[79] Ἴσως οὖν ὑπολαμβάνεις μικροψυχίαν εἶναι τὸ τῶν
βλασφημούντων καὶ φλυαρούντων καὶ τῶν πειθομένων
τούτοις φροντίζειν, ἄλλως θ’ ὅταν καὶ μηδὲν σαυτῷ συνειδῇς
ἐξαμαρτάνων. χρὴ δὲ μὴ καταφρονεῖν τοῦ πλήθους, μηδὲ
παρὰ μικρὸν ἡγεῖσθαι τὸ παρὰ πᾶσιν εὐδοκιμεῖν, ἀλλὰ
τότε νομίζειν καλὴν ἔχειν καὶ μεγάλην τὴν δόξαν καὶ πρέ-
πουσαν σοὶ καὶ τοῖς προγόνοις καὶ τοῖς ὑφ’ ὑμῶν πεπραγ-
μένοις, [80] ὅταν οὕτω διαθῇς τοὺς Ἕλληνας, ὥσπερ ὁρᾷς
Λακεδαιμονίους τε πρὸς τοὺς ἑαυτῶν βασιλέας ἔχοντας
τούς θ’ ἑταίρους τοὺς σοὺς πρὸς σὲ διακειμένους. ἔστι δ’
οὐ χαλεπὸν τυχεῖν τούτων, ἢν ἐθελήσῃς κοινὸς ἅπασι
γενέσθαι, καὶ παύσῃ ταῖς μὲν τῶν πόλεων οἰκείως ἔχων,
πρὸς δὲ τὰς ἀλλοτρίως διακείμενος, ἔτι δ’ ἢν τὰ τοιαῦτα
προαιρῇ πράττειν, ἐξ ὧν τοῖς μὲν Ἕλλησιν ἔσει πιστός, τοῖς
δὲ βαρβάροις φοβερός.
[81] Καὶ μὴ θαυμάσῃς, ἅ περ ἐπέστειλα καὶ πρὸς Διονύ-
σιον τὴν τυραννίδα κτησάμενον, εἰ μήτε στρατηγὸς ὢν
μήτε ῥήτωρ μήτ’ ἄλλως δυνάστης θρασύτερόν σοι διείλεγμαι
τῶν ἄλλων. ἐγὼ γὰρ πρὸς μὲν τὸ πολιτεύεσθαι πάντων
ἀφυέστατος ἐγενόμην τῶν πολιτῶν (οὔτε γὰρ φωνὴν ἔσχον
ἱκανὴν οὔτε τόλμαν δυναμένην ὄχλῳ χρῆσθαι καὶ μολύνεσθαι
καὶ λοιδορεῖσθαι τοῖς ἐπὶ τοῦ βήματος καλινδουμένοις),
[82] τοῦ δὲ φρονεῖν εὖ καὶ πεπαιδεῦσθαι καλῶς, εἰ καί τις
ἀγροικότερον εἶναι φήσει τὸ ῥηθέν, ἀμφισβητῶ, καὶ θείην ἂν
ἐμαυτὸν οὐκ ἐν τοῖς ἀπολελειμμένοις ἀλλ’ ἐν τοῖς προέχουσι
τῶν ἄλλων. διό περ ἐπιχειρῶ συμβουλεύειν τὸν τρόπον
τοῦτον, ὃν ἐγὼ πέφυκα καὶ δύναμαι, καὶ τῇ πόλει καὶ τοῖς
Ἕλλησι καὶ τῶν ἀνδρῶν τοῖς ἐνδοξοτάτοις.
[83] Περὶ μὲν οὖν τῶν ἐμῶν καὶ ὧν σοι πρακτέον
ἐστὶ πρὸς τοὺς Ἕλληνας, σχεδὸν ἀκήκοας· περὶ δὲ τῆς
στρατείας τῆς εἰς τὴν Ἀσίαν ταῖς μὲν πόλεσιν, ἃς ἔφην
χρῆναί σε διαλλάττειν, τότε συμβουλεύσομεν ὡς χρὴ πολε-
μεῖν πρὸς τοὺς βαρβάρους, ὅταν ἴδωμεν αὐτὰς ὁμονοούσας,
πρὸς σὲ δὲ νῦν ποιήσομαι τοὺς λόγους, οὐ τὴν αὐτὴν ἔχων
διάνοιαν καὶ κατ’ ἐκείνην τὴν ἡλικίαν, ὅτ’ ἔγραφον περὶ τὴν
αὐτὴν ὑπόθεσιν ταύτην. [84] τότε μὲν γὰρ παρεκελευόμην
τοῖς ἀκουσομένοις καταγελᾶν μου καὶ καταφρονεῖν, ἢν μὴ
καὶ τῶν πραγμάτων καὶ τῆς δόξης τῆς ἐμαυτοῦ καὶ τοῦ
χρόνου τοῦ περὶ τὸν λόγον διατριφθέντος ἀξίως φαίνωμαι
διεξιών· νῦν δὲ φοβοῦμαι μὴ πάντων τῶν προειρημένων
πολὺ καταδεέστερον τύχω διαλεχθείς. καὶ γὰρ πρὸς τοῖς
ἄλλοις ὁ λόγος ὁ πανηγυρικός, ὁ τοὺς ἄλλους τοὺς περὶ τὴν
φιλοσοφίαν διατρίβοντας εὐπορωτέρους ποιήσας, ἐμοὶ
πολλὴν ἀπορίαν παρέσχηκεν· οὔτε γὰρ ταὐτὰ βούλομαι
λέγειν τοῖς ἐν ἐκείνῳ γεγραμμένοις, οὔτ’ ἔτι καινὰ δύναμαι
ζητεῖν. [85] οὐ μὴν ἀποστατέον ἐστίν, ἀλλὰ λεκτέον
περὶ ὧν ὑπεθέμην, ὅ τι ἂν ὑποπέσῃ καὶ συμφέρῃ πρὸς
τὸ πεῖσαί σε ταῦτα πράττειν. καὶ γὰρ ἢν ἐλλίπω τι καὶ μὴ
δυνηθῶ τὸν αὐτὸν τρόπον γράψαι τοῖς πρότερον ἐκδεδο-
μένοις, ἀλλ’ οὖν ὑπογράψειν γ’ οἶμαι χαριέντως τοῖς ἐξερ-
γάζεσθαι καὶ διαπονεῖν δυναμένοις.
[86] Τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου τοῦ σύμπαντος οἶμαι
πεποιῆσθαι ταύτην, ἥν περ προσήκει τοὺς ἐπὶ τὴν Ἀσίαν
πείθοντας στρατεύειν. δεῖ γὰρ μηδὲν πρότερον πράττειν,
πρὶν ἂν λάβῃ τις τοὺς Ἕλληνας δυοῖν θἄτερον, ἢ συναγω-
νιζομένους ἢ πολλὴν εὔνοιαν ἔχοντας τοῖς πραττομένοις.
ὧν Ἀγησίλαος ὁ δόξας εἶναι Λακεδαιμονίων φρονιμώ-
τατος ὠλιγώρησεν, οὐ διὰ κακίαν, ἀλλὰ διὰ φιλοτιμίαν.
[87] ἔσχε γὰρ διττὰς ἐπιθυμίας, καλὰς μὲν ἀμφοτέρας, οὐ
συμφωνούσας δ’ ἀλλήλαις οὐδ’ ἅμα πράττεσθαι δυναμένας.
προῃρεῖτο γὰρ βασιλεῖ τε πολεμεῖν, καὶ τοὺς ἑταίρους εἰς
τὰς πόλεις τὰς αὑτῶν καταγαγεῖν καὶ κυρίους ποιῆσαι τῶν
πραγμάτων. συνέβαινεν οὖν ἐκ μὲν τῆς πραγματείας τῆς
ὑπὲρ τῶν ἑταίρων ἐν κακοῖς καὶ κινδύνοις εἶναι τοὺς
Ἕλληνας, διὰ δὲ τὴν ταραχὴν τὴν ἐνθάδε γιγνομένην μὴ
σχολὴν ἄγειν μηδὲ δύνασθαι πολεμεῖν τοῖς βαρβάροις.
[88] ὥστ’ ἐκ τῶν ἀγνοηθέντων κατ’ ἐκεῖνον τὸν χρόνον
ῥᾴδιον καταμαθεῖν ὅτι δεῖ τοὺς ὀρθῶς βουλευομένους μὴ
πρότερον ἐκφέρειν πρὸς βασιλέα πόλεμον, πρὶν ἂν διαλλά-
ξῃ τις τοὺς Ἕλληνας καὶ παύσῃ τῆς μανίας τῆς νῦν αὐτοῖς
ἐνεστώσης· ἅ περ καὶ σοὶ συμβεβουλευκότες τυγχάνομεν.
|