Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΕΡΙ ΕΙΡΗΝΗΣ

ΙΣΟΚΡ 8.75–94

(ΙΣΟΚΡ 8. Πίστις: §17–144) Οι καταστροφικές συνέπειες της ιμπεριαλιστικής πολιτικής των Αθηναίων

    [75] Ἡ μὲν τοίνυν πολιτεία τοσούτῳ βελτίων ἦν καὶ
κρείττων ἡ τότε τῆς ὕστερον καταστάσης, ὅσῳ περ Ἀρισ-
τείδης καὶ Θεμιστοκλῆς καὶ Μιλτιάδης ἄνδρες ἀμείνους
ἦσαν Ὑπερβόλου καὶ Κλεοφῶντος καὶ τῶν νῦν δημηγο-
ρούντων· τὸν δὲ δῆμον εὑρήσετε τὸν τότε πολιτευόμενον
οὐκ ἀργίας οὐδ’ ἀπορίας οὐδ’ ἐλπίδων κενῶν ὄντα μεστόν,
[76] ἀλλὰ νικᾶν μὲν δυνάμενον ἐν ταῖς μάχαις ἅπαντας
τοὺς εἰς τὴν χώραν εἰσβάλλοντας, ἀριστείων δ’ ἀξιού-
μενον ἐν τοῖς ὑπὲρ τῆς Ἑλλάδος κινδύνοις, οὕτω δὲ πισ-
τευόμενον ὥστε τὰς πλείστας αὐτῷ τῶν πόλεων ἑκούσας
ἐγχειρίσαι σφᾶς αὐτάς. [77] τούτων δ’ ὑπαρχόντων, ἀντὶ
μὲν τῆς πολιτείας τῆς παρὰ πᾶσιν εὐδοκιμούσης ἐπὶ
τοιαύτην ἀκολασίαν ἡ δύναμις ἡμᾶς αὕτη προήγαγεν, ἣν
οὐδεὶς ἂν ἀνθρώπων ἐπαινέσειεν· ἀντὶ δὲ τοῦ νικᾶν τοὺς
ἐπιστρατεύοντας οὕτω τοὺς πολίτας ἐπαίδευσεν, ὥστε μηδὲ
πρὸ τῶν τειχῶν τολμᾶν ἐπεξιέναι τοῖς πολεμίοις· [78] ἀντὶ
δὲ τῆς εὐνοίας τῆς παρὰ τῶν συμμάχων αὐτοῖς ὑπαρ-
χούσης καὶ τῆς δόξης τῆς παρὰ τῶν ἄλλων Ἑλλήνων εἰς
τοσοῦτον μῖσος κατέστησεν, ὥστε παρὰ μικρὸν ἐλθεῖν ἐξαν-
δραποδισθῆναι τὴν πόλιν, εἰ μὴ Λακεδαιμονίων τῶν ἐξ
ἀρχῆς πολεμούντων εὐνουστέρων ἐτύχομεν ἢ τῶν πρότερον
ἡμῖν συμμάχων ὄντων. [79] οἷς οὐκ ἂν δικαίως ἐγκαλοῖμεν
ὅτι χαλεπῶς πρὸς ἡμᾶς διετέθησαν· οὐ γὰρ ὑπάρχοντες
ἀλλ’ ἀμυνόμενοι καὶ πολλὰ καὶ δεινὰ παθόντες τοιαύτην
γνώμην ἔσχον περὶ ἡμᾶς· τίς γὰρ ἂν ὑπέμεινεν τὴν ἀσέλ-
γειαν τῶν πατέρων τῶν ἡμετέρων, οἳ συναγαγόντες ἐξ
ἁπάσης τῆς Ἑλλάδος τοὺς ἀργοτάτους καὶ τοὺς ἁπα-
σῶν τῶν πονηριῶν μετέχοντας, πληροῦντες τούτων τὰς
τριήρεις, ἀπηχθάνοντο τοῖς Ἕλλησιν, καὶ τοὺς μὲν βελ-
τίστους τῶν ἐν ταῖς ἄλλαις πόλεσιν ἐξέβαλλον, τοῖς
δὲ πονηροτάτοις τῶν Ἑλλήνων τἀκείνων διένεμον;

    [80] Ἀλλὰ γὰρ εἰ τολμήσαιμι περὶ τῶν ἐν ἐκείνοις τοῖς
χρόνοις γενομένων ἀκριβῶς διελθεῖν, ὑμᾶς μὲν ἴσως ἂν
ποιήσαιμι βέλτιον βουλεύσασθαι περὶ τῶν παρόντων, αὐτὸς
δ’ ἂν διαβληθείην· εἰώθατε γὰρ μισεῖν οὐχ οὕτω τοὺς
αἰτίους τῶν ἁμαρτημάτων ὡς τοὺς κατηγοροῦντας αὐτῶν.
[81] τοιαύτην οὖν ὑμῶν γνώμην ἐχόντων, δέδοικα μὴ πει-
ρώμενος ὑμᾶς εὐεργετεῖν αὐτὸς ἀπολαύσω τι φλαῦρον. οὐ
μὴν ἀποστήσομαι παντάπασιν ὧν διενοήθην, ἀλλὰ τὰ μὲν
πικρότατα καὶ μάλιστ’ ἂν ὑμᾶς λυπήσοντα παραλείψω,
μνησθήσομαι δὲ τούτων μόνον ἐξ ὧν γνώσεσθε τὴν ἄνοιαν
τῶν τότε πολιτευομένων.

    [82] Οὕτω γὰρ ἀκριβῶς εὕρισκον ἐξ ὧν ἄνθρωποι
μάλιστ’ ἂν μισηθεῖεν, ὥστ’ ἐψηφίσαντο τὸ περι-
γιγνόμενον τῶν πόρων ἀργύριον, διελόντες κατὰ
τάλαντον, εἰς τὴν ὀρχήστραν τοῖς Διονυσίοις εἰσφέ-
ρειν ἐπειδὰν πλῆρες ᾖ τὸ θέατρον· καὶ ταῦτ’ ἐποίουν, καὶ
παρεισῆγον τοὺς παῖδας τῶν ἐν τῷ πολέμῳ τετελευτηκότων,
ἀμφοτέροις ἐπιδεικνύοντες τοῖς μὲν συμμάχοις τὰς τιμὰς
τῆς οὐσίας αὐτῶν ὑπὸ μισθωτῶν εἰσφερομένης, τοῖς δ’ ἄλλοις
Ἕλλησι τὸ πλῆθος τῶν ὀρφανῶν καὶ τὰς συμφορὰς τὰς
διὰ τὴν πλεονεξίαν ταύτην γιγνομένας. [83] καὶ ταῦτα
δρῶντες αὐτοί τε τὴν πόλιν εὐδαιμόνιζον, καὶ πολλοὶ τῶν
νοῦν οὐκ ἐχόντων ἐμακάριζον αὐτήν, τῶν μὲν συμβήσεσθαι
διὰ ταῦτα μελλόντων οὐδεμίαν ποιούμενοι πρόνοιαν, τὸν δὲ
πλοῦτον θαυμάζοντες καὶ ζηλοῦντες, ὃς ἀδίκως εἰς τὴν
πόλιν εἰσελθὼν καὶ τὸν δικαίως ὑπάρξαντα διὰ ταχέων
ἤμελλε προσαπολεῖν. [84] εἰς τοῦτο γὰρ κατέστησαν τῶν
μὲν οἰκείων ἀμελείας τῶν δ’ ἀλλοτρίων ἐπιθυμίας, ὥστε
Λακεδαιμονίων εἰσβεβληκότων εἰς τὴν χώραν καὶ τοῦ
τείχους ἤδη τοῦ Δεκελειᾶσιν ἑστηκότος εἰς Σικελίαν
τριήρεις ἐπλήρουν, καὶ οὐκ ᾐσχύνοντο τὴν μὲν πατρίδα
τεμνομένην καὶ πορθουμένην περιορῶντες, ἐπὶ δὲ τοὺς
οὐδὲν πώποτ’ εἰς ἡμᾶς ἐξαμαρτόντας στρατιὰν ἐκπέμ-
ποντες, [85] ἀλλ’ εἰς τοῦτ’ ἀφροσύνης ἦλθον, ὥστε τῶν
προαστείων τῶν οἰκείων οὐ κρατοῦντες Ἰταλίας καὶ
Σικελίας καὶ Καρχηδόνος ἄρξειν προσεδόκησαν. τοσοῦτον
δὲ διήνεγκαν ἀνοίᾳ πάντων ἀνθρώπων, ὥστε τοὺς μὲν
ἄλλους αἱ συμφοραὶ συστέλλουσι καὶ ποιοῦσιν ἐμφρονεσ-
τέρους, ἐκεῖνοι δ’ οὐδ’ ὑπὸ τούτων ἐπαιδεύθησαν. [86] Καί-
τοι πλείοσιν καὶ μείζοσιν περιέπεσον ἐπὶ τῆς ἀρχῆς ταύτης
τῶν ἐν ἅπαντι τῷ χρόνῳ τῇ πόλει γεγενημένων. εἰς
Αἴγυπτον μέν γε διακόσιαι πλεύσασαι τριήρεις αὐτοῖς τοῖς
πληρώμασιν διεφθάρησαν, περὶ δὲ Κύπρον πεντήκοντα καὶ
ἑκατόν· ἐν δὲ τῷ Δεκελεικῷ πολέμῳ μυρίους ὁπλίτας αὑτῶν καὶ
τῶν συμμάχων ἀπώλεσαν, ἐν Σικελίᾳ δὲ τέτταρας μυριάδας
καὶ τριήρεις τετταράκοντα καὶ διακοσίας, τὸ δὲ τελευταῖον
ἐν Ἑλλησπόντῳ διακοσίας. [87] τὰς δὲ κατὰ δέκα καὶ
πέντε καὶ πλείους τούτων ἀπολλυμένας καὶ τοὺς κατὰ
χιλίους καὶ δισχιλίους ἀποθνήσκοντας τίς ἂν ἐξαριθμή-
σειεν; πλὴν ἓν ἦν τοῦτο τῶν ἐγκυκλίων, ταφὰς ποιεῖν καθ’
ἕκαστον τὸν ἐνιαυτόν, εἰς ἃς πολλοὶ καὶ τῶν ἀστυγει-
τόνων καὶ τῶν ἄλλων Ἑλλήνων ἐφοίτων, οὐ συμπενθή-
σοντες τοὺς τεθνεῶτας, ἀλλὰ συνησθησόμενοι ταῖς ἡμε-
τέραις συμφοραῖς. [88] τελευτῶντες δ’ ἔλαθον σφᾶς
αὐτοὺς τοὺς μὲν τάφους τοὺς δημοσίους τῶν πολιτῶν ἐμπλή-
σαντες, τὰς δὲ φρατρίας καὶ τὰ γραμματεῖα τὰ ληξιαρχικὰ
τῶν οὐδὲν τῇ πόλει προσηκόντων. γνοίη δ’ ἄν τις ἐκεῖθεν
μάλιστα τὸ πλῆθος τῶν ἀπολλυμένων· τὰ γὰρ γένη τῶν
ἀνδρῶν τῶν ὀνομαστοτάτων καὶ τοὺς οἴκους τοὺς μεγίσ-
τους, οἳ καὶ τὰς τυραννικὰς στάσεις καὶ τὸν Περσικὸν
πόλεμον διέφυγον, εὑρήσομεν ἐπὶ τῆς ἀρχῆς, ἧς ἐπιθυ-
μοῦμεν, ἀναστάτους γεγενημένους. [89] ὥστ’ εἴ τις
σκοπεῖσθαι βούλοιτο περὶ τῶν ἄλλων, ὥσπερ πρὸς δεῖγμα
τοῦτ’ ἀναφέρων, φανεῖμεν ἂν μικροῦ δεῖν ἀντηλλαγμένοι.
καίτοι χρὴ πόλιν μὲν εὐδαιμονίζειν μὴ τὴν ἐξ ἁπάν-
των ἀνθρώπων εἰκῇ πολλοὺς πολίτας ἀθροίζουσαν,
ἀλλὰ τὴν τὸ γένος τῶν ἐξ ἀρχῆς τὴν πόλιν οἰκισάντων
μᾶλλον τῶν ἄλλων διασῴζουσαν, ἄνδρας δὲ ζηλοῦν μὴ
τοὺς τὰς τυραννίδας κατέχοντας μηδὲ τοὺς μείζω δυνασ-
τείαν τοῦ δικαίου κεκτημένους, ἀλλὰ τοὺς ἀξίους μὲν
ὄντας τῆς μεγίστης τιμῆς, στέργοντας δ’ ἐπὶ ταῖς ὑπὸ
τοῦ πλήθους διδομέναις. [90] ταύτης γὰρ ἕξιν οὔτ’ ἀνὴρ
οὔτε πόλις λαβεῖν ἂν δύναιτο σπουδαιοτέραν οὐδ’ ἀσφαλεσ-
τέραν οὐδὲ πλείονος ἀξίαν· ἥνπερ οἱ περὶ τὰ Περσικὰ
γενόμενοι σχόντες οὐχ ὁμοίως τοῖς λῃσταῖς ἐβίωσαν,
τοτὲ μὲν πλείω τῶν ἱκανῶν ἔχοντες, τοτὲ δ’ ἐν σιτοδείαις
καὶ πολιορκίαις καὶ τοῖς μεγίστοις κακοῖς καθεστῶτες,
ἀλλὰ περὶ μὲν τὴν τροφὴν τὴν καθ’ ἡμέραν οὔτ’ ἐν ἐνδείαις
οὔτ’ ἐν ὑπερβολαῖς ὄντες, ἐπὶ δὲ τῇ τῆς πολιτείας δικαιο-
σύνῃ καὶ ταῖς ἀρεταῖς ταῖς αὑτῶν φιλοτιμούμενοι καὶ τὸν
βίον ἥδιον τῶν ἄλλων διάγοντες.

    [91] Ὧν ἀμελήσαντες οἱ γενόμενοι μετ’ ἐκείνους οὐκ
ἄρχειν ἀλλὰ τυραννεῖν ἐπεθύμησαν, ἃ δοκεῖ μὲν
τὴν αὐτὴν ἔχειν δύναμιν, πλεῖστον δ’ ἀλλήλων
κεχώρισται· τῶν μὲν γὰρ ἀρχόντων ἔργον ἐστὶν τοὺς
ἀρχομένους ταῖς αὑτῶν ἐπιμελείαις ποιεῖν εὐδαιμονε-
στέρους, τοῖς δὲ τυράννοις ἔθος καθέστηκεν τοῖς
τῶν ἄλλων πόνοις καὶ κακοῖς αὑτοῖς ἡδονὰς παρασκευάζειν.
ἀνάγκη δὲ τοὺς τοιούτοις ἔργοις ἐπιχειροῦντας τυραννι-
καῖς καὶ ταῖς συμφοραῖς περιπίπτειν, καὶ τοιαῦτα πάσ-
χειν οἷά περ ἂν καὶ τοὺς ἄλλους δράσωσιν. [92] ἃ καὶ
τῇ πόλει συνέπεσεν· ἀντὶ μὲν γὰρ τοῦ φρουρεῖν τὰς τῶν
ἄλλων ἀκροπόλεις, τῆς αὑτῶν ἐπεῖδον τοὺς πολεμίους
κυρίους γενομένους· ἀντὶ δὲ τοῦ παῖδας ὁμήρους λαμβάνειν,
ἀποσπῶντες ἀπὸ πατέρων καὶ μητέρων, πολλοὶ τῶν πολι-
τῶν ἠναγκάσθησαν τοὺς αὑτῶν ἐν τῇ πολιορκίᾳ χεῖρον
παιδεύειν καὶ τρέφειν ἢ προσῆκεν αὐτοῖς· ἀντὶ δὲ τοῦ
γεωργεῖν τὰς χώρας τὰς ἀλλοτρίας, πολλῶν ἐτῶν οὐδ’ ἰδεῖν
αὐτοῖς ἐξεγένετο τὴν αὑτῶν.

    [93] Ὥστ’ εἴ τις ἡμᾶς ἐρωτήσειε εἰ δεξαίμεθ’ ἂν
τοσοῦτον χρόνον ἄρξαντες τοιαῦτα παθοῦσαν τὴν
πόλιν ἐπιδεῖν, τίς ἂν ὁμολογήσειεν, πλὴν εἴ τις
παντάπασιν ἀπονενοημένος ἐστὶ καὶ μήθ’ ἱερῶν
μήτε γονέων μήτε παίδων μήτ’ ἄλλου μηδενὸς φρον-
τίζει πλὴν τοῦ χρόνου μόνον τοῦ καθ’ ἑαυτόν; ὧν οὐκ
ἄξιον τὴν διάνοιαν ζηλοῦν, ἀλλὰ πολὺ μᾶλλον τῶν πολλὴν
πρόνοιαν ποιουμένων, καὶ μηδὲν ἧττον ὑπὲρ τῆς κοινῆς
δόξης ἢ τῆς ἰδίας φιλοτιμουμένων, καὶ προαιρουμένων
μέτριον βίον μετὰ δικαιοσύνης μᾶλλον ἢ μέγαν πλοῦτον
μετ’ ἀδικίας. [94] καὶ γὰρ οἱ πρόγονοι τοιούτους αὑτοὺς
παρασχόντες τήν τε πόλιν εὐδαιμονεστάτην τοῖς ἐπιγιγνο-
μένοις παρέδοσαν καὶ τῆς αὑτῶν ἀρετῆς ἀθάνατον τὴν
μνήμην κατέλιπον. ἐξ ὧν ἀμφότερα ῥᾴδιόν ἐστι καταμα-
θεῖν, καὶ τὴν χώραν ἡμῶν, ὅτι δύναται τρέφειν ἄνδρας
ἀμείνους τῶν ἄλλων, καὶ τὴν καλουμένην μὲν ἀρχὴν οὖσαν
δὲ συμφοράν, ὅτι πέφυκε χείρους ἅπαντας ποιεῖν τοὺς
χρωμένους αὐτῇ.