Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΕΡΙ ΕΙΡΗΝΗΣ

ΙΣΟΚΡ 8.116–135

(ΙΣΟΚΡ 8. Πίστις: §17–144) Η αξία της σωφροσύνης: η περίπτωση των Μεγάρων – Η φαυλότητα των Αθηναίων δημαγωγών – Προτεινόμενα μέτρα για επανόρθωση της κατάστασης

    [116] Ἢν οὖν ἐμοὶ πεισθῆτε, παυσάμενοι τοῦ παντά-
πασιν εἰκῇ βουλεύεσθαι προσέξετε τὸν νοῦν ὑμῖν αὐτοῖς
καὶ τῇ πόλει, καὶ φιλοσοφήσετε καὶ σκέψεσθε τί τὸ
ποιῆσάν ἐστι τὼ πόλη τούτω, λέγω δὲ τὴν ἡμετέραν καὶ
τὴν Λακεδαιμονίων, ἐκ ταπεινῶν μὲν πραγμάτων ἑκατέραν
ὁρμηθεῖσαν ἄρξαι τῶν Ἑλλήνων, ἐπεὶ δ’ ἀνυπέρβλητον
τὴν δύναμιν ἔλαβον, περὶ ἀνδραποδισμοῦ κινδυνεῦσαι·
[117] καὶ διὰ τίνας αἰτίας Θετταλοὶ μέν, μεγίστους πλού-
τους παραλαβόντες καὶ χώραν ἀρίστην καὶ πλείστην
ἔχοντες εἰς ἀπορίαν καθεστήκασιν, Μεγαρεῖς δέ, μικρῶν
αὐτοῖς καὶ φαύλων τῶν ἐξ ἀρχῆς ὑπαρξάντων, καὶ γῆν
μὲν οὐκ ἔχοντες οὐδὲ λιμένας οὐδ’ ἀργυρεῖα, πέτρας δὲ
γεωργοῦντες, μεγίστους οἴκους τῶν Ἑλλήνων κέκτηνται·
[118] κἀκείνων μὲν τὰς ἀκροπόλεις ἄλλοι τινὲς ἀεὶ κατέ-
χουσιν, ὄντων αὐτοῖς πλέον τρισχιλίων ἱππέων καὶ
πελταστῶν ἀναριθμήτων, οὗτοι δὲ μικρὰν δύναμιν ἔχοντες
τὴν αὑτῶν ὅπως βούλονται διοικοῦσιν· καὶ πρὸς τούτοις
οἱ μὲν σφίσιν αὐτοῖς πολεμοῦσιν, οὗτοι δὲ μεταξὺ Πελο-
ποννησίων καὶ Θηβαίων καὶ τῆς ἡμετέρας πόλεως
οἰκοῦντες εἰρήνην ἄγοντες διατελοῦσιν. [119] ἢν γὰρ
ταῦτα καὶ τὰ τοιαῦτα διεξίητε πρὸς ὑμᾶς αὐτούς,
εὑρήσετε τὴν μὲν ἀκολασίαν καὶ τὴν ὕβριν τῶν κακῶν
αἰτίαν γιγνομένην, τὴν δὲ σωφροσύνην τῶν ἀγαθῶν.

    Ἣν ὑμεῖς ἐπὶ μὲν τῶν ἰδιωτῶν ἐπαινεῖτε, καὶ νομίζετε
τοὺς ταύτῃ χρωμένους ἀσφαλέστατα ζῆν καὶ βελτίστους εἶναι
τῶν πολιτῶν, τὸ δὲ κοινὸν ἡμῶν οὐκ οἴεσθε δεῖν τοιοῦτον
παρασκευάζειν. [120] καίτοι προσήκει τὰς ἀρετὰς ἀσκεῖν
καὶ τὰς κακίας φεύγειν πολὺ μᾶλλον ταῖς πόλεσιν ἢ τοῖς
ἰδιώταις. ἀνὴρ μὲν γὰρ ἀσεβὴς καὶ πονηρὸς τυχὸν ἂν
φθάσειε τελευτήσας πρὶν δοῦναι δίκην τῶν ἡμαρτημένων·
αἱ δὲ πόλεις διὰ τὴν ἀθανασίαν ὑπομένουσι καὶ τὰς παρὰ
τῶν ἀνθρώπων καὶ τὰς παρὰ τῶν θεῶν τιμωρίας.

    [121] Ὧν ἐνθυμουμένους χρὴ μὴ προσέχειν τὸν νοῦν
τοῖς ἐν τῷ παρόντι μὲν χαριζομένοις, τοῦ δὲ μέλλοντος
χρόνου μηδεμίαν ἐπιμέλειαν ποιουμένοις, μηδὲ τοῖς φιλεῖν
μὲν τὸν δῆμον φάσκουσιν, ὅλην δὲ τὴν πόλιν λυμαινομέ-
νοις· ὡς καὶ πρότερον, ἐπειδὴ παρέλαβον οἱ τοιοῦτοι
τὴν ἐπὶ τοῦ βήματος δυναστείαν, εἰς τοσαύτην ἄνοιαν
προήγαγον τὴν πόλιν, ὥστε παθεῖν αὐτὴν οἷά περ ὀλίγῳ
πρότερον ὑμῖν διηγησάμην.

    [122] Ἃ καὶ πάντων μάλιστ’ ἄν τις θαυμάσειεν,
ὅτι προχειρίζεσθε δημαγωγοὺς οὐ τοὺς τὴν αὐτὴν
γνώμην ἔχοντας τοῖς μεγάλην τὴν πόλιν ποιήσασιν,
ἀλλὰ τοὺς ὅμοια καὶ λέγοντας καὶ πράττοντας τοῖς
ἀπολέσασιν αὐτήν, καὶ ταῦτ’ εἰδότες οὐ μόνον ἐν τῷ
ποιῆσαι τὴν πόλιν εὐδαίμονα τοὺς χρηστοὺς τῶν πονηρῶν
διαφέροντας, [123] ἀλλὰ καὶ τὴν δημοκρατίαν ἐπὶ μὲν
ἐκείνων ἐν πολλοῖς ἔτεσιν οὔτε κινηθεῖσαν οὔτε μεταστᾶσαν,
ἐπὶ δὲ τούτων ἐν ὀλίγῳ χρόνῳ δὶς ἤδη καταλυθεῖσαν, καὶ τὰς
φυγὰς καὶ τὰς ἐπὶ τῶν τυράννων καὶ τὰς ἐπὶ τῶν τριά-
κοντα γενομένας οὐ διὰ τοὺς συκοφάντας κατελθούσας,
ἀλλὰ διὰ τοὺς μισοῦντας τοὺς τοιούτους καὶ μεγίστην ἐπ’
ἀρετῇ δόξαν ἔχοντας.

    [124] Ἀλλ’ ὅμως τηλικούτων ἡμῖν ὑπομνημάτων
καταλελειμμένων ὡς ἐφ’ ἑκατέρων αὐτῶν ἡ πόλις
ἔπραττεν, οὕτω χαίρομεν ταῖς τῶν ῥητόρων πονηρίαις,
ὥσθ’ ὁρῶντες διὰ τὸν πόλεμον καὶ τὰς ταραχάς, ἃς
οὗτοι πεποιήκασι, τῶν μὲν ἄλλων πολιτῶν πολλοὺς ἐκ
τῶν πατρῴων ἐκπεπτωκότας, τούτους δ’ ἐκ πενήτων
πλουσίους γεγενημένους, οὐκ ἀγανακτοῦμεν οὐδὲ φθονοῦ-
μεν ταῖς εὐπραγίαις αὐτῶν, [125] ἀλλ’ ὑπομένομεν τὴν
μὲν πόλιν διαβολὰς ἔχουσαν ὡς λυμαίνεται καὶ δασμολογεῖ
τοὺς Ἕλληνας, τούτους δὲ τὰς ἐπικαρπίας λαμβάνοντας,
καὶ τὸν μὲν δῆμον, ὅν φασιν οὗτοι δεῖν τῶν ἄλλων ἄρχειν,
χεῖρον πράττοντα τῶν ταῖς ὀλιγαρχίαις δουλευόντων, οἷς
δ’ οὐδὲν ὑπῆρχεν ἀγαθόν, τούτους δὲ διὰ τὴν ἄνοιαν τὴν
ἡμετέραν ἐκ ταπεινῶν εὐδαιμονεστέρους γεγενημένους.
[126] καίτοι Περικλῆς ὁ πρὸ τῶν τοιούτων δημαγωγὸς
καταστάς, παραλαβὼν τὴν πόλιν χεῖρον μὲν φρονοῦσαν ἢ
πρὶν κατασχεῖν τὴν ἀρχήν, ἔτι δ’ ἀνεκτῶς πολιτευομένην,
οὐκ ἐπὶ τὸν ἴδιον χρηματισμὸν ὥρμησεν, ἀλλὰ τὸν μὲν
οἶκον ἐλάττω τὸν αὑτοῦ κατέλιπεν ἢ παρὰ τοῦ πατρὸς
παρέλαβεν, εἰς δὲ τὴν ἀκρόπολιν ἀνήγαγεν ὀκτακισχίλια
τάλαντα χωρὶς τῶν ἱερῶν. [127] οὗτοι δὲ τοσοῦτον ἐκεί-
νου διενηνόχασιν, ὥστε λέγειν μὲν τολμῶσιν ὡς διὰ τὴν
τῶν κοινῶν ἐπιμέλειαν οὐ δύνανται τοῖς αὑτῶν ἰδίοις προσ-
έχειν τὸν νοῦν, φαίνεται δὲ τὰ μὲν ἀμελούμενα τοσαύτην
εἰληφότα τὴν ἐπίδοσιν, ὅσην οὐδ’ ἂν εὔξασθαι τοῖς θεοῖς
πρότερον ἠξίωσαν, τὸ δὲ πλῆθος ἡμῶν, οὗ κήδεσθαί φασιν,
οὕτω διακείμενον ὥστε μηδένα τῶν πολιτῶν ἡδέως ζῆν
μηδὲ ῥᾳθύμως, ἀλλ’ ὀδυρμῶν μεστὴν εἶναι τὴν πόλιν.
[128] οἱ μὲν γὰρ τὰς πενίας καὶ τὰς ἐνδείας ἀναγκάζονται
διεξιέναι καὶ θρηνεῖν πρὸς σφᾶς αὐτούς, οἱ δὲ τὸ πλῆθος
τῶν προσταγμάτων καὶ τῶν λειτουργιῶν καὶ τὰ κακὰ τὰ
περὶ τὰς συμμορίας καὶ τὰς ἀντιδόσεις· ἃ τοιαύτας
ἐμποιεῖ λύπας, ὥστ’ ἄλγιον ζῆν τοὺς τὰς οὐσίας κεκτη-
μένους ἢ τοὺς συνεχῶς πενομένους.

    [129] Θαυμάζω δ’ εἰ μὴ δύνασθε συνιδεῖν ὅτι
γένος οὐδέν ἐστι κακονούστερον τῷ πλήθει πονηρῶν
ῥητόρων καὶ δημαγωγῶν· πρὸς γὰρ τοῖς ἄλλοις κακοῖς
καὶ τῶν κατὰ τὴν ἡμέραν ἑκάστην ἀναγκαίων οὗτοι
μάλιστα βούλονται σπανίζειν ἡμᾶς, ὁρῶντες τοὺς μὲν
ἐκ τῶν ἰδίων δυναμένους τὰ σφέτερ’ αὐτῶν διοικεῖν τῆς
πόλεως ὄντας καὶ τῶν τὰ βέλτιστα λεγόντων, [130] τοὺς
δ’ ἀπὸ τῶν δικαστηρίων ζῶντας καὶ τῶν ἐκκλησιῶν καὶ τῶν
ἐντεῦθεν λημμάτων ὑφ’ αὑτοῖς διὰ τὴν ἔνδειαν ἠναγκασ-
μένους εἶναι, καὶ πολλὴν χάριν ἔχοντας ταῖς εἰσαγγελίαις
καὶ ταῖς γραφαῖς καὶ ταῖς ἄλλαις συκοφαντίαις ταῖς δι’
αὑτῶν γιγνομέναις. [131] ἐν οὖν ταῖς ἀπορίαις, ἐν αἷς
δυναστεύουσιν, ἐν ταύταις ἥδιστ’ ἂν ἴδοιεν ἅπαντας ὄντας
τοὺς πολίτας. τεκμήριον δὲ μέγιστον· οὐ γὰρ τοῦτο σκο-
ποῦσιν, ἐξ οὗ τρόπου τοῖς δεομένοις βίον ἐκποριοῦσιν, ἀλλ’
ὅπως τοὺς ἔχειν τι δοκοῦντας τοῖς ἀπόροις ἐξισώσουσιν.

    [132] Τίς οὖν ἀπαλλαγὴ γένοιτ’ ἂν τῶν κακῶν τῶν παρόν-
των; διείλεγμαι μὲν τὰ πλεῖστα περὶ αὐτῶν τούτων, οὐκ
ἐφεξῆς, ἀλλ’ ὡς ἕκαστον τῷ καιρῷ συνέπιπτεν· μᾶλλον δ’
ἂν ὑμῖν ἐγγένοιτο μνημονεύειν, εἰ συναγαγὼν τὰ μάλιστα
κατεπείγοντα πάλιν ἐπανελθεῖν αὐτὰ πειραθείην.

    [133] Ἔστιν δ’ ἐξ ὧν ἂν ἐπανορθώσαιμεν τὰ τῆς πόλεως
καὶ βελτίω ποιήσαιμεν, πρῶτον μὲν ἢν συμβούλους ποιώ-
μεθα τοιούτους περὶ τῶν κοινῶν, οἵους περ ἂν περὶ τῶν
ἰδίων ἡμῖν εἶναι βουληθεῖμεν, καὶ παυσώμεθα δημοτικοὺς
μὲν εἶναι νομίζοντες τοὺς συκοφάντας, ὀλιγαρχικοὺς δὲ
τοὺς καλοὺς κἀγαθοὺς τῶν ἀνδρῶν, γνόντες ὅτι φύσει μὲν
οὐδεὶς οὐδέτερον τούτων ἐστὶν, ἐν ᾗ δ’ ἂν ἕκαστοι τιμῶν-
ται, ταύτην βούλονται καθεστάναι τὴν πολιτείαν·
[134] δεύτερον δ’ ἢν ἐθελήσωμεν χρῆσθαι τοῖς
συμμάχοις ὁμοίως ὥσπερ τοῖς φίλοις, καὶ μὴ λόγῳ μὲν
αὐτονόμους ἀφιῶμεν, ἔργῳ δὲ τοῖς στρατηγοῖς αὐτοὺς ὅ τι
ἂν βούλωνται ποιεῖν ἐκδιδῶμεν, μηδὲ δεσποτικῶς ἀλλὰ
συμμαχικῶς αὐτῶν ἐπιστατῶμεν, ἐκεῖνο καταμαθόντες, ὅτι
μιᾶς μὲν ἑκάστης τῶν πόλεων κρείττους ἐσμέν, ἁπασῶν δ’
ἥττους· [135] τρίτον ἢν μηδὲν περὶ πλείονος ἡγῆσθε, μετά γε τὴν
περὶ τοὺς θεοὺς εὐσέβειαν, τοῦ παρὰ τοῖς Ἕλλησιν εὐδο-
κιμεῖν· τοῖς γὰρ οὕτω διακειμένοις ἑκόντες καὶ τὰς δυνα-
στείας καὶ τὰς ἡγεμονίας διδόασιν.