Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΔΗΜΟΥ ΚΑΤΑΛΥΣΕΩΣ ΑΠΟΛΟΓΙΑ

ΛΥΣ 25.25–35

Οι κατήγοροι με την πρακτική και τις συκοφαντίες τους έβλαψαν κατ' επανάληψη την πόλη
Στις προηγούμενες παραγράφους ο ομιλητής τόνισε την αξία της ομόνοιας, η οποία στην προκειμένη περίπτωση δεν θα ήταν δυνατό να εξασφαλιστεί αν διώκονταν όσοι, όπως ο ίδιος, θεωρούνταν ή κατηγορούνταν ως ολιγαρχικοί, αλλά με την προσήλωση στους όρκους για συμφιλίωση που έδωσαν μετά την αποκατάσταση της δημοκρατίας οι Αθηναίοι. Στο απόσπασμα που ακολουθεί, το τελευταίο από την πίστιν–ἀπόδειξιν του λόγου (ας σημειωθεί ότι ο ἐπίλογος δεν σώζεται), εστιάζει τις αναφορές του στη δράση των κατηγόρων του.

    [25] Ἄξιον δὲ μνησθῆναι <καὶ> τῶν μετὰ τοὺς τετρακο-
σίους πραγμάτων· εὖ γὰρ εἴσεσθε ὅτι, ἃ μὲν οὗτοι συμ-
βουλεύουσιν, οὐδεπώποτε ὑμῖν ἐλυσιτέλησεν, ἃ δ’ ἐγὼ πα-
ραινῶ, ἀμφοτέραις ἀεὶ ταῖς πολιτείαις συμφέρει. ἴστε γὰρ
Ἐπιγένη καὶ Δημοφάνη καὶ Κλεισθένη ἰδίᾳ μὲν καρπω-
σαμένους τὰς τῆς πόλεως συμφοράς, δημοσίᾳ δὲ ὄντας
μεγίστων κακῶν αἰτίους. [26] ἐνίων μὲν γὰρ ἔπεισαν ὑμᾶς ἀκρί-
των θάνατον καταψηφίσασθαι, πολλῶν δὲ ἀδίκως δημεῦσαι
τὰς οὐσίας, τοὺς δ’ ἐξελάσαι καὶ ἀτιμῶσαι τῶν πολιτῶν·
τοιοῦτοι γὰρ ἦσαν ὥστε τοὺς μὲν ἡμαρτηκότας ἀργύριον
λαμβάνοντες ἀφιέναι, τοὺς δὲ μηδὲν ἠδικηκότας εἰς ὑμᾶς
εἰσιόντες ἀπολλύναι. καὶ οὐ πρότερον ἐπαύσαντο, ἕως τὴν
μὲν πόλιν εἰς στάσεις καὶ τὰς μεγίστας συμφορὰς κατέ-
στησαν, αὐτοὶ δ’ ἐκ πενήτων πλούσιοι ἐγένοντο. [27] ὑμεῖς δὲ
οὕτως διετέθητε ὥστε τοὺς μὲν φεύγοντας κατεδέξασθε,
τοὺς δ’ ἀτίμους ἐπιτίμους ἐποιήσατε, τοῖς δ’ ἄλλοις περὶ
ὁμονοίας ὅρκους ὤμνυτε· τελευτῶντες δὲ ἥδιον ἂν τοὺς ἐν
τῇ δημοκρατίᾳ συκοφαντοῦντας ἐτιμωρήσασθε ἢ τοὺς ἄρ-
ξαντας ἐν τῇ ὀλιγαρχίᾳ. καὶ εἰκότως, ὦ ἄνδρες δικασταί·
πᾶσι γὰρ ἤδη φανερόν ἐστιν ὅτι διὰ τοὺς μὲν ἀδίκως πο-
λιτευομένους ἐν τῇ ὀλιγαρχίᾳ δημοκρατία γίγνεται, διὰ
δὲ τοὺς ἐν τῇ δημοκρατίᾳ συκοφαντοῦντας ὀλιγαρχία δὶς
κατέστη. ὥστε οὐκ ἄξιον τούτοις πολλάκις χρῆσθαι συμ-
βούλοις, οἷς οὐδὲ ἅπαξ ἐλυσιτέλησε πειθομένοις. [28] σκέψασθαι
δὲ χρὴ ὅτι καὶ τῶν ἐκ Πειραιῶς οἱ μεγίστην δόξαν ἔχον-
τες καὶ μάλιστα κεκινδυνευκότες καὶ πλεῖστα ὑμᾶς ἀγαθὰ
εἰργασμένοι πολλάκις ἤδη τῷ ὑμετέρῳ πλήθει διεκελεύ-
σαντο τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις ἐμμένειν, ἡγούμενοι
ταύτην δημοκρατίας εἶναι φυλακήν· τοῖς μὲν γὰρ ἐξ ἄστεως
ὑπὲρ τῶν παρεληλυθότων ἄδειαν ποιήσειν, τοῖς δ’ ἐκ Πει-
ραιῶς οὕτως πλεῖστον <ἂν> χρόνον τὴν πολιτείαν παρα-
μεῖναι. [29] οἷς ὑμεῖς πολὺ ἂν δικαιότερον πιστεύοιτε ἢ τού-
τοις, οἳ φεύγοντες μὲν δι’ ἑτέρους ἐσώθησαν, κατελθόντες
δὲ συκοφαντεῖν ἐπιχειροῦσιν. ἡγοῦμαι δέ, ὦ ἄνδρες δικα-
σταί, τοὺς μὲν τὴν αὐτὴν γνώμην ἔχοντας ἐμοὶ τῶν ἐν
ἄστει μεινάντων φανεροὺς γεγενῆσθαι καὶ ἐν ὀλιγαρχίᾳ καὶ
ἐν δημοκρατίᾳ, ὁποῖοί τινές εἰσι πολῖται· [30] τούτων δ’ ἄξιον
θαυμάζειν, ὅ τι ἂν ἐποίησαν, εἴ τις αὐτοὺς εἴασε τῶν τριά-
κοντα γενέσθαι, οἳ νῦν δημοκρατίας οὔσης ταὐτὰ ἐκείνοις
πράττουσι, καὶ ταχέως μὲν ἐκ πενήτων πλούσιοι γεγένην-
ται, πολλὰς δὲ ἀρχὰς ἄρχοντες οὐδεμιᾶς εὐθύνην διδόασιν,
ἀλλ’ ἀντὶ μὲν ὁμονοίας ὑποψίαν πρὸς ἀλλήλους πεποιήκα-
σιν, ἀντὶ δὲ εἰρήνης πόλεμον κατηγγέλκασι, διὰ τούτους
δὲ ἄπιστοι τοῖς Ἕλλησι γεγενήμεθα. [31] καὶ τοσούτων κακῶν
καὶ ἑτέρων πολλῶν ὄντες αἴτιοι, καὶ οὐδὲν διαφέροντες
τῶν τριάκοντα πλὴν ὅτι ἐκεῖνοι μὲν ὀλιγαρχίας οὔσης ἐπε-
θύμουν ὧνπερ οὗτοι, οὗτοι δὲ καὶ δημοκρατίας τῶν αὐτῶν
ὧνπερ ἐκεῖνοι, ὅμως οἴονται χρῆναι οὕτως ῥᾳδίως ὃν ἂν
βούλωνται κακῶς ποιεῖν, ὥσπερ τῶν μὲν ἄλλων ἀδικούν-
των, ἄριστοι δὲ ἄνδρες αὐτοὶ γεγενημένοι [32] (καὶ τούτων
μὲν οὐκ ἄξιον θαυμάζειν, ὑμῶν δέ, ὅτι οἴεσθε μὲν δημο-
κρατίαν εἶναι, γίγνεται δὲ ὅ τι ἂν οὗτοι βούλωνται, καὶ
δίκην διδόασιν οὐχ οἱ τὸ ὑμέτερον πλῆθος ἀδικοῦντες,
ἀλλ’ οἱ τὰ σφέτερα αὐτῶν μὴ διδόντες). καὶ δέξαιντ’ ἂν
μικρὰν εἶναι τὴν πόλιν μᾶλλον ἢ δι’ ἄλλους μεγάλην καὶ
ἐλευθέραν, [33] ἡγούμενοι νῦν μὲν διὰ τοὺς ἐκ Πειραιῶς κιν-
δύνους αὑτοῖς ἐξεῖναι ποιεῖν ὅ τι ἂν βούλωνται, ἐὰν δ’ ὕστε-
ρον ὑμῖν δι’ ἑτέρων σωτήρια γένηται, αὐτοὶ μὲν καταλύσε-
σθαι, ἐκείνους δὲ μεῖζον δυνήσεσθαι· ὥστε τὸ αὐτὸ πάν-
τες ἐμποδών εἰσιν, ἐάν τι δι’ ἄλλων ἀγαθὸν ὑμῖν φαίνηται.
[34] τοῦτο μὲν οὖν οὐ χαλεπὸν τῷ βουλομένῳ κατανοῆσαι· αὐτοί
τε γὰρ οὐκ ἐπιθυμοῦσι λανθάνειν, ἀλλ’ αἰσχύνονται μὴ δο-
κοῦντες εἶναι πονηροί, ὑμεῖς τε τὰ μὲν αὐτοὶ ὁρᾶτε τὰ
δ’ ἑτέρων πολλῶν ἀκούετε. ἡμεῖς δέ, ὦ ἄνδρες δικασταί,
δίκαιον μὲν ἡγούμεθ’ εἶναι πρὸς πάντας ὑμᾶς τοὺς πολίτας
ταῖς συνθήκαις καὶ τοῖς ὅρκοις ἐμμένειν, [35] ὅμως δέ, ὅταν
μὲν ἴδωμεν τοὺς τῶν κακῶν αἰτίους δίκην διδόντας, τῶν
τότε περὶ ὑμᾶς γεγενημένων μεμνημένοι συγγνώμην ἔχο-
μεν, ὅταν δὲ φανεροὶ γένησθε τοὺς μηδὲν αἰτίους ἐξ ἴσου
τοῖς ἀδικοῦσι τιμωρούμενοι, τῇ αὐτῇ ψήφῳ πάντας ἡμᾶς
εἰς ὑπο<ψίαν καταστήσετε>....