[95] Ταῦτα μὲν οὖν οὕτως· δοκεῖ δέ μοι μετὰ ταῦτα
περὶ τῆς παρασκευῆς διαλεκτέον εἶναι τῆς τε σοὶ γενη-
σομένης καὶ τῆς ἐκείνοις ὑπαρξάσης. τὸ μὲν τοίνυν
μέγιστον, σὺ μὲν τοὺς Ἕλληνας εὔνους ἕξεις, ἤν περ
ἐθελήσῃς ἐμμεῖναι τοῖς περὶ τούτων εἰρημένοις, ἐκεῖνοι
δὲ διὰ τὰς δεκαδαρχίας τὰς ἐπὶ Λακεδαιμονίων ὡς οἷόν
τε δυσμενεστάτους. ἡγοῦντο γὰρ Κύρου μὲν καὶ Κλεάρ-
χου κατορθωσάντων μᾶλλον ἔτι δουλεύσειν, βασιλέως
δὲ κρατήσαντος ἀπαλλαγήσεσθαι τῶν κακῶν τῶν πα-
ρόντων· ὅ περ καὶ συνέπεσεν αὐτοῖς. [96] καὶ μὴν καὶ
στρατιώτας σὺ μὲν ἐξ ἑτοίμου λήψει τοσούτους ὅσους
ἂν βουληθῇς· οὕτω γὰρ ἔχει τὰ τῆς Ἑλλάδος, ὥστε ῥᾷον
εἶναι συστῆσαι στρατόπεδον μεῖζον καὶ κρεῖττον ἐκ τῶν
πλανωμένων ἢ τῶν πολιτευομένων· ἐν ἐκείνοις δὲ τοῖς
χρόνοις οὐκ ἦν ξενικὸν οὐδέν, ὥστ’ ἀναγκαζόμενοι ξενο-
λογεῖν ἐκ τῶν πόλεων πλέον ἀνήλισκον εἰς τὰς διδομέ-
νας τοῖς συλλέγουσι δωρεὰς ἢ τὴν εἰς τοὺς στρατιώτας
μισθοφοράν. [97] καὶ μὴν εἰ βουληθεῖμεν ἐξετάσαι καὶ
παραβαλεῖν σέ τε τὸν νῦν ἡγησόμενον τῆς στρατείας
καὶ βουλευσόμενον περὶ ἁπάντων καὶ Κλέαρχον τὸν
ἐπιστατήσαντα τῶν τότε πραγμάτων, εὑρήσομεν ἐκεῖνον
μὲν οὐδεμιᾶς πώποτε δυνάμεως πρότερον οὔτε ναυτικῆς
οὔτε πεζῆς καταστάντα κύριον, ἀλλ’ ἐκ τῆς ἀτυχίας τῆς
συμβάσης αὐτῷ περὶ τὴν ἤπειρον ὀνομαστὸν γενόμενον,
[98] σὲ δὲ τοσαῦτα καὶ τηλικαῦτα τὸ μέγεθος διαπεπραγ-
μένον· περὶ ὧν εἰ μὲν πρὸς ἑτέρους τοὺς λόγους ἐποι-
ούμην, καλῶς ἂν εἶχε διελθεῖν, πρὸς σὲ δὲ διαλεγόμενος,
εἰ τὰς σὰς πράξεις σοι διεξιοίην, δικαίως ἂν ἀνόητος
ἅμα καὶ περίεργος εἶναι δοκοίην.
[99] Ἄξιον δὲ μνησθῆναι καὶ τῶν βασιλέων ἀμφοτέρων,
ἐφ’ ὃν σοί τε συμβουλεύω στρατεύειν καὶ πρὸς ὃν Κλέαρχος
ἐπολέμησεν, ἵν’ ἑκατέρου τὴν γνώμην καὶ τὴν δύναμιν
εἰδῇς. ὁ μὲν τοίνυν τούτου πατὴρ τὴν πόλιν τὴν ἡμετέραν
καὶ πάλιν τὴν Λακεδαιμονίων κατεπολέμησεν, οὗτος δ’
οὐδενὸς πώποτε τῶν στρατευμάτων τῶν τὴν χώραν αὐτοῦ
λυμαινομένων ἐπεκράτησεν. [100] ἔπειθ’ ὁ μὲν τὴν Ἀσίαν
ἅπασαν παρὰ τῶν Ἑλλήνων ἐν ταῖς συνθήκαις ἐξέλαβεν,
οὗτος δὲ τοσούτου δεῖ τῶν ἄλλων ἄρχειν, ὥστ’ οὐδὲ τῶν
ἐκδοθεισῶν αὐτῷ πόλεων ἐγκρατής ἐστιν. ὥστ’ οὐδεὶς
ὅστις οὐκ ἂν ἀπορήσειε, πότερα χρὴ νομίζειν τοῦτον
αὐτῶν ἀφεστάναι δι’ ἀνανδρίαν, ἢ ’κείνας ὑπερεωρακέ-
ναι καὶ καταπεφρονηκέναι τῆς βαρβαρικῆς δυναστείας.
[101] Τὰ τοίνυν περὶ τὴν χώραν ὡς διάκειται, τίς οὐκ ἂν
ἀκούσας παροξυνθείη πολεμεῖν πρὸς αὐτόν; Αἴγυπτος
γὰρ ἀφειστήκει μὲν καὶ κατ’ ἐκεῖνον τὸν χρόνον, οὐ μὴν
ἀλλ’ ἐφοβοῦντο μή ποτε βασιλεὺς αὐτὸς ποιησάμενος
στρατείαν κρατήσειε καὶ τῆς διὰ τὸν ποταμὸν δυσχωρίας
καὶ τῆς ἄλλης παρασκευῆς ἁπάσης· νῦν δ’ οὗτος ἀπήλλαξεν
αὐτοὺς τοῦ δέους τούτου. συμπαρασκευασάμενος γὰρ
δύναμιν ὅσην οἷός τ’ ἦν πλείστην, καὶ στρατεύσας ἐπ’
αὐτούς, ἀπῆλθεν ἐκεῖθεν οὐ μόνον ἡττηθείς, ἀλλὰ καὶ
καταγελασθεὶς καὶ δόξας οὔτε βασιλεύειν οὔτε στρατηγεῖν
ἄξιος εἶναι. [102] τὰ τοίνυν περὶ Κύπρον καὶ Φοινίκην
καὶ Κιλικίαν καὶ τὸν τόπον ἐκεῖνον, ὅθεν ἐχρῶντο ναυτικῷ,
τότε μὲν ἦν βασιλέως, νῦν δὲ τὰ μὲν ἀφέστηκε, τὰ δ’ ἐν
πολέμῳ καὶ κακοῖς τοσούτοις ἐστίν, ὥστ’ ἐκείνῳ μὲν μηδὲν
εἶναι τούτων τῶν ἐθνῶν χρήσιμον, σοὶ δ’, ἢν πολεμεῖν πρὸς
αὐτὸν βουληθῇς, συμφόρως ἕξειν. [103] καὶ μὴν Ἰδριέα
γε τὸν εὐπορώτατον τῶν νῦν περὶ τὴν ἤπειρον προσήκει
δυσμενέστερον εἶναι τοῖς βασιλέως πράγμασι τῶν πολε-
μούντων· ἢ πάντων γ’ ἂν εἴη σχετλιώτατος, εἰ μὴ βού-
λοιτο καταλελύσθαι ταύτην τὴν ἀρχήν, τὴν αἰκισαμένην
μὲν τὸν ἀδελφόν, πολεμήσασαν δὲ πρὸς αὐτόν, ἅπαντα δὲ
τὸν χρόνον ἐπιβουλεύουσαν καὶ βουλομένην τοῦ τε σώμα-
τος αὐτοῦ καὶ τῶν χρημάτων ἁπάντων γενέσθαι κυρίαν.
[104] ὑπὲρ ὧν δεδιὼς νῦν μὲν ἀναγκάζεται θεραπεύειν
αὐτὸν καὶ χρήματα πολλὰ καθ’ ἕκαστον τὸν ἐνιαυτὸν
ἀναπέμπειν· εἰ δὲ σὺ διαβαίης εἰς τὴν ἤπειρον, ἐκεῖνός τ’
ἂν ἄσμενος ἴδοι βοηθὸν ἥκειν αὑτῷ σε νομίζων, τῶν τ’
ἄλλων σατραπῶν πολλοὺς ἀποστήσεις, ἢν ὑπόσχῃ τὴν
ἐλευθερίαν αὐτοῖς, καὶ τοὔνομα τοῦτο διασπείρῃς εἰς τὴν
Ἀσίαν, ὅ περ εἰς τοὺς Ἕλληνας εἰσπεσὸν καὶ τὴν ἡμε-
τέραν καὶ Λακεδαιμονίων ἀρχὴν κατέλυσεν.
|