[1] Ὑμῖν μὲν πολλὴν συγγνώμην ἔχω, ὦ ἄνδρες δικασταί,
ἀκούουσι τοιούτων λόγων καὶ ἀναμιμνῃσκομένοις τῶν γε-
γενημένων, ὁμοίως ἅπασιν ὀργίζεσθαι τοῖς ἐν ἄστει μεί-
νασι· τῶν δὲ κατηγόρων θαυμάζω, οἳ ἀμελοῦντες τῶν
οἰκείων τῶν ἀλλοτρίων ἐπιμέλονται, εἰ σαφῶς εἰδότες
τοὺς μηδὲν ἀδικοῦντας καὶ τοὺς πολλὰ ἐξημαρτηκότας ζη-
τοῦσι [κερδαίνειν ἢ] ὑμᾶς πείθειν περὶ ἁπάντων ἡμῶν τὴν
γνώμην ταύτην ἔχειν. [2] εἰ μὲν οὖν οἴονται, ὅσα ὑπὸ τῶν τριά-
κοντα γεγένηται τῇ πόλει, πάντ’ ἐμοῦ κατηγορηκέναι,
ἀδυνάτους αὐτοὺς ἡγοῦμαι λέγειν· οὐδὲ γὰρ πολλοστὸν μέ-
ρος τῶν ἐκείνοις πεπραγμένων εἰρήκασιν· εἰ δὲ ὡς ἐμοί τι
προσῆκον περὶ αὐτῶν ποιοῦνται τοὺς λόγους, ἀποδείξω
τούτους μὲν ἅπαντα ψευδομένους, ἐμαυτὸν δὲ τοιοῦτον ὄντα
οἷόσπερ ἂν τῶν ἐκ Πειραιῶς <ὁ> βέλτιστος ἐν ἄστει μεί-
νας ἐγένετο. [3] δέομαι δ’ ὑμῶν, ὦ ἄνδρες δικασταί, μὴ τὴν
αὐτὴν γνώμην ἔχειν τοῖς συκοφάνταις. τούτων μὲν γὰρ
ἔργον ἐστὶ καὶ τοὺς μηδὲν ἡμαρτηκότας εἰς αἰτίαν καθι-
στάναι (ἐκ τούτων γὰρ ἂν μάλιστα χρηματίζοιντο), ὑμέ-
τερον δὲ τοῖς μηδὲν ἀδικοῦσιν ἐξ ἴσου τῆς πολιτείας με-
ταδιδόναι· οὕτω γὰρ ἂν τοῖς καθεστηκόσι πράγμασι πλεί-
στους συμμάχους ἔχοιτε. [4] ἀξιῶ δέ, ὦ ἄνδρες δικασταί,
ἐάνπερ φανῶ συμφορᾶς μὲν μηδεμιᾶς αἴτιος γεγενημένος,
πολλὰ δὲ κἀγαθὰ εἰργασμένος τὴν πόλιν καὶ τῷ σώματι
καὶ τοῖς χρήμασι, ταῦτα γοῦν μοι παρ’ ὑμῶν ὑπάρχειν,
ὧν οὐ μόνον τοὺς εὖ πεποιηκότας ἀλλὰ καὶ τοὺς μηδὲν
ἀδικοῦντας τυγχάνειν δίκαιόν ἐστι. [5] μέγα μὲν οὖν ἡγοῦμαί
<μοι> τεκμήριον εἶναι, ὅτι, εἴπερ ἐδύναντο οἱ κατήγοροι
ἰδίᾳ με ἀδικοῦντα ἐξελέγξαι, οὐκ ἂν τὰ τῶν τριάκοντα
ἁμαρτήματα ἐμοῦ κατηγόρουν, οὐδ’ ἂν ᾤοντο χρῆναι ὑπὲρ
τῶν ἐκείνοις πεπραγμένων ἑτέρους διαβάλλειν, ἀλλ’ αὐτοὺς
τοὺς ἀδικοῦντας τιμωρεῖσθαι· νῦν δὲ νομίζουσι τὴν πρὸς
ἐκείνους ὀργὴν ἱκανὴν εἶναι καὶ τοὺς μηδὲν κακὸν εἰργασμέ-
νους ἀπολέσαι. [6] ἐγὼ δὲ οὐχ ἡγοῦμαι δίκαιον εἶναι οὔτε εἴ
τινες τῇ πόλει πολλῶν ἀγαθῶν αἴτιοι γεγένηνται, ἄλλους
τινὰς ὑπὲρ τούτων τιμὴν ἢ χάριν κομίσασθαι παρ’ ὑμῶν,
οὔτ’ εἴ τινες πολλὰ κακὰ εἰργασμένοι εἰσίν, εἰκότως ἂν
δι’ ἐκείνους τοὺς μηδὲν ἀδικοῦντας ὀνείδους καὶ διαβολῆς
τυγχάνειν· ἱκανοὶ γὰρ οἱ ὑπάρχοντες ἐχθροὶ τῇ πόλει καὶ
μέγα κέρδος νομίζοντες εἶναι τοὺς ἀδίκως ἐν ταῖς διαβο-
λαῖς καθεστηκότας.
|