Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΡΟΣ ΝΙΚΟΚΛΕΑ

ΙΣΟΚΡ 2.15–26

(ΙΣΟΚΡ 2.15–35: Συμβουλές για μια χρηστή διακυβέρνηση) Ο ενδεδειγμένος τρόπος άσκησης της εξουσίας
Μετά το προοίμιον (2.1–8) ο ρήτορας πέρασε στις συμβουλές του περί χρηστής διακυβέρνησης προς τον νεαρό διάδοχο του κυπριακού θρόνου, τον Νικοκλή. Αφού καθόρισε πώς οφείλει να προετοιμάσει την ψυχή και τη διάνοιά του όποιος πρόκειται να αναλάβει την εξουσία σε μια πόλη, συνεχίζει:

    [15] Ἄρχεσθαι μὲν οὖν ἐντεῦθεν χρὴ τοὺς μέλλοντάς τι
τῶν δεόντων ποιήσειν, πρὸς δὲ τούτοις φιλάνθρωπον εἶναι
δεῖ καὶ φιλόπολιν· οὔτε γὰρ ἵππων οὔτε κυνῶν οὔτ’ ἀνδρῶν
οὔτ’ ἄλλου πράγματος οὐδενὸς οἷόν τε καλῶς ἄρχειν, ἂν
μή τις χαίρῃ τούτοις ὧν αὐτὸν δεῖ ποιεῖσθαι τὴν ἐπιμέ-
λειαν. μελέτω σοι τοῦ πλήθους, καὶ περὶ παντὸς ποιοῦ
κεχαρισμένως αὐτοῖς ἄρχειν, [16] γιγνώσκων ὅτι καὶ τῶν
ὀλιγαρχιῶν καὶ τῶν ἄλλων πολιτειῶν αὗται πλεῖστον χρόνον
διαμένουσιν, αἵ τινες ἂν ἄριστα τὸ πλῆθος θεραπεύωσιν.
καλῶς δὲ δημαγωγήσεις, ἐὰν μήθ’ ὑβρίζειν τὸν ὄχλον ἐᾷς
μήθ’ ὑβριζόμενον περιορᾷς, ἀλλὰ σκοπῇς ὅπως οἱ βέλτι-
στοι μὲν τὰς τιμὰς ἕξουσιν, οἱ δ’ ἄλλοι μηδὲν ἀδικήσονται·
ταῦτα γὰρ στοιχεῖα πρῶτα καὶ μέγιστα χρηστῆς πολιτείας
ἐστίν.

    [17] Τῶν προσταγμάτων καὶ τῶν ἐπιτηδευμάτων
κίνει καὶ μετατίθει τὰ μὴ καλῶς καθεστῶτα, καὶ μάλιστα
μὲν εὑρετὴς γίγνου τῶν βελτίστων, εἰ δὲ μή, μιμοῦ τὰ παρὰ
τοῖς ἄλλοις ὀρθῶς ἔχοντα. ζήτει νόμους τὸ μὲν σύμπαν
δικαίους καὶ συμφέροντας καὶ σφίσιν αὐτοῖς ὁμολογουμέ-
νους, πρὸς δὲ τούτοις οἵ τινες τὰς μὲν ἀμφισβητήσεις ὡς
ἐλαχίστας τὰς δὲ διαλύσεις ὡς οἷόν τε ταχίστας τοῖς
πολίταις ποιοῦσι· ταῦτα γὰρ ἅπαντα προσεῖναι δεῖ τοῖς
καλῶς κειμένοις νόμοις. [18] τὰς μὲν ἐργασίας αὐτοῖς
καθίστη κερδαλέας, τὰς δὲ πραγματείας ἐπιζημίους, ἵνα
τὰς μὲν φεύγωσιν πρὸς δὲ τὰς προθυμότερον ἔχωσιν. τὰς
κρίσεις ποιοῦ περὶ ὧν ἂν πρὸς ἀλλήλους ἀμφισβητῶσι, μὴ
πρὸς χάριν μηδ’ ἐναντίας ἀλλήλαις, ἀλλ’ ἀεὶ ταὐτὰ περὶ
τῶν αὐτῶν γίγνωσκε· καὶ γὰρ πρέπει καὶ συμφέρει τὴν τῶν
βασιλέων γνώμην ἀκινήτως ἔχειν περὶ τῶν δικαίων, ὥσπερ
τοὺς νόμους τοὺς καλῶς κειμένους. [19] οἴκει τὴν πόλιν
ὁμοίως ὥσπερ τὸν πατρῷον οἶκον, ταῖς μὲν κατασκευαῖς
λαμπρῶς καὶ βασιλικῶς, ταῖς δὲ πράξεσιν ἀκριβῶς, ἵν’ εὐδο-
κιμῇς ἅμα καὶ διαρκῇς. τὴν μεγαλοπρέπειαν ἐπιδείκνυσο
μηδ’ ἐν μιᾷ τῶν πολυτελειῶν τῶν εὐθὺς ἀφανιζομένων,
ἀλλ’ ἔν τε τοῖς προειρημένοις καὶ τῷ κάλλει τῶν κτημάτων
καὶ ταῖς τῶν φίλων εὐεργεσίαις· τὰ γὰρ τοιαῦτα τῶν ἀνα-
λωμάτων αὐτῷ τε σοὶ παραμενεῖ, καὶ τοῖς ἐπιγιγνομένοις
πλείονος ἄξια τῶν δεδαπανημένων καταλείψεις.

    [20] Τὰ μὲν πρὸς τοὺς θεοὺς ποίει μὲν ὡς οἱ πρόγονοι
κατέδειξαν, ἡγοῦ δὲ θῦμα τοῦτο κάλλιστον εἶναι καὶ θερα-
πείαν μεγίστην, ἂν ὡς βέλτιστον καὶ δικαιότατον σαυτὸν
παρέχῃς· μᾶλλον γὰρ ἐλπὶς τοὺς τοιούτους ἢ τοὺς ἱερεῖα
πολλὰ καταβάλλοντας πράξειν τι παρὰ τῶν θεῶν ἀγαθόν.
τίμα ταῖς μὲν ἀρχαῖς τῶν φίλων τοὺς οἰκειοτάτους, ταῖς δ’
ἀληθείαις αὐταῖς τοὺς εὐνουστάτους. [21] φυλακὴν ἀσφαλε-
στάτην ἡγοῦ τοῦ σώματος εἶναι τήν τε τῶν φίλων ἀρετὴν καὶ
τὴν τῶν πολιτῶν εὔνοιαν καὶ τὴν σαυτοῦ φρόνησιν· διὰ γὰρ
τούτων καὶ κτᾶσθαι καὶ σῴζειν τὰς τυραννίδας μάλιστ’ ἄν τις
δύναιτο. κήδου τῶν οἴκων τῶν πολιτικῶν, καὶ νόμιζε καὶ τοὺς
δαπανῶντας ἀπὸ τῶν σῶν ἀναλίσκειν καὶ τοὺς ἐργαζομένους
τὰ σὰ πλείω ποιεῖν· ἅπαντα γὰρ τὰ τῶν οἰκούντων τὴν πόλιν
οἰκεῖα τῶν καλῶς βασιλευόντων ἐστί. [22] διὰ παντὸς τοῦ
χρόνου τὴν ἀλήθειαν οὕτω φαίνου προτιμῶν, ὥστε πιστοτέ-
ρους εἶναι τοὺς σοὺς λόγους μᾶλλον ἢ τοὺς τῶν ἄλλων ὅρκους.
ἅπασι μὲν τοῖς ξένοις ἀσφαλῆ τὴν πόλιν πάρεχε καὶ πρὸς τὰ
συμβόλαια νόμιμον, περὶ πλείστου δὲ ποιοῦ τῶν ἀφικνουμένων
μὴ τοὺς σοὶ δωρεὰς ἄγοντας, ἀλλὰ τοὺς παρὰ σοῦ λαμβάνειν
ἀξιοῦντας· τιμῶν γὰρ τοὺς τοιούτους μᾶλλον παρὰ τοῖς ἄλλοις
εὐδοκιμήσεις. [23] τοὺς πολλοὺς φόβους ἐξαίρει τῶν πολιτῶν,
καὶ μὴ βούλου περιδεεῖς εἶναι τοὺς μηδὲν ἀδικοῦντας· ὅπως
γὰρ ἂν τοὺς ἄλλους πρὸς σαυτὸν διαθῇς, οὕτω καὶ σὺ πρὸς
ἐκείνους ἕξεις. ποίει μὲν μηδὲν μετ’ ὀργῆς, δόκει δὲ τοῖς ἄλλοις,
ὅταν σοι καιρὸς ᾖ. δεινὸς μὲν φαίνου τῷ μηδέν σε λανθάνειν
τῶν γιγνομένων, πρᾶος δὲ τῷ τὰς τιμωρίας ἐλάττους ποιεῖσθαι
τῶν ἁμαρτανομένων.

    [24] Ἀρχικὸς εἶναι βούλου μὴ χαλεπότητι μηδὲ τῷ σφόδρα
κολάζειν, ἀλλὰ τῷ πάντας ἡττᾶσθαι τῆς σῆς διανοίας καὶ νο-
μίζειν ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἄμεινον ἑαυτῶν σὲ βουλεύε-
σθαι. πολεμικὸς μὲν ἴσθι ταῖς ἐπιστήμαις καὶ ταῖς παρασκευ-
αῖς, εἰρηνικὸς δὲ τῷ μηδὲν παρὰ τὸ δίκαιον πλεονεκτεῖν. οὕτως
ὁμίλει τῶν πόλεων πρὸς τὰς ἥττους, ὥσπερ ἂν τὰς κρείττους
πρὸς ἑαυτὸν ἀξιώσειας. [25] φιλονίκει μὴ περὶ πάντων, ἀλλὰ
περὶ ὧν κρατήσαντί σοι μέλλει συνοίσειν. φαύλους ἡγοῦ μὴ
τοὺς συμφερόντως ἡττωμένους, ἀλλὰ τοὺς μετὰ βλάβης περι-
γιγνομένους. μεγαλόφρονας νόμιζε μὴ τοὺς μείζω περιβαλ-
λομένους ὧν οἷοί τ’ εἰσὶ κατασχεῖν, ἀλλὰ τοὺς καλῶν μὲν ἐφ-
ιεμένους, ἐξεργάζεσθαι δὲ δυναμένους οἷς ἂν ἐπιχειρῶσιν.
[26] ζήλου μὴ τοὺς μεγίστην ἀρχὴν κτησαμένους, ἀλλὰ τοὺς
ἄριστα τῇ παρούσῃ χρησαμένους, καὶ νόμιζε τελέως εὐδαιμο-
νήσειν οὐκ ἐὰν πάντων ἀνθρώπων μετὰ φόβων καὶ κινδύνων
καὶ κακίας ἄρξῃς, ἀλλ’ ἂν τοιοῦτος ὢν οἷον χρὴ καὶ πράττων
ὥσπερ ἐν τῷ παρόντι μετρίων ἐπιθυμῇς καὶ μηδενὸς τούτων
ἀτυχῇς.