Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΚΟΥΡΓΟΣ, ΚΑΤΑ ΛΕΩΚΡΑΤΟΥΣ

ΛΥΚΟΥΡ Λεωκ 83–89

Η αυτοθυσία του Κόδρου και η συμπεριφορά του Λεωκράτη

    [83] Καίτοι, ὦ ἄνδρες, μόνοις ὑμῖν τῶν Ἑλλήνων οὐκ ἔστιν
οὐδὲν τούτων περιιδεῖν. βούλομαι δὲ μικρὰ τῶν παλαιῶν
ὑμῖν διελθεῖν, οἷς παραδείγμασι χρώμενοι καὶ περὶ τούτων
καὶ περὶ τῶν ἄλλων βέλτιον βουλεύσεσθε. τοῦτο γὰρ
ἔχει μέγιστον ἡ πόλις ὑμῶν ἀγαθόν, ὅτι τῶν καλῶν ἔργων
παράδειγμα τοῖς Ἕλλησι γέγονεν· ὅσον γὰρ τῷ χρόνῳ
πασῶν ἐστιν ἀρχαιοτάτη, τοσοῦτον οἱ πρόγονοι ἡμῶν τῶν
ἄλλων ἀνθρώπων ἀρετῇ διενηνόχασιν. [84] ἐπὶ Κόδρου γὰρ
βασιλεύοντος Πελοποννησίοις γενομένης ἀφορίας κατὰ
τὴν χώραν αὐτῶν ἔδοξε στρατεύειν ἐπὶ τὴν πόλιν ἡμῶν,
καὶ ἡμῶν τοὺς προγόνους ἐξαναστήσαντας κατανείμα-
σθαι τὴν χώραν. καὶ πρῶτον μὲν εἰς Δελφοὺς ἀποστείλαντες
τὸν θεὸν ἐπηρώτων εἰ λήψονται τὰς Ἀθήνας· ἀνελόντος
δὲ τοῦ θεοῦ αὐτοῖς ὅτι τὴν πόλιν αἱρήσουσιν ἂν μὴ
τὸν βασιλέα τὸν Ἀθηναίων Κόδρον ἀποκτείνωσιν, ἐστρά-
τευον ἐπὶ τὰς Ἀθήνας. [85] Κλεόμαντις δὲ τῶν Δελφῶν τις
πυθόμενος τὸ χρηστήριον δι’ ἀπορρήτων ἐξήγγειλε τοῖς
Ἀθηναίοις· οὕτως οἱ πρόγονοι ἡμῶν, ὡς ἔοικε, καὶ τοὺς
ἔξωθεν ἀνθρώπους εὔνους ἔχοντες διετέλουν. ἐμβαλόντων
δὲ τῶν Πελοποννησίων εἰς τὴν Ἀττικήν, τί ποιοῦσιν οἱ
πρόγονοι ἡμῶν, ὦ ἄνδρες δικασταί; οὐ καταλιπόντες τὴν
χώραν ὥσπερ Λεωκράτης ᾤχοντο οὐδ’ ἔκδοτον τὴν θρε-
ψαμένην καὶ τὰ ἱερὰ τοῖς πολεμίοις παρέδοσαν, ἀλλ’ ὀλί-
γοι ὄντες κατακλῃσθέντες ἐπολιορκοῦντο καὶ διεκαρτέ-
ρουν εἰς τὴν πατρίδα. [86] καὶ οὕτως ἦσαν, ὦ ἄνδρες, γενναῖοι
οἱ τότε βασιλεύοντες ὥστε προῃροῦντο ἀποθνῄσκειν ὑπὲρ
τῆς τῶν ἀρχομένων σωτηρίας μᾶλλον ἢ ζῶντες ἑτέραν
μεταλλάξαι χώραν. φασὶ γοῦν τὸν Κόδρον παραγ-
γείλαντα τοῖς Ἀθηναίοις προσέχειν ὅταν τελευτήσῃ τὸν
βίον, λαβόντα πτωχικὴν στολὴν ὅπως ἂν ἀπατήσῃ
τοὺς πολεμίους, κατὰ τὰς πύλας ὑποδύντα φρύγανα
συλλέγειν πρὸ τῆς πόλεως, προσελθόντων δ’ αὐτῷ
δυοῖν ἀνδρῶν ἐκ τοῦ στρατοπέδου καὶ τὰ κατὰ τὴν
πόλιν πυνθανομένων, τὸν ἕτερον αὐτῶν ἀποκτεῖναι τῷ
δρεπάνῳ παίσαντα τὸν δὲ περιλελειμμένον, [87] παροξυνθέντα
τῷ Κόδρῳ καὶ νομίσαντα πτωχὸν εἶναι, σπασάμενον
τὸ ξίφος ἀποκτεῖναι τὸν Κόδρον. τούτων δὲ γενομένων
οἱ μὲν Ἀθηναῖοι κήρυκα πέμψαντες ἠξίουν δοῦναι τὸν
βασιλέα θάψαι, λέγοντες αὐτοῖς ἅπασαν τὴν ἀλήθειαν·
οἱ δὲ Πελοποννήσιοι τοῦτον μὲν ἀπέδοσαν, γνόντες δ’
ὡς οὐκέτι δυνατὸν αὐτοῖς τὴν χώραν κατασχεῖν ἀπεχώ-
ρησαν. τῷ δὲ Κλεομάντει τῷ Δελφῷ ἡ πόλις αὐτῷ τε καὶ
ἐκγόνοις ἐν πρυτανείῳ ἀίδιον σίτησιν ἔδοσαν. [88] ἆρά γ’ ὁμοίως
ἐφίλουν τὴν πατρίδα Λεωκράτει οἱ τότε βασιλεύοντες,
οἵ γε προῃροῦντο τοὺς πολεμίους ἐξαπατῶντες ἀποθνῄ-
σκειν ὑπὲρ αὐτῆς καὶ τὴν ἰδίαν ψυχὴν ἀντὶ τῆς κοινῆς
σωτηρίας ἀντικαταλλάττεσθαι; τοιγαροῦν μονώτατοι ἐπ-
ώνυμοι τῆς χώρας εἰσὶν ἰσοθέων τιμῶν τετυχηκότες,
εἰκότως· ὑπὲρ ἧς γὰρ οὕτω σφόδρα ἐσπούδαζον, δι-
καίως ταύτης καὶ τεθνεῶτες ἐκληρονόμουν. [89] ἀλλὰ Λεω-
κράτης οὔτε ζῶν οὔτε τεθνεὼς δικαίως ἂν αὐτῆς μετά-
σχοι, μονώτατος <δ’> ἂν προσηκόντως ἐξορισθείη τῆς
χώρας, ἣν ἐγκαταλιπὼν τοῖς πολεμίοις ᾤχετο· οὐδὲ γὰρ
καλὸν τὴν αὐτὴν καλύπτειν τοὺς τῇ ἀρετῇ διαφέροντας
καὶ τὸν κάκιστον πάντων ἀνθρώπων.