Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΕΠΙΤΑΦΙΟΣ ΤΟΙΣ ΚΟΡΙΝΘΙΩΝ ΒΟΗΘΟΙΣ

ΛΥΣ 2.1–16

Προοίμιον: το καθήκον της εξύμνησης επιφανών νεκρών – Τα πολεμικά κατορθώματα των προγόνων: το απώτερο παρελθόν
Ο λόγος γράφτηκε προς τιμήν των νεκρών του Κορινθιακού πολέμου (395–386 π.Χ.), αλλά δεν είναι πιθανό να εκφωνήθηκε από τον ίδιο τον Λυσία, επειδή ήταν μέτοικος.

    [1] Εἰ μὲν ἡγούμην οἷόν τε εἶναι, ὦ παρόντες ἐπὶ τῷδε
τῷ τάφῳ, λόγῳ δηλῶσαι τὴν τῶν ἐνθάδε κειμένων ἀνδρῶν
ἀρετήν, ἐμεμψάμην ἂν τοῖς ἐπαγγείλασιν ἐπ’ αὐτοῖς ἐξ
ὀλίγων ἡμερῶν λέγειν· ἐπειδὴ δὲ πᾶσιν ἀνθρώποις ὁ
πᾶς χρόνος οὐχ ἱκανὸς λόγον ἴσον παρασκευάσαι τοῖς τού-
των ἔργοις, διὰ τοῦτο καὶ ἡ πόλις μοι δοκεῖ, προνοουμένη
τῶν ἐνθάδε λεγόντων, ἐξ ὀλίγου τὴν πρόσταξιν ποιεῖσθαι,
ἡγουμένη οὕτως ἂν μάλιστα συγγνώμης αὐτοὺς παρὰ τῶν
ἀκουσάντων τυγχάνειν. [2] ὅμως δὲ ὁ μὲν λόγος μοι περὶ τού-
των, ὁ δ’ ἀγὼν οὐ πρὸς τὰ τούτων ἔργα ἀλλὰ πρὸς τοὺς
πρότερον ἐπ’ αὐτοῖς εἰρηκότας. τοσαύτην γὰρ ἀφθονίαν πα-
ρεσκεύασεν ἡ τούτων ἀρετὴ καὶ τοῖς ποιεῖν δυναμένοις καὶ
τοῖς εἰπεῖν βουληθεῖσιν, ὥστε καλὰ μὲν πολλὰ τοῖς προ-
τέροις περὶ αὐτῶν εἰρῆσθαι, πολλὰ δὲ καὶ ἐκείνοις παρα-
λελεῖφθαι, ἱκανὰ δὲ καὶ τοῖς ἐπιγιγνομένοις ἐξεῖναι εἰπεῖν·
οὔτε γὰρ γῆς ἄπειροι οὔτε θαλάττης οὐδεμιᾶς, πανταχῇ
δὲ καὶ παρὰ πᾶσιν ἀνθρώποις οἱ τὰ αὑτῶν πενθοῦντες
κακὰ τὰς τούτων ἀρετὰς ὑμνοῦσι.

    [3] Πρῶτον μὲν οὖν τοὺς παλαιοὺς κινδύνους τῶν προγό-
νων δίειμι, μνήμην παρὰ τῆς φήμης λαβών· ἄξιον γὰρ πᾶ-
σιν ἀνθρώποις κἀκείνων μεμνῆσθαι, ὑμνοῦντας μὲν ἐν ταῖς
ᾠδαῖς, λέγοντας δ’ ἐν τοῖς τῶν ἀγαθῶν γνώμαις, τιμῶν-
τας δ’ ἐν τοῖς καιροῖς τοῖς τοιούτοις, παιδεύοντας δ’ ἐν
τοῖς τῶν τεθνεώτων ἔργοις τοὺς ζῶντας.

    [4] Ἀμαζόνες γὰρ Ἄρεως μὲν τὸ παλαιὸν ἦσαν θυγατέ-
ρες, οἰκοῦσαι [δὲ] παρὰ τὸν Θερμώδοντα ποταμόν, μόναι
μὲν ὡπλισμέναι σιδήρῳ τῶν περὶ αὐτάς, πρῶται δὲ τῶν
πάντων ἐφ’ ἵππους ἀναβᾶσαι, οἷς ἀνελπίστως δι’ ἀπειρίαν
τῶν ἐναντίων ᾕρουν μὲν τοὺς φεύγοντας, ἀπέλειπον δὲ τοὺς
διώκοντας· ἐνομίζοντο δὲ διὰ τὴν εὐψυχίαν μᾶλλον ἄν-
δρες ἢ διὰ τὴν φύσιν γυναῖκες· πλέον γὰρ ἐδόκουν τῶν
ἀνδρῶν ταῖς ψυχαῖς διαφέρειν ἢ ταῖς ἰδέαις ἐλλείπειν.
[5] ἄρχουσαι δὲ πολλῶν ἐθνῶν, καὶ ἔργῳ μὲν τοὺς περὶ αὐτὰς
καταδεδουλωμέναι, λόγῳ δὲ περὶ τῆσδε τῆς χώρας ἀκούου-
σαι κλέος μέγα, πολλῆς δόξης καὶ μεγάλης ἐλπίδος χά-
ριν παραλαβοῦσαι τὰ μαχιμώτατα τῶν ἐθνῶν ἐστράτευσαν
ἐπὶ τήνδε τὴν πόλιν. τυχοῦσαι δ’ ἀγαθῶν ἀνδρῶν ὁμοίας
ἐκτήσαντο τὰς ψυχὰς τῇ φύσει, καὶ ἐναντίαν τὴν δόξαν
τῆς προτέρας λαβοῦσαι μᾶλλον ἐκ τῶν κινδύνων ἢ ἐκ τῶν
σωμάτων ἔδοξαν εἶναι γυναῖκες. [6] μόναις δ’ αὐταῖς οὐκ ἐξε-
γένετο ἐκ τῶν ἡμαρτημένων μαθούσαις περὶ τῶν λοιπῶν
ἄμεινον βουλεύσασθαι, οὐδ’ οἴκαδε ἀπελθούσαις ἀπαγγεῖ-
λαι τήν τε σφετέραν αὐτῶν δυστυχίαν καὶ τὴν τῶν ἡμετέ-
ρων προγόνων ἀρετήν· αὐτοῦ γὰρ ἀποθανοῦσαι, καὶ δοῦσαι
δίκην τῆς ἀνοίας, τῆσδε μὲν τῆς πόλεως διὰ τὴν ἀρετὴν
ἀθάνατον <τὴν> μνήμην ἐποίησαν, τὴν δὲ ἑαυτῶν πατρίδα
διὰ τὴν ἐνθάδε συμφορὰν ἀνώνυμον κατέστησαν. ἐκεῖναι
μὲν οὖν τῆς ἀλλοτρίας ἀδίκως ἐπιθυμήσασαι τὴν ἑαυτῶν
δικαίως ἀπώλεσαν.

    [7] Ἀδράστου δὲ καὶ Πολυνείκους ἐπὶ Θήβας στρατευσάν-
των καὶ ἡττηθέντων μάχῃ, οὐκ ἐώντων Καδμείων θάπτειν
τοὺς νεκρούς, Ἀθηναῖοι ἡγησάμενοι ἐκείνους μέν, εἴ τι
ἠδίκουν, ἀποθανόντας δίκην ἔχειν τὴν μεγίστην, τοὺς δὲ
κάτω τὰ αὑτῶν οὐ κομίζεσθαι, ἱερῶν δὲ μιαινομένων τοὺς
ἄνω θεοὺς ἀσεβεῖσθαι, τὸ μὲν πρῶτον πέμψαντες κήρυκας
ἐδέοντο αὐτῶν δοῦναι τῶν νεκρῶν ἀναίρεσιν, [8] νομίζοντες
ἀνδρῶν μὲν ἀγαθῶν εἶναι ζῶντας τοὺς ἐχθροὺς τιμωρήσα-
σθαι, ἀπιστούντων δὲ σφίσιν αὐτοῖς ἐν τοῖς τῶν τεθνεώ-
των σώμασι τὴν εὐψυχίαν ἐπιδείκνυσθαι· οὐ δυνάμενοι δὲ
τούτων τυχεῖν ἐστράτευσαν ἐπ’ αὐτούς, οὐδεμιᾶς διαφορᾶς
πρότερον πρὸς Καδμείους ὑπαρχούσης, οὐδὲ τοῖς ζῶσιν
Ἀργείων χαριζόμενοι, [9] ἀλλὰ τοὺς τεθνεῶτας ἐν τῷ πολέμῳ
ἀξιοῦντες τῶν νομιζομένων τυγχάνειν πρὸς τοὺς ἑτέρους
ὑπὲρ ἀμφοτέρων ἐκινδύνευσαν, ὑπὲρ μὲν τῶν, ἵνα μηκέτι
εἰς τοὺς τεθνεῶτας ἐξαμαρτάνοντες πλείω περὶ τοὺς θεοὺς
ἐξυβρίσωσιν, ὑπὲρ δὲ τῶν ἑτέρων, ἵνα μὴ πρότερον εἰς
τὴν αὑτῶν ἀπέλθωσι πατρίου τιμῆς ἀτυχήσαντες καὶ Ἑλ-
ληνικοῦ νόμου στερηθέντες καὶ κοινῆς ἐλπίδος ἡμαρτηκό-
τες. [10] ταῦτα διανοηθέντες, καὶ τὰς ἐν τῷ πολέμῳ τύχας
κοινὰς ἁπάντων ἀνθρώπων νομίζοντες, πολλοὺς μὲν πολε-
μίους κτώμενοι, τὸ δὲ δίκαιον ἔχοντες σύμμαχον ἐνίκων
μαχόμενοι. καὶ οὐχ ὑπὸ τῆς τύχης ἐπαρθέντες μείζονος
παρὰ Καδμείων τιμωρίας ἐπεθύμησαν, ἀλλ’ ἐκείνοις μὲν
ἀντὶ τῆς ἀσεβείας τὴν ἑαυτῶν ἀρετὴν ἐπεδείξαντο, αὐτοὶ
δὲ λαβόντες τὰ ἆθλα ὧνπερ ἕνεκα ἀφίκοντο, τοὺς Ἀργείων
νεκρούς, ἔθαψαν ἐν τῇ αὑτῶν Ἐλευσῖνι. περὶ μὲν οὖν τοὺς
ἀποθανόντας τῶν ἑπτὰ ἐπὶ Θήβας τοιοῦτοι γεγόνασιν.

    [11] Ὑστέρῳ δὲ χρόνῳ, ἐπειδὴ Ἡρακλῆς μὲν ἐξ ἀνθρώπων
ἠφανίσθη, οἱ δὲ παῖδες αὐτοῦ ἔφευγον μὲν Εὐρυσθέα, ἐξη-
λαύνοντο δὲ ὑπὸ πάντων τῶν Ἑλλήνων, αἰσχυνομένων μὲν
τοῖς ἔργοις, φοβουμένων δὲ τὴν Εὐρυσθέως δύναμιν, ἀφι-
κόμενοι εἰς τήνδε τὴν πόλιν ἱκέται ἐπὶ τῶν βωμῶν ἐκαθ-
έζοντο· [12] ἐξαιτουμένου δὲ αὐτοὺς Εὐρυσθέως Ἀθηναῖοι οὐκ
ἠθέλησαν ἐκδοῦναι, ἀλλὰ τὴν Ἡρακλέους ἀρετὴν μᾶλλον
ᾐδοῦντο ἢ τὸν κίνδυνον τὸν ἑαυτῶν ἐφοβοῦντο, καὶ ἠξίουν
ὑπὲρ τῶν ἀσθενεστέρων μετὰ τοῦ δικαίου διαμάχεσθαι
μᾶλλον ἢ τοῖς δυναμένοις χαριζόμενοι τοὺς ὑπ’ ἐκείνων
ἀδικουμένους ἐκδοῦναι. [13] ἐπιστρατεύσαντος δ’ Εὐρυσθέως
μετὰ τῶν ἐν ἐκείνῳ τῷ χρόνῳ Πελοπόννησον ἐχόντων,
οὐκ ἐγγὺς τῶν δεινῶν γενόμενοι μετέγνωσαν, ἀλλὰ τὴν
αὐτὴν εἶχον γνώμην ἥνπερ πρότερον, ἀγαθὸν μὲν οὐδὲν
ἰδίᾳ ὑπὸ τοῦ πατρὸς αὐτῶν πεπονθότες, ἐκείνους τ’ οὐκ
εἰδότες ὁποῖοί τινες ἄνδρες ἔσονται γενόμενοι· [14] δίκαιον δὲ
νομίζοντες εἶναι, οὐ προτέρας ἔχθρας ὑπαρχούσης πρὸς
Εὐρυσθέα, οὐδὲ κέρδους προκειμένου πλὴν δόξης ἀγαθῆς,
τοσοῦτον κίνδυνον ὑπὲρ αὐτῶν ἤραντο, τοὺς μὲν ἀδικουμέ-
νους ἐλεοῦντες, τοὺς δ’ ὑβρίζοντας μισοῦντες, καὶ τοὺς μὲν
κωλύειν ἐπιχειροῦντες, τοῖς δ’ ἐπικουρεῖν ἀξιοῦντες, ἡγού-
μενοι ἐλευθερίας μὲν σημεῖον εἶναι μηδὲν ποιεῖν ἄκοντας,
δικαιοσύνης δὲ τοῖς ἀδικουμένοις βοηθεῖν, εὐψυχίας δ’ ὑπὲρ
τούτων ἀμφοτέρων, εἰ δέοι, μαχομένους ἀποθνῄσκειν. [15] το-
σοῦτον δ’ ἐφρόνουν ἀμφότεροι, ὥσθ’ οἱ μὲν μετ’ Εὐρυσθέως
οὐδὲν παρ’ ἑκόντων ἐζήτουν εὑρίσκεσθαι, Ἀθηναῖοι δὲ
οὐκ ἠξίουν Εὐρυσθέα αὐτὸν ἱκετεύοντα τοὺς ἱκέτας
αὐτῶν ἐξελεῖν. παραταξάμενοι δ’ ἰδίᾳ δυνάμει τὴν ἐξ ἁπά-
σης Πελοποννήσου στρατιὰν ἐλθοῦσαν ἐνίκων μαχόμενοι,
καὶ τῶν Ἡρακλέους παίδων τὰ μὲν σώματα εἰς ἄδειαν
κατέστησαν, ἀπαλλάξαντες δὲ τοῦ δέους καὶ τὰς ψυχὰς
ἠλευθέρωσαν, διὰ δὲ τὴν τοῦ πατρὸς ἀρετὴν ἐκείνους τοῖς
αὑτῶν κινδύνοις ἐστεφάνωσαν. [16] τοσοῦτον δὲ εὐτυχέστεροι
παῖδες ὄντες ἐγένοντο τοῦ πατρός· ὁ μὲν γάρ, καίπερ ὢν
ἀγαθῶν πολλῶν αἴτιος ἅπασιν ἀνθρώποις, ἐπίπονον καὶ
φιλόνικον καὶ φιλότιμον αὑτῷ καταστήσας τὸν βίον τοὺς
μὲν ἄλλους ἀδικοῦντας ἐκόλασεν, Εὐρυσθέα δὲ καὶ ἐχθρὸν
ὄντα καὶ εἰς αὐτὸν ἐξαμαρτάνοντα οὐχ οἷός τε ἦν τιμωρή-
σασθαι· οἱ δὲ παῖδες αὐτοῦ διὰ τήνδε τὴν πόλιν τῇ αὐτῇ
εἶδον ἡμέρᾳ τήν θ’ ἑαυτῶν σωτηρίαν καὶ τὴν τῶν ἐχθρῶν
τιμωρίαν.