Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΦΙΛΙΠΠΟΣ

ΙΣΟΚΡ 5.111–115

Ο Φίλιππος οφείλει να ακολουθήσει το παράδειγμα του Ηρακλή
Για την τεκμηρίωση όσων συμβούλευσε τον Φίλιππο σχετικά με την ανάγκη να αναλάβει ηγετικό ρόλο στην πανελλήνια εκστρατεία εναντίον των Περσών, ο Ισοκράτης επικαλέστηκε τα κατορθώματα των προγόνων του Μακεδόνα βασιλιά, για να ανατρέξει στη συνέχεια στα πεπραγμένα ενός από αυτούς, του Ηρακλή:

    [111] Ἐκεῖνος γὰρ ὁρῶν τὴν Ἑλλάδα πολέμων καὶ στά-
σεων καὶ πολλῶν ἄλλων κακῶν μεστὴν οὖσαν, παύσας
ταῦτα καὶ διαλλάξας τὰς πόλεις πρὸς ἀλλήλας ὑπέδειξε
τοῖς ἐπιγιγνομένοις, μεθ’ ὧν χρὴ καὶ πρὸς οὓς δεῖ τοὺς πολέ-
μους ἐκφέρειν. ποιησάμενος γὰρ στρατείαν ἐπὶ Τροίαν,
ἥ περ εἶχε τότε μεγίστην δύναμιν τῶν περὶ τὴν Ἀσίαν,
τοσοῦτον διήνεγκε τῇ στρατηγίᾳ τῶν πρὸς τὴν αὐτὴν
ταύτην ὕστερον πολεμησάντων, [112] ὅσον οἱ μὲν μετὰ
τῆς τῶν Ἑλλήνων δυνάμεως ἐν ἔτεσι δέκα μόλις αὐτὴν
ἐξεπολιόρκησαν, ὁ δ’ ἐν ἡμέραις ἐλάττοσιν ἢ τοσαύταις
καὶ μετ’ ὀλίγων στρατεύσας ῥᾳδίως αὐτὴν κατὰ κράτος
εἷλεν. καὶ μετὰ ταῦτα τοὺς βασιλέας τῶν ἐθνῶν τῶν
ἐφ’ ἑκατέρας τῆς ἠπείρου τὴν παραλίαν κατοικούντων
ἅπαντας ἀπέκτεινεν· οὓς οὐδέποτ’ ἂν διέφθειρεν, εἰ μὴ καὶ
τῆς δυνάμεως αὐτῶν ἐκράτησεν. ταῦτα δὲ πράξας τὰς
στήλας τὰς Ἡρακλέους καλουμένας ἐποιήσατο, τρόπαιον
μὲν τῶν βαρβάρων, μνημεῖον δὲ τῆς ἀρετῆς τῆς αὑτοῦ
καὶ τῶν κινδύνων, ὅρους δὲ τῆς τῶν Ἑλλήνων χώρας.

    [113] Τούτου δ’ ἕνεκά σοι περὶ τούτων διῆλθον, ἵνα γνῷς
ὅτι σε τυγχάνω τῷ λόγῳ παρακαλῶν ἐπὶ τοιαύτας πράξεις,
ἃς ἐπὶ τῶν ἔργων οἱ πρόγονοί σου φαίνονται καλλίστας
προκρίναντες. ἅπαντας μὲν οὖν χρὴ τοὺς νοῦν ἔχοντας
τὸν κράτιστον ὑποστησαμένους πειρᾶσθαι γίγνεσθαι τοιού-
τους, μάλιστα δὲ σοὶ προσήκει. τὸ γὰρ μὴ δεῖν ἀλλοτρίοις
χρῆσθαι παραδείγμασιν, ἀλλ’ οἰκεῖον ὑπάρχειν, πῶς οὐκ
εἰκὸς ὑπ’ αὐτοῦ σε παροξύνεσθαι, καὶ φιλονικεῖν ὅπως τῷ
προγόνῳ σαυτὸν ὅμοιον παρασκευάσεις; [114] Λέγω δ’
οὐχ ὡς δυνησόμενον ἁπάσας σε μιμήσασθαι τὰς Ἡρακλέ-
ους πράξεις (οὐδὲ γὰρ ἂν τῶν θεῶν ἔνιοι δυνηθεῖεν)· ἀλλὰ
κατά γε τὸ τῆς ψυχῆς ἦθος καὶ τὴν φιλανθρωπίαν καὶ τὴν
εὔνοιαν, ἣν εἶχεν εἰς τοὺς Ἕλληνας, δύναι’ ἂν ὁμοιωθῆναι
τοῖς ἐκείνου βουλήμασιν. ἔστι δέ σοι πεισθέντι τοῖς ὑπ’
ἐμοῦ λεγομένοις τυχεῖν δόξης, οἵας ἂν αὐτὸς βουληθῇς·
[115] ῥᾴδιον γάρ ἐστιν ἐκ τῶν παρόντων κτήσασθαι τὴν
καλλίστην, ἢ ἐξ ὧν παρέλαβες ἐπὶ τὴν νῦν ὑπάρχουσαν
προελθεῖν. σκέψαι δ’ ὅτι σε τυγχάνω παρακαλῶν, ἐξ ὧν
ποιήσει τὰς στρατείας οὐ μετὰ τῶν βαρβάρων ἐφ’ οὓς οὐ
δίκαιόν ἐστιν, ἀλλὰ μετὰ τῶν Ἑλλήνων ἐπὶ τούτους πρὸς
οὓς προσήκει τοὺς ἀφ’ Ἡρακλέους γεγονότας πολεμεῖν.