Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΕΡΙ ΕΙΡΗΝΗΣ

ΙΣΟΚΡ 8.95–115

(ΙΣΟΚΡ 8. Πίστις: §17–144) Οδυνηρές οι επιπτώσεις και για τους Σπαρτιάτες της επιδίωξης για ανάληψη ηγεμονικού ρόλου – Η φθοροποιός δύναμη της ηγεμονίας – Σύγκρισή της με την τυραννίδα

    [95] Μέγιστον δὲ τεκμήριον· οὐ γὰρ μόνον ἡμᾶς ἀλλὰ καὶ
τὴν Λακεδαιμονίων πόλιν διέφθειρεν, ὥστε τοῖς εἰθισμένοις
ἐπαινεῖν τὰς ἐκείνων ἀρετὰς οὐχ οἷόν τ’ ἐστὶν εἰπεῖν
τοῦτον τὸν λόγον, ὡς ἡμεῖς μὲν διὰ τὸ δημοκρατεῖσθαι
κακῶς ἐχρησάμεθα τοῖς πράγμασιν, εἰ δὲ Λακεδαιμόνιοι
ταύτην τὴν δύναμιν παρέλαβον, εὐδαίμονας ἂν καὶ τοὺς
ἄλλους καὶ σφᾶς αὐτοὺς ἐποίησαν. πολὺ γὰρ θᾶττον ἐν
ἐκείνοις ἐπεδείξατο τὴν φύσιν τὴν αὑτῆς· τὴν γὰρ
πολιτείαν, ἣν ἐν ἑπτακοσίοις ἔτεσιν οὐδεὶς οἶδεν οὔθ’
ὑπὸ κινδύνων οὔθ’ ὑπὸ συμφορῶν κινηθεῖσαν, ταύτην ἐν
ὀλίγῳ χρόνῳ σαλεῦσαι καὶ λυθῆναι παρὰ μικρὸν ἐποίησεν.
[96] ἀντὶ γὰρ τῶν καθεστώτων παρ’ αὐτοῖς ἐπιτηδευμά-
των τοὺς μὲν ἰδιώτας ἐνέπλησεν ἀδικίας, ῥᾳθυμίας,
ἀνομίας, φιλαργυρίας, τὸ δὲ κοινὸν τῆς πόλεως ὑπεροψίας
μὲν τῶν συμμάχων, ἐπιθυμίας δὲ τῶν ἀλλοτρίων, ὀλιγωρίας
δὲ τῶν ὅρκων καὶ τῶν συνθηκῶν. τοσοῦτον γὰρ ὑπερεβά-
λοντο τοὺς ἡμετέρους τοῖς εἰς τοὺς Ἕλληνας ἁμαρ-
τήμασιν, ὅσον πρὸς τοῖς πρότερον ὑπάρχουσιν σφαγὰς
καὶ στάσεις ἐν ταῖς πόλεσιν ἐποίησαν, ἐξ ὧν ἀειμνήστους
τὰς ἔχθρας πρὸς ἀλλήλους ἕξουσιν. [97] οὕτω δὲ φιλο-
πολέμως καὶ φιλοκινδύνως διετέθησαν, τὸν ἄλλον χρόνον
πρὸς τὰ τοιαῦτα πεφυλαγμένως μᾶλλον τῶν ἄλλων
ἔχοντες, ὥστε οὐδὲ τῶν συμμάχων οὐδὲ τῶν εὐεργετῶν
ἀπέσχοντο τῶν σφετέρων αὐτῶν, ἀλλὰ βασιλέως μὲν
αὐτοῖς εἰς τὸν πρὸς ἡμᾶς πόλεμον πλέον ἢ πεντακισχίλια
τάλαντα παρασχόντος, Χίων δὲ προθυμότατα πάντων τῶν
συμμάχων τῷ ναυτικῷ συγκινδυνευσάντων, [98] Θηβαίων
δὲ μεγίστην δύναμιν εἰς τὸ πεζὸν συμβαλομένων, οὐκ
ἔφθασαν τὴν ἀρχὴν κατασχόντες, καὶ Θηβαίοις μὲν εὐθὺς
ἐπεβούλευσαν, ἐπὶ δὲ τὸν βασιλέα Κλέαρχον καὶ στρατιὰν
ἀνέπεμψαν, Χίων δὲ τοὺς μὲν πρώτους τῶν πολιτῶν
ἐφυγάδευσαν, τὰς δὲ τριήρεις ἐκ τῶν νεωρίων ἐξελκύσαντες
ἁπάσας ᾤχοντο λαβόντες.

    [99] Οὐκ ἐξήρκεσε δ’ αὐτοῖς ταῦτ’ ἐξαμαρτεῖν,
ἀλλὰ περὶ τοὺς αὐτοὺς χρόνους ἐπόρθουν μὲν τὴν
ἤπειρον, ὕβριζον δὲ τὰς νήσους, ἀνῄρουν δὲ τὰς
ἐν Ἰταλίᾳ καὶ Σικελίᾳ πολιτείας καὶ τυράννους καθίστα-
σαν, ἐλυμαίνοντο δὲ τὴν Πελοπόννησον καὶ μεστὴν
στάσεων καὶ πολέμων ἐποίησαν. ἐπὶ ποίαν γὰρ τῶν
πόλεων οὐκ ἐστράτευσαν; ἢ περὶ τίνας αὐτῶν οὐκ
ἐξήμαρτον; [100] οὐκ Ἠλείων μὲν μέρος τι τῆς χώρας
ἀφείλοντο, τὴν δὲ γῆν τὴν Κορινθίων ἔτεμον, Μαντινέας
δὲ διῴκισαν, Φλειασίους δ’ ἐξεπολιόρκησαν, εἰς δὲ τὴν
Ἀργείαν εἰσέβαλον, οὐδὲν δ’ ἐπαύσαντο τοὺς μὲν ἄλλους
κακῶς ποιοῦντες, αὑτοῖς δὲ τὴν ἧτταν τὴν ἐν Λεύκτροις
παρασκευάζοντες;

    Ἥν φασί τινες αἰτίαν γεγενῆσθαι τῇ Σπάρτῃ
τῶν κακῶν, οὐκ ἀληθῆ λέγοντες· οὐ γὰρ διὰ ταύτην
ὑπὸ τῶν συμμάχων ἐμισήθησαν, ἀλλὰ διὰ τὰς ὕβρεις
τὰς ἐν τοῖς ἔμπροσθεν χρόνοις καὶ ταύτην ἡττήθη-
σαν καὶ περὶ τῆς αὑτῶν ἐκινδύνευσαν. [101] χρὴ δὲ τὰς
αἰτίας ἐπιφέρειν οὐ τοῖς κακοῖς τοῖς ἐπιγιγνομένοις,
ἀλλὰ τοῖς πρώτοις τῶν ἁμαρτημάτων ἐξ ὧν ἐπὶ τὴν
τελευτὴν ταύτην κατηνέχθησαν. ὥστε πολὺ ἄν τις
ἀληθέστερα τυγχάνοι λέγων, εἰ φαίη τότε τὴν ἀρχὴν
αὐτοῖς γεγενῆσθαι τῶν συμφορῶν, ὅτε τὴν ἀρχὴν τῆς
θαλάττης παρελάμβανον· ἐκτῶντο γὰρ δύναμιν οὐδὲν ὁμοίαν
τῇ πρότερον ὑπαρχούσῃ. [102] διὰ μὲν γὰρ τὴν κατὰ γῆν
ἡγεμονίαν καὶ τὴν εὐταξίαν καὶ τὴν καρτερίαν τὴν ἐν
αὐτῇ μελετωμένην ῥᾳδίως τῆς κατὰ θάλατταν δυνάμεως
ἐπεκράτησαν, διὰ δὲ τὴν ἀκολασίαν τὴν ὑπὸ ταύτης
τῆς ἀρχῆς αὐτοῖς ἐγγενομένην ταχέως κἀκείνης τῆς
ἡγεμονίας ἀπεστερήθησαν. οὐ γὰρ ἔτι τοὺς νόμους ἐφύ-
λαττον οὓς παρὰ τῶν προγόνων παρέλαβον, οὐδ’ ἐν τοῖς
ἤθεσιν ἔμενον οἷς πρότερον εἶχον, [103] ἀλλ’ ὑπολαβόντες
ἐξεῖναι ποιεῖν αὑτοῖς ὅ τι ἂν βουληθῶσιν, εἰς πολλὴν
ταραχὴν κατέστησαν.

    Οὐ γὰρ ᾔδεσαν τὴν ἐξουσίαν ἧς πάντες εὔχο-
νται τυχεῖν, ὡς δύσχρηστός ἐστιν, οὐδ’ ὡς παρα-
φρονεῖν ποιεῖ τοὺς ἀγαπῶντας αὐτήν, οὐδ’ ὅτι τὴν
φύσιν ὁμοίαν ἔχει ταῖς ἑταίραις ταῖς ἐρᾶν μὲν αὑτῶν
ποιούσαις, τοὺς δὲ χρωμένους ἀπολλυούσαις. [104] καί-
τοι φανερῶς ἐπιδέδεικται ταύτην ἔχουσα τὴν δύναμιν·
τοὺς γὰρ ἐν πλείσταις ἐξουσίαις γεγενημένους ἴδοι τις
ἂν ταῖς μεγίσταις συμφοραῖς περιπεπτωκότας, ἀρξαμέ-
νους ἀφ’ ἡμῶν καὶ Λακεδαιμονίων. αὗται γὰρ αἱ πόλεις
καὶ πολιτευόμεναι πρότερον σωφρονέστατα καὶ δόξαν
ἔχουσαι καλλίστην, ἐπειδὴ ταύτης ἔτυχον καὶ τὴν ἀρχὴν
ἔλαβον, οὐδὲν ἀλλήλων διήνεγκαν, ἀλλ’ ὥσπερ προσήκει
τοὺς ὑπὸ τῶν αὐτῶν ἐπιθυμιῶν καὶ τῆς αὐτῆς νόσου
διεφθαρμένους, καὶ ταῖς πράξεσιν ταῖς αὐταῖς ἐπεχείρη-
σαν καὶ τοῖς ἁμαρτήμασιν παραπλησίοις ἐχρήσαντο καὶ
τὸ τελευταῖον ὁμοίαις ταῖς συμφοραῖς περιέπεσον.
[105] ἡμεῖς τε γὰρ μισηθέντες ὑπὸ τῶν συμμάχων καὶ περὶ
ἀνδραποδισμοῦ κινδυνεύσαντες ὑπὸ Λακεδαιμονίων ἐσώ-
θημεν, ἐκεῖνοί τε πάντων αὐτοὺς ἀπολέσαι βουληθέντων
ἐφ’ ἡμᾶς καταφυγόντες δι’ ἡμῶν τῆς σωτηρίας ἔτυχον.
καίτοι πῶς χρὴ τὴν ἀρχὴν ταύτην ἐπαινεῖν τὴν τὰς
τελευτὰς οὕτω πονηρὰς ἔχουσαν; ἢ πῶς οὐ μισεῖν καὶ
φεύγειν τὴν πολλὰ καὶ δεινὰ ποιεῖν ἀμφοτέρας τὰς πόλεις
ἐπάρασαν καὶ παθεῖν ἀναγκάσασαν;

    [106] Οὐκ ἄξιον δὲ θαυμάζειν, εἰ τὸν ἄλλον χρόνον
ἐλάνθανεν ἅπαντας τοσούτων οὖσα κακῶν αἰτία τοῖς
ἔχουσιν αὐτήν, οὐδ’ εἰ περιμάχητος ἦν ὑφ’ ἡμῶν καὶ
Λακεδαιμονίων· εὑρήσετε γὰρ τοὺς πλείστους τῶν ἀνθρώ-
πων περὶ τὰς αἱρέσεις τῶν πραγμάτων ἁμαρτάνοντας,
καὶ πλείους μὲν ἐπιθυμίας ἔχοντας τῶν κακῶν ἢ τῶν
ἀγαθῶν, ἄμεινον δὲ βουλευομένους ὑπὲρ τῶν ἐχθρῶν ἢ
σφῶν αὐτῶν. [107] καὶ ταῦτ’ ἴδοι τις ἂν ἐπὶ τῶν μεγίσ-
των. τί γὰρ οὐχ οὕτω γέγονεν; οὐχ ἡμεῖς μὲν τοιαῦτα
προῃρούμεθα πράττειν, ἐξ ὧν Λακεδαιμόνιοι δεσπόται τῶν
Ἑλλήνων κατέστησαν, ἐκεῖνοι δ’ οὕτω κακῶς προὔστησαν
τῶν πραγμάτων, ὥσθ’ ἡμᾶς οὐ πολλοῖς ἔτεσιν ὕστερον
πάλιν ἐπιπολάσαι καὶ κυρίους γενέσθαι τῆς ἐκείνων σωτη-
ρίας; [108] οὐχ ἡ μὲν τῶν ἀττικιζόντων πολυπραγμοσύνη
λακωνίζειν τὰς πόλεις ἐποίησεν, ἡ δὲ τῶν λακωνιζόντων
ὕβρις ἀττικίζειν τὰς αὐτὰς ταύτας ἠνάγκασεν; οὐ διὰ
μὲν τὴν τῶν δημηγορούντων πονηρίαν αὐτὸς ὁ δῆμος
ἐπεθύμησεν τῆς ὀλιγαρχίας τῆς ἐπὶ τῶν τετρακοσίων
καταστάσης, διὰ δὲ τὴν τῶν τριάκοντα μανίαν ἅπαντες
δημοτικώτεροι γεγόναμεν τῶν Φυλὴν καταλαβόντων;
[109] ἀλλὰ γὰρ ἐπὶ τῶν ἐλαττόνων καὶ τοῦ βίου τοῦ καθ’
ἡμέραν ἐπιδείξειεν ἄν τις τοὺς πολλοὺς χαίροντας μὲν
καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἐπιτηδευμάτων τοῖς καὶ τὸ
σῶμα καὶ τὴν ψυχὴν βλάπτουσιν, ἐπίπονα δὲ καὶ χαλεπὰ
νομίζοντας ἀφ’ ὧν ἀμφότερα ταῦτ’ ἂν ὠφελοῖτο,
καὶ καρτερικοὺς εἶναι δοκοῦντας τοὺς ἐν τούτοις ἐμμέ-
νοντας. [110] οἵτινες οὖν, ἐν οἷς ἀεὶ ζῶσιν καὶ περὶ
ὧν αὐτοῖς μᾶλλον μέλει, τὰ χείρω φαίνονται προαιρού-
μενοι, τί θαυμαστὸν εἰ περὶ τῆς ἀρχῆς τῆς κατὰ θάλατταν
ἀγνοοῦσι καὶ μάχονται πρὸς ἀλλήλους, περὶ ἧς μηδεὶς
πώποτ’ αὐτοῖς λογισμὸς εἰσῆλθεν;

    [111] Ὁρᾶτε δὲ καὶ τὰς μοναρχίας τὰς ἐν ταῖς πόλεσι
καθισταμένας, ὅσους ἔχουσιν τοὺς ἐπιθυμητὰς καὶ τοὺς
ἑτοίμους ὄντας ὁτιοῦν πάσχειν ὥστε κατασχεῖν αὐτάς·
αἷς τί τῶν δεινῶν ἢ τῶν χαλεπῶν οὐ πρόσεστιν; οὐκ
εὐθὺς ἐπειδὰν λάβωσι τὰς δυναστείας, ἐν τοσούτοις
ἐμπεπλεγμένοι κακοῖς εἰσιν, [112] ὥστ’ ἀναγκάζεσθαι
πολεμεῖν μὲν ἅπασι τοῖς πολίταις, μισεῖν δ’ ὑφ’ ὧν οὐδὲν
κακὸν πεπόνθασιν, ἀπιστεῖν δὲ τοῖς φίλοις καὶ τοῖς
ἑταίροις τοῖς αὑτῶν, παρακατατίθεσθαι δὲ τὴν τῶν
σωμάτων σωτηρίαν μισθοφόροις ἀνθρώποις, οὓς οὐδὲ πώποτ’
εἶδον, μηδὲν δ’ ἧττον φοβεῖσθαι τοὺς φυλάττοντας ἢ
τοὺς ἐπιβουλεύοντας, οὕτω δ’ ὑπόπτως πρὸς ἅπαντας
ἔχειν ὥστε μηδὲ τοῖς οἰκειοτάτοις θαρρεῖν πλησιάζοντας;
[113] εἰκότως· συνίσασι γὰρ τοὺς πρὸ αὑτῶν τετυραννευ-
κότας τοὺς μὲν ὑπὸ τῶν γονέων ἀνῃρημένους, τοὺς δ’
ὑπὸ τῶν παίδων, τοὺς δ’ ὑπ’ ἀδελφῶν, τοὺς δ’ ὑπὸ
γυναικῶν, ἔτι δὲ τὸ γένος αὐτῶν ἐξ ἀνθρώπων ἠφανισ-
μένον. ἀλλ’ ὅμως ὑπὸ τοσαύτας τὸ πλῆθος συμφορὰς
ἑκόντες σφᾶς αὐτοὺς ὑποβάλλουσιν. ὅπου δ’ οἱ πρω-
τεύοντες καὶ δόξας μεγίστας ἔχοντες τοσούτων κακῶν
ἐρῶσι, τί δεῖ θαυμάζειν τοὺς ἄλλους, εἰ τοιούτων ἑτέρων
ἐπιθυμοῦσιν;

    [114] Οὐκ ἀγνοῶ δ’ ὅτι τὸν μὲν περὶ τῶν τυράννων
λόγον ἀποδέχεσθε, τὸν δὲ περὶ τῆς ἀρχῆς δυσκόλως
ἀκούετε· πεπόνθατε γὰρ πάντων αἴσχιστον καὶ
ῥᾳθυμότατον· ἃ γὰρ ἐπὶ τῶν ἄλλων ὁρᾶτε, ταῦτ’ ἐφ’
ὑμῶν αὐτῶν ἀγνοεῖτε. καίτοι τῶν φρονίμως διακειμένων
οὐκ ἐλάχιστον τοῦτο σημεῖόν ἐστιν, ἢν τὰς αὐτὰς πράξεις
ἐπὶ πάντων τῶν ὁμοίων φαίνωνται γνωρίζοντες. [115] ὧν
ὑμῖν οὐδὲν πώποτ’ ἐμέλησεν, ἀλλὰ τὰς μὲν τυραννίδας
ἡγεῖσθε χαλεπὰς εἶναι καὶ βλαβερὰς οὐ μόνον τοῖς ἄλλοις
ἀλλὰ καὶ τοῖς ἔχουσιν αὐτάς, τὴν δ’ ἀρχὴν τὴν κατὰ
θάλατταν μέγιστον τῶν ἀγαθῶν, τὴν οὐδὲν οὔτε τοῖς
πάθεσιν οὔτε ταῖς πράξεσιν τῶν μοναρχιῶν διαφέρουσαν.
καὶ τὰ μὲν Θηβαίων πράγματα πονηρῶς ἔχειν νομίζετε,
ὅτι τοὺς περιοίκους ἀδικοῦσιν, αὐτοὶ δ’ οὐδὲν βέλτιον
τοὺς συμμάχους διοικοῦντες ἢ ’κεῖνοι τὴν Βοιωτίαν, ἡγεῖσθε
πάντα τὰ δέοντα πράττειν.