Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΦΙΛΙΠΠΟΣ

ΙΣΟΚΡ 5.144–148

Όσοι ευεργέτησαν τους υπόλοιπους Έλληνες κέρδισαν τον έπαινο και την ευγνωμοσύνη τους
Ο Ισοκράτης επέμεινε ότι όλα συνέτειναν στην ανάληψη από τον Φίλιππο της εκστρατείας εναντίον των Περσών: τα κατορθώματα των προγόνων, η ανανδρία των εχθρών, η τεράστια ισχύς που έχει συγκεντρώσει ο Μακεδόνας βασιλιάς υποτάσσοντας τόσους λαούς. Και συνεχίζει:

    [144] Ἐνθυμοῦ δ’, ἵνα τι καὶ τῶν ἀρχαίων εἴπωμεν, ὅτι
τὸν Ταντάλου πλοῦτον καὶ τὴν Πέλοπος ἀρχὴν καὶ τὴν
Εὐρυσθέως δύναμιν οὐδεὶς ἂν οὔτε λόγων εὑρετὴς οὔτε
ποιητὴς ἐπαινέσειεν, ἀλλὰ μετά γε τὴν Ἡρακλέους
ὑπερβολὴν καὶ τὴν Θησέως ἀρετὴν τοὺς ἐπὶ Τροίαν στρα-
τευσαμένους καὶ τοὺς ἐκείνοις ὁμοίους γενομένους
ἅπαντες ἂν εὐλογήσειαν. [145] καίτοι τοὺς ὀνομαστο-
τάτους καὶ τοὺς ἀρίστους αὐτῶν ἴσμεν ἐν μικροῖς πο-
λιχνίοις καὶ νησυδρίοις τὰς ἀρχὰς κατασχόντας. ἀλλ’
ὅμως ἰσόθεον καὶ παρὰ πᾶσιν ὀνομαστὴν τὴν αὑτῶν δόξαν
κατέλιπον· ἅπαντες γὰρ φιλοῦσιν οὐ τοὺς σφίσιν αὐτοῖς
μεγίστην δυναστείαν κτησαμένους, ἀλλὰ τοὺς τοῖς Ἕλ-
λησι πλείστων ἀγαθῶν αἰτίους γεγενημένους.

    [146] Οὐ μόνον δ’ ἐπὶ τούτων αὐτοὺς ὄψει τὴν γνώμην
ταύτην ἔχοντας, ἀλλ’ ἐπὶ πάντων ὁμοίως· ἐπεὶ καὶ τὴν
πόλιν ἡμῶν οὐδεὶς ἂν ἐπαινέσειεν, οὔθ’ ὅτι τῆς θαλάττης
ἦρξεν οὔθ’ ὅτι τοσοῦτον πλῆθος χρημάτων εἰσπράξασα
τοὺς συμμάχους εἰς τὴν ἀκρόπολιν ἀνήνεγκεν, ἀλλὰ μὴν
οὐδ’ ὅτι πολλῶν πόλεων ἐξουσίαν ἔλαβε, τὰς μὲν ἀναστά-
τους ποιῆσαι, τὰς δ’ αὐξῆσαι, τὰς δ’ ὅπως ἐβουλήθη
διοικῆσαι· [147] πάντα γὰρ ταῦτα παρῆν αὐτῇ πράττειν·
ἀλλ’ ἐκ τούτων μὲν πολλαὶ κατηγορίαι κατ’ αὐτῆς γεγό-
νασιν, ἐκ δὲ τῆς Μαραθῶνι μάχης καὶ τῆς ἐν Σαλαμῖνι
ναυμαχίας, καὶ μάλισθ’ ὅτι τὴν αὑτῶν ἐξέλιπον ὑπὲρ τῆς
τῶν Ἑλλήνων σωτηρίας, ἅπαντες αὐτὴν ἐγκωμιάζουσιν.
τὴν αὐτὴν δὲ γνώμην καὶ περὶ Λακεδαιμονίων ἔχουσιν·
[148] καὶ γὰρ ἐκείνων μᾶλλον ἄγανται τὴν ἧτταν τὴν ἐν
Θερμοπύλαις ἢ τὰς ἄλλας νίκας, καὶ τὸ τρόπαιον τὸ μὲν
κατ’ ἐκείνων ὑπὸ τῶν βαρβάρων σταθὲν ἀγαπῶσι καὶ
θεωροῦσι, τὰ δ’ ὑπὸ Λακεδαιμονίων κατὰ τῶν ἄλλων οὐκ
ἐπαινοῦσιν ἀλλ’ ἀηδῶς ὁρῶσιν· ἡγοῦνται γὰρ τὸ μὲν
ἀρετῆς εἶναι σημεῖον, τὰ δὲ πλεονεξίας.