδας καὶ γυναῖκας καὶ μητέρας
εἰς Σαλαμῖνα, συνήθροιζον καὶ τὸ τῶν ἄλλων συμμάχων
ναυτικόν. οὐ πολλαῖς δ’ ὕστερον ἡμέραις ἦλθε καὶ ἡ πεζὴ
στρατιὰ καὶ τὸ ναυτικὸν τὸ τῶν βαρβάρων, ὃ τίς οὐκ ἂν
ἰδὼν ἐφοβήθη, ὡς μέγας καὶ δεινὸς τῇδε τῇ πόλει κίνδυ-
νος ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἠγωνίσθη; [35] ποίαν
δὲ γνώμην εἶχον ἢ οἱ θεώμενοι τοὺς ἐν ταῖς ναυσὶν ἐκεί-
ναις, οὔσης καὶ τῆς αὑτῶν σωτηρίας ἀπίστου καὶ τοῦ προσ-
ιόντος κινδύνου, ἢ οἱ μέλλοντες ναυμαχήσειν ὑπὲρ τῆς
φιλότητος, ὑπὲρ τῶν ἄθλων τῶν ἐν Σαλαμῖνι; [36] οἷς τοσοῦ-
τον πανταχόθεν περιειστήκει πλῆθος πολεμίων, ὥστε ἐλά-
χιστον μὲν αὐτοῖς εἶναι τῶν παρόντων κακῶν τὸ θάνατον
τὸν αὑτῶν προειδέναι, μεγίστην δὲ συμφοράν, <ἃ> ὑπὸ
τῶν βαρβάρων εὐτυχησάντων τοὺς ὑπεκτεθέντας ἤλπιζον
πείσεσθαι. [37] ἦ που διὰ τὴν ὑπάρχουσαν ἀπορίαν πολλάκις
μὲν ἐδεξιώσαντο ἀλλήλους, εἰκότως δὲ σφᾶς αὐτοὺς ὠλο-
φύραντο, εἰδότες μὲν τὰς σφετέρας ναῦς ὀλίγας οὔσας, ὁρῶν-
τες δὲ πολλὰς τὰς τῶν πολεμίων, ἐπιστάμενοι δὲ τὴν μὲν
πόλιν ἠρημωμένην, τὴν δὲ χώραν πορθουμένην καὶ μεστὴν
τῶν βαρβάρων, ἱερῶν δὲ καιομένων, ἁπάντων δ’ ἐγγὺς ὄν-
των τῶν δεινῶν, [38] ἀκούοντες δ’ ἐν ταὐτῷ συμμεμειγμένου
Ἑλληνικοῦ καὶ βαρβαρικοῦ παιῶνος, παρακελευσμοῦ δ’ ἀμ-
φοτέρων καὶ κραυγῆς τῶν διαφθειρομένων, καὶ τῆς θαλάτ-
της μεστῆς τῶν νεκρῶν, καὶ πολλῶν μὲν συμπιπτόντων
καὶ φιλίων καὶ πολεμίων ναυαγίων, ἀντιπάλου δὲ πολὺν
χρόνον οὔσης τῆς ναυμαχίας δοκοῦντες τοτὲ μὲν νενικη-
κέναι καὶ σεσῶσθαι, τοτὲ δ’ ἡττῆσθαι καὶ ἀπολωλέναι.
[39] ἦ που διὰ τὸν παρόντα φόβον πολλὰ μὲν ᾠήθησαν ἰδεῖν
ὧν οὐκ εἶδον, πολλὰ δ’ ἀκοῦσαι ὧν οὐκ ἤκουσαν. ποῖαι
δ’ οὐχ ἱκετεῖαι θεῶν ἐγένοντο ἢ θυσιῶν ἀναμνήσεις, ἔλεός
τε παίδων καὶ γυναικῶν πόθος οἶκτός τε πατέρων καὶ
μητέρων, λογισμὸς δ’, εἰ δυστυχήσειαν, τῶν μελλόντων
ἔσεσθαι κακῶν; [40] τίς οὐκ ἂν θεῶν ἠλέησεν αὐτοὺς ὑπὲρ
τοῦ μεγέθους τοῦ κινδύνου; ἢ τίς ἀνθρώπων οὐκ ἂν ἐδά-
κρυσεν; ἢ τίς τῆς τόλμης αὐτοὺς οὐκ ἂν ἠγάσθη; ἦ πολὺ
πλεῖστον ἐκεῖνοι κατὰ τὴν ἀρετὴν ἁπάντων ἀνθρώπων διή-
νεγκαν καὶ ἐν τοῖς βουλεύμασι καὶ ἐν τοῖς τοῦ πολέμου κιν-
δύνοις, ἐκλιπόντες μὲν τὴν πόλιν, εἰς τὰς ναῦς δ’ ἐμβάν-
τες, τὰς δ’ αὑτῶν ψυχὰς ὀλίγας οὔσας ἀντιτάξαντες τῷ
πλήθει τῷ τῆς Ἀσίας. [41] ἐπέδειξαν δὲ πᾶσιν ἀνθρώποις,
νικήσαντες τῇ ναυμαχίᾳ, ὅτι κρεῖττον μετ’ ὀλίγων ὑπὲρ τῆς
ἐλευθερίας κινδυνεύειν ἢ μετὰ πολλῶν βασιλευομένων ὑπὲρ
τῆς αὑτῶν δουλείας. [42] πλεῖστα δὲ καὶ κάλλιστα ἐκεῖνοι ὑπὲρ
τῆς τῶν Ἑλλήνων ἐλευθερίας συνεβάλοντο, στρατηγὸν μὲν
Θεμιστοκλέα, ἱκανώτατον εἰπεῖν καὶ γνῶναι καὶ πρᾶξαι,
ναῦς δὲ πλείους τῶν ἄλλων συμμάχων, ἄνδρας δ’ ἐμπει-
ροτάτους. καὶ γὰρ τίνες ἂν τούτοις τῶν ἄλλων Ἑλλήνων
ἤρισαν γνώμῃ καὶ πλήθει καὶ ἀρετῇ; [43] ὥστε δικαίως μὲν
ἀναμφισβήτητα τἀριστεῖα τῆς ναυμαχίας ἔλαβον παρὰ τῆς
Ἑλλάδος, εἰκότως δὲ τὴν εὐτυχίαν ὁμονοοῦσαν τοῖς κιν-
δύνοις ἐκτήσαντο, γνησίαν δὲ καὶ αὐτόχθονα τοῖς ἐκ τῆς
Ἀσίας βαρβάροις τὴν αὑτῶν ἀρετὴν ἐπεδείξαντο.
|