[63] Ἃ μὲν οὖν ὑπάρχειν δεῖ τοῖς μέλλουσιν εὐδαιμονή-
σειν, τὴν εὐσέβειαν καὶ τὴν σωφροσύνην καὶ τὴν δικαιοσύνην
καὶ τὴν ἄλλην ἀρετὴν ὀλίγῳ πρότερον εἰρήκαμεν· ὡς δ’ ἂν
τάχιστα πρὸς τὸ τοιοῦτοι γενέσθαι παιδευθεῖμεν, ἀληθὲς
μέν ἐστι τὸ ῥηθησόμενον, ἴσως δ’ ἂν ἀκούσασιν ὑμῖν δεινὸν
εἶναι δόξειεν καὶ παρὰ πολὺ τῆς τῶν ἄλλων ἐξηλλαγμένον
διανοίας. [64] ἐγὼ γὰρ ἡγοῦμαι καὶ τὴν πόλιν ἡμᾶς
ἄμεινον οἰκήσειν καὶ βελτίους αὐτοὺς ἔσεσθαι καὶ πρὸς
ἁπάσας τὰς πράξεις ἐπιδώσειν, ἢν παυσώμεθα τῆς ἀρχῆς
τῆς κατὰ θάλατταν ἐπιθυμοῦντες. αὕτη γάρ ἐστιν ἡ καὶ
νῦν εἰς ταραχὴν ἡμᾶς καθιστᾶσα, καὶ τὴν δημοκρατίαν
ἐκείνην καταλύσασα μεθ’ ἧς οἱ πρόγονοι ζῶντες εὐδαιμο-
νέστατοι τῶν Ἑλλήνων ἦσαν, καὶ σχεδὸν ἁπάντων αἰτία
τῶν κακῶν ὧν αὐτοί τ’ ἔχομεν καὶ τοῖς ἄλλοις παρέχομεν.
[65] Οἶδα μὲν οὖν ὅτι χαλεπόν ἐστι δυναστείας ὑπὸ πάν-
των ἐρωμένης καὶ περιμαχήτου γεγενημένης κατηγοροῦντα
δοκεῖν ἀνεκτόν τι λέγειν· ὅμως δ’ ἐπειδή περ ὑπεμείνατε
καὶ τοὺς ἄλλους λόγους, ἀληθεῖς μὲν ὄντας φιλαπεχθή-
μονας δέ, καὶ τοῦτον ὑμῶν ἀνασχέσθαι δέομαι, [66] καὶ
μὴ καταγνῶναί μου τοιαύτην μανίαν, ὡς ἄρ’ ἐγὼ προειλό-
μην ἂν διαλεχθῆναι πρὸς ὑμᾶς περὶ πραγμάτων οὕτω
παραδόξων, εἰ μή τι λέγειν ἀληθὲς εἶχον περὶ αὐτῶν. Νῦν
δ’ οἶμαι πᾶσιν φανερὸν ποιήσειν ὡς οὔτε δικαίας ἀρχῆς
ἐπιθυμοῦμεν οὔτε γενέσθαι δυνατῆς οὔτε συμφερούσης
ἡμῖν.
[67] Ὅτι μὲν οὖν οὐ δικαίας, παρ’ ὑμῶν μαθὼν ὑμᾶς ἔχω
διδάσκειν. ὅτε γὰρ Λακεδαιμόνιοι ταύτην εἶχον τὴν δύνα-
μιν, ποίους λόγους οὐκ ἀνηλώσαμεν, κατηγοροῦντες μὲν
τῆς ἐκείνων ἀρχῆς, διεξιόντες δ’ ὡς δίκαιόν ἐστιν αὐτονό-
μους εἶναι τοὺς Ἕλληνας; [68] τίνας δὲ τῶν πόλεων
τῶν ἐλλογίμων οὐ παρεκαλέσαμεν ἐπὶ τὴν συμμαχίαν τὴν
ὑπὲρ τούτων συστᾶσαν; πόσας δὲ πρεσβείας ὡς βασιλέα
τὸν μέγαν ἀπεστείλαμεν, διδαξούσας αὐτὸν ὡς οὔτε
δίκαιόν ἐστιν οὔτε συμφέρον μίαν πόλιν κυρίαν εἶναι τῶν
Ἑλλήνων; οὐ πρότερον δ’ ἐπαυσάμεθα πολεμοῦντες καὶ
κινδυνεύοντες καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, πρὶν
ἠθέλησαν Λακεδαιμόνιοι ποιήσασθαι τὰς συνθήκας τὰς
περὶ τῆς αὐτονομίας.
[69] Ὅτι μὲν οὖν οὐ δίκαιόν ἐστιν τοὺς κρείττους τῶν
ἡττόνων ἄρχειν, ἐν ἐκείνοις τε τοῖς χρόνοις τυγχάνομεν
ἐγνωκότες, καὶ νῦν ἐπὶ τῆς πολιτείας τῆς παρ’ ἡμῖν καθεστη-
κυίας· ὡς δ’ οὐδ’ ἂν δυνηθεῖμεν τὴν ἀρχὴν ταύτην καταστή-
σασθαι, ταχέως οἶμαι δηλώσειν. ἣν γὰρ μετὰ μυρίων
ταλάντων οὐχ οἷοί τ’ ἦμεν διαφυλάξαι, πῶς ἂν ταύτην ἐκ
τῆς παρούσης ἀπορίας κτήσασθαι δυνηθεῖμεν, ἄλλως τε
καὶ χρώμενοι τοῖς ἤθεσιν οὐχ οἷς ἐλάβομεν, ἀλλ’ οἷς
ἀπωλέσαμεν αὐτήν; [70] ὡς τοίνυν οὐδὲ δέξασθαι διδο-
μένην τῇ πόλει συμφέρει, δοκεῖτέ μοι τάχιστ’ ἂν ἐκεῖθεν
καταμαθεῖν. μᾶλλον δὲ καὶ περὶ τούτων βούλομαι μικρὰ
προειπεῖν· δέδοικα γὰρ μὴ διὰ τὸ πολλοῖς ἐπιτιμᾶν δόξω
τισὶ προῃρῆσθαι τῆς πόλεως κατηγορεῖν.
[71] Ἐγὼ δ’ εἰ μὲν πρὸς ἄλλους τινὰς ἐπεχείρουν οὕτω
διεξιέναι περὶ τῶν πραγμάτων, εἰκότως ἂν εἶχον τὴν αἰτίαν
ταύτην· νῦν δὲ πρὸς ὑμᾶς ποιοῦμαι τοὺς λόγους, οὐ δια-
βάλλειν ἑτέροις ἐπιθυμῶν, ἀλλ’ αὐτοὺς βουλόμενος παῦσαι
τῶν τοιούτων ἔργων, καὶ τὴν εἰρήνην, περὶ ἧς ἅπας ὁ
λόγος ἐστί, βεβαίως καὶ τὴν πόλιν καὶ τοὺς ἄλλους
Ἕλληνας ἀγαγεῖν.
[72] Ἀνάγκη δὲ τοὺς νουθετοῦντας καὶ τοὺς κατηγο-
ροῦντας τοῖς μὲν λόγοις χρῆσθαι παραπλησίοις, τὰς
δὲ διανοίας ἔχειν ἀλλήλοις ὡς οἷόν τ’ ἐναντιωτάτας.
ὥστε περὶ τῶν ταὐτὰ λεγόντων οὐκ ἀεὶ προσήκει
τὴν αὐτὴν ὑμᾶς γνώμην ἔχειν, ἀλλὰ τοὺς μὲν ἐπὶ
βλάβῃ λοιδοροῦντας μισεῖν ὡς κακόνους ὄντας τῇ πόλει,
τοὺς δ’ ἐπ’ ὠφελείᾳ νουθετοῦντας ἐπαινεῖν καὶ βελτίστους
τῶν πολιτῶν νομίζειν, [73] καὶ τούτων αὐτῶν μάλιστα
τὸν ἐναργέστατα δυνάμενον δηλῶσαι τὰς πονηρίας τῶν
πράξεων καὶ τὰς συμφορὰς τὰς ἐπ’ αὐτῶν γιγνομένας·
οὗτος γὰρ ἂν τάχιστα ποιήσειεν ὑμᾶς, μισήσαντας ἃ δεῖ,
βελτιόνων ἐπιθυμῆσαι πραγμάτων.
Ὑπὲρ μὲν οὖν τῆς τῶν λόγων τραχύτητος καὶ
τῶν εἰρημένων καὶ τῶν ῥηθήσεσθαι μελλόντων
ταῦτ’ ἔχω λέγειν πρὸς ὑμᾶς· ὅθεν δ’ ἀπέλιπον,
πάλιν ποιήσομαι τὴν ἀρχήν. [74] ἔφασκον γὰρ ἐκεῖθεν
κάλλιστ’ ἂν ὑμᾶς καταμαθεῖν ὡς οὐ συμφέρει
λαβεῖν τὴν κατὰ θάλατταν ἀρχήν, εἰ σκέψαισθε
τίνα τρόπον ἡ πόλις διέκειτο πρὶν τὴν δύναμιν ταύτην
κτήσασθαι καὶ πῶς ἐπειδὴ κατέσχεν αὐτήν· ἢν γὰρ
ταῦτα παρ’ ἄλληλα τῇ διανοίᾳ θεωρήσητε, γνώσεσθ’ ὅσων
κακῶν αἰτία τῇ πόλει γέγονεν.
|