Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΔΗΜΟΥ ΚΑΤΑΛΥΣΕΩΣ ΑΠΟΛΟΓΙΑ

ΛΥΣ 25.12–18

Ο ομιλητής προσέφερε υπηρεσίες στην αθηναϊκή δημοκρατία και όχι στα καθεστώτα των Τετρακοσίων ή των Τριάκοντα
Ο ομιλητής στην πίστιν–ἀπόδειξιν του λόγου του υποστήριξε ότι κανείς δεν έρχεται στον κόσμο με διαμορφωμένες πολιτικές απόψεις, αλλά ότι οι πολιτικές επιλογές του καθενός διαμορφώνονται με βάση τα συμφέροντά του. Τόνισε, μάλιστα, ότι όσοι δεν υπέστησαν δεινά κατά την περίοδο του δημοκρατικού πολιτεύματος δεν είχαν λόγους να επιζητούν την ανατροπή του.

    [12] Ἐμοὶ τοίνυν, ὦ ἄνδρες δικασταί, οὔτ’ ἰδίᾳ οὔτε δημο-
σίᾳ συμφορὰ ἐν ἐκείνῳ τῷ χρόνῳ οὐδεμία πώποτε ἐγένετο,
ἀνθ’ ἧστινος ἂν προθυμούμενος τῶν παρόντων κακῶν ἀπ-
αλλαγῆναι ἑτέρων ἐπεθύμουν πραγμάτων. τετριηράρχηκά
τε γὰρ πεντάκις, καὶ τετράκις νεναυμάχηκα, καὶ εἰσφορὰς
ἐν τῷ πολέμῳ πολλὰς εἰσενήνοχα, καὶ τἆλλα λελῃτούρ-
γηκα οὐδενὸς χεῖρον τῶν πολιτῶν. [13] καίτοι διὰ τοῦτο πλείω
τῶν ὑπὸ τῆς πόλεως προσταττομένων ἐδαπανώμην, ἵνα καὶ
βελτίων ὑφ’ ὑμῶν νομιζοίμην, καὶ εἴ πού μοί τις συμφορὰ
γένοιτο, ἄμεινον ἀγωνιζοίμην. ὧν ἐν τῇ ὀλιγαρχίᾳ ἁπάν-
των ἀπεστερούμην· οὐ γὰρ τοὺς τῷ πλήθει ἀγαθοῦ τινος
αἰτίους γεγενημένους χάριτος παρ’ αὑτῶν ἠξίουν τυγχάνειν,
ἀλλὰ τοὺς πλεῖστα κακὰ ὑμᾶς εἰργασμένους εἰς τὰς τιμὰς
καθίστασαν, ὡς ταύτην παρ’ ἡμῶν πίστιν εἰληφότες. ἃ χρὴ
πάντας ἐνθυμουμένους μὴ τοῖς τούτων λόγοις πιστεύειν,
ἀλλὰ [καὶ] ἐκ τῶν ἔργων σκοπεῖν ἃ ἑκάστῳ τυγχάνει πε-
πραγμένα. [14] ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, οὔτε [ἐπὶ] τῶν τετρα-
κοσίων ἐγενόμην· ἢ τῶν κατηγόρων ὁ βουλόμενος παρελ-
θὼν ἐλεγξάτω· οὐ τοίνυν οὐδ’ ἐπειδὴ οἱ τριάκοντα κατέ-
στησαν, οὐδείς με ἀποδείξει οὔτε βουλεύσαντα οὔτε ἀρχὴν
οὐδεμίαν ἄρξαντα. καίτοι εἰ μὲν ἐξόν μοι ἄρχειν μὴ ἐβου-
λόμην, ὑφ’ ὑμῶν νυνὶ τιμᾶσθαι δίκαιός εἰμι· εἰ δὲ οἱ τότε
δυνάμενοι μὴ ἠξίουν μοι μεταδιδόναι τῶν πραγμάτων, πῶς
ἂν φανερώτερον ἢ οὕτως ψευδομένους ἀποδείξαιμι τοὺς
κατηγόρους;

    [15] Ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ ἐκ τῶν ἄλλων τῶν
ἐμοὶ πεπραγμένων ἄξιον σκέψασθαι. ἐγὼ γὰρ τοιοῦτον
ἐμαυτὸν ἐν ταῖς τῆς πόλεως συμφοραῖς παρέσχον ὥστε,
εἰ πάντες τὴν αὐτὴν γνώμην ἔσχον ἐμοί, μηδένα ἂν ὑμῶν
μηδεμιᾷ χρήσασθαι συμφορᾷ. ὑπ’ ἐμοῦ γὰρ ἐν τῇ ὀλιγαρ-
χίᾳ οὔτε ἀπαχθεὶς οὐδεὶς φανήσεται, οὔτε τῶν ἐχθρῶν
οὐδεὶς τετιμωρημένος, οὔτε τῶν φίλων εὖ πεπονθώς [16] (καὶ
τοῦτο μὲν οὐκ ἄξιον θαυμάζειν· εὖ μὲν γὰρ ποιεῖν ἐν ἐκείνῳ
τῷ χρόνῳ χαλεπὸν ἦν, ἐξαμαρτάνειν δὲ τῷ βουλομένῳ
ῥᾴδιον). οὐ τοίνυν οὐδ’ εἰς τὸν κατάλογον Ἀθηναίων κατα-
λέξας οὐδένα φανήσομαι, οὐδὲ δίαιταν καταδιαιτησάμενος
οὐδενός, οὐδὲ πλουσιώτερος ἐκ τῶν ὑμετέρων γεγονὼς
συμφορῶν. καίτοι εἰ τοῖς τῶν γεγενημένων κακῶν αἰτίοις
ὀργίζεσθε, εἰκὸς καὶ τοὺς μηδὲν ἡμαρτηκότας βελτίους
ὑφ’ ὑμῶν νομίζεσθαι. [17] καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, με-
γίστην ἡγοῦμαι περὶ ἐμαυτοῦ τῇ δημοκρατίᾳ πίστιν δεδω-
κέναι. ὅστις γὰρ τότε οὐδὲν ἐξήμαρτον οὕτω πολλῆς δε-
δομένης ἐξουσίας, ἦ που νῦν σφόδρα προθυμηθήσομαι χρη-
στὸς εἶναι, εὖ εἰδὼς ὅτι, ἐὰν ἀδικῶ, παραχρῆμα δώσω
δίκην. ἀλλὰ γὰρ τοιαύτην διὰ τέλους γνώμην ἔχω, ὥστε
ἐν ὀλιγαρχίᾳ μὲν μὴ ἐπιθυμεῖν τῶν ἀλλοτρίων, ἐν δημο-
κρατίᾳ δὲ τὰ ὄντα προθύμως εἰς ὑμᾶς ἀναλίσκειν.

    [18] Ἡγοῦμαι δέ, ὦ ἄνδρες δικασταί, οὐκ ἂν δικαίως ὑμᾶς
μισεῖν τοὺς ἐν τῇ ὀλιγαρχίᾳ μηδὲν πεπονθότας κακόν,
ἐξὸν ὀργίζεσθαι τοῖς εἰς τὸ πλῆθος ἐξημαρτηκόσιν, οὐδὲ
τοὺς μὴ φυγόντας ἐχθροὺς νομίζειν, ἀλλὰ τοὺς ὑμᾶς ἐκβα-
λόντας, οὐδὲ τοὺς προθυμουμένους τὰ ἑαυτῶν σῶσαι, ἀλλὰ
τοὺς τὰ τῶν ἄλλων ἀφῃρημένους, οὐδὲ οἳ τῆς σφετέρας
αὐτῶν σωτηρίας ἕνεκα ἔμειναν ἐν τῷ ἄστει, ἀλλ’ οἵτινες
ἑτέρους ἀπολέσαι βουλόμενοι μετέσχον τῶν πραγμάτων.
εἰ δὲ οἴεσθε χρῆναι, οὓς ἐκεῖνοι παρέλιπον ἀδικοῦντες,
ὑμεῖς ἀπολέσαι, οὐδεὶς τῶν πολιτῶν ὑπολειφθήσεται.