[56] Ὑπὲρ ὧν ἅπαντας ὑμᾶς ἱκετεύομεν ἀποδοῦναι τὴν
χώραν ἡμῖν καὶ τὴν πόλιν, τοὺς μὲν πρεσβυτέρους ὑπομι-
μνῄσκοντες, ὡς οἰκτρὸν τοὺς τηλικούτους ὁρᾶσθαι δυστυ-
χοῦντας καὶ τῶν καθ’ ἡμέραν ἀποροῦντας, τοὺς δὲ νεωτέ-
ρους ἀντιβολοῦντες καὶ δεόμενοι βοηθῆσαι τοῖς ἡλικιώταις
καὶ μὴ περιιδεῖν ἔτι πλείω κακὰ τῶν εἰρημένων παθόντας.
[57] ὀφείλετε δὲ μόνοι τῶν Ἑλλήνων τοῦτον τὸν ἔρανον,
ἀναστάτοις ἡμῖν γενομένοις ἐπαμῦναι. καὶ γὰρ τοὺς ἡμε-
τέρους προγόνους φασὶν ἐκλιπόντων τῶν ὑμετέρων πατέ-
ρων ἐν τῷ Περσικῷ πολέμῳ ταύτην τὴν χώραν μόνους
τῶν ἔξω Πελοποννήσου κοινωνοὺς ἐκείνοις τῶν κινδύνων
γενομένους συνανασῶσαι τὴν πόλιν αὐτοῖς· ὥστε δικαίως
ἂν τὴν αὐτὴν εὐεργεσίαν ἀπολάβοιμεν ἥνπερ αὐτοὶ τυγχά-
νομεν εἰς ὑμᾶς ὑπάρξαντες.
[58] Εἰ δ’ οὖν καὶ μηδὲν ὑμῖν τῶν σωμάτων τῶν ἡμε-
τέρων δέδοκται φροντίζειν, ἀλλὰ τήν γε χώραν οὐ πρὸς
ὑμῶν ἐστὶν ἀνέχεσθαι πεπορθημένην, ἐν ᾗ μέγιστα ση-
μεῖα τῆς ἀρετῆς τῆς ὑμετέρας καὶ τῶν ἄλλων τῶν συναγω-
νισαμένων καταλείπεται· [59] τὰ μὲν γὰρ ἄλλα τρόπαια
πόλει πρὸς πόλιν γέγονεν, ἐκεῖνα δ’ ὑπὲρ ἁπάσης τῆς Ἑλ-
λάδος πρὸς ὅλην τὴν ἐκ τῆς Ἀσίας δύναμιν ἕστηκεν. ἃ
Θηβαῖοι μὲν εἰκότως ἀφανίζουσι, τὰ γὰρ μνημεῖα τῶν
τότε γενομένων αἰσχύνη τούτοις ἐστίν, ὑμῖν δὲ προσήκει
διασῴζειν· ἐξ ἐκείνων γὰρ τῶν ἔργων ἡγεμόνες κατέστητε
τῶν Ἑλλήνων. [60] ἄξιον δὲ καὶ τῶν θεῶν καὶ τῶν ἡρώων
μνησθῆναι τῶν ἐκεῖνον τὸν τόπον κατεχόντων καὶ μὴ
περιορᾶν τὰς τιμὰς αὐτῶν καταλυομένας, οἷς ὑμεῖς καλ-
λιερησάμενοι τοιοῦτον ὑπέστητε κίνδυνον, ὃς καὶ τούτους
καὶ τοὺς ἄλλους ἅπαντας Ἕλληνας ἠλευθέρωσεν. χρὴ δὲ
καὶ τῶν προγόνων ποιήσασθαί τινα πρόνοιαν καὶ μὴ παρα-
μελῆσαι μηδὲ τῆς περὶ ἐκείνους εὐσεβείας, [61] οἳ πῶς ἂν
διατεθεῖεν, εἴ τις ἄρα τοῖς ἐκεῖ φρόνησίς ἐστι περὶ τῶν
ἐνθάδε γιγνομένων, εἰ κυρίων ὑμῶν ὄντων αἴσθοιντο τοὺς
μὲν δουλεύειν τοῖς βαρβάροις ἀξιώσαντας δεσπότας τῶν
ἄλλων καθισταμένους, ἡμᾶς δὲ τοὺς ὑπὲρ τῆς ἐλευθερίας
συναγωνισαμένους μόνους τῶν Ἑλλήνων ἀναστάτους
γεγενημένους, καὶ τοὺς μὲν τῶν συγκινδυνευσάντων
τάφους μὴ τυγχάνοντας τῶν νομιζομένων σπάνει τῶν
ἐποισόντων, Θηβαίους δὲ τοὺς τἀναντία παραταξαμένους
κρατοῦντας τῆς χώρας ἐκείνης; [62] ἐνθυμεῖσθε δ’ ὅτι Λα-
κεδαιμονίων μεγίστην ἐποιεῖσθε κατηγορίαν, ὅτι Θηβαίοις
χαριζόμενοι τοῖς τῶν Ἑλλήνων προδόταις ἡμᾶς τοὺς εὐερ-
γέτας διέφθειραν. μὴ τοίνυν ἐάσητε ταύτας τὰς βλασφη-
μίας περὶ τὴν ὑμετέραν γενέσθαι πόλιν, μηδὲ τὴν ὕβριν
τὴν τούτων ἀντὶ τῆς παρούσης ἕλησθε δόξης.
[63] Πολλῶν δ’ ἐνόντων εἰπεῖν ἐξ ὧν ἄν τις ὑμᾶς ἐπα-
γάγοι τὸ μᾶλλον φροντίσαι τῆς ἡμετέρας σωτηρίας οὐ δύνα-
μαι πάντα περιλαβεῖν, ἀλλ’ αὐτοὺς χρὴ καὶ τὰ παραλελειμ-
μένα συνιδόντας καὶ μνησθέντας μάλιστα μὲν τῶν ὅρκων
καὶ τῶν συνθηκῶν, ἔπειτα δὲ καὶ τῆς ἡμετέρας εὐνοίας
καὶ τῆς τούτων ἔχθρας, ψηφίσασθαί τι περὶ ἡμῶν δίκαιον.
|