Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΕΡΙ ΕΙΡΗΝΗΣ

ΙΣΟΚΡ 8.49–62

(ΙΣΟΚΡ 8. Πίστις: §17–144) Εσφαλμένη η διαχείριση των εσωτερικών δημοσίων υποθέσεων – Ο ρόλος των πολιτών στην επιβίωση της πόλης

    [49] Ἀλλὰ γὰρ τὰ κατὰ τὴν πόλιν ἄν τις ἰδὼν καλῶς
διοικούμενα περὶ τῶν ἄλλων θαρρήσειεν, ἀλλ’ οὐκ ἂν ἐπ’
αὐτοῖς τούτοις μάλιστ’ ἀγανακτήσειεν; οἵτινες αὐτόχθονες
μὲν εἶναί φαμεν καὶ τὴν πόλιν ταύτην προτέραν οἰκισθῆναι
τῶν ἄλλων, προσῆκον δ’ ἡμᾶς ἅπασιν εἶναι παράδειγμα
τοῦ καλῶς καὶ τεταγμένως πολιτεύεσθαι, χεῖρον καὶ
ταραχωδέστερον τὴν ἡμετέραν αὐτῶν διοικοῦμεν τῶν ἄρτι
τὰς πόλεις οἰκιζόντων, [50] καὶ σεμνυνόμεθα μὲν καὶ
μέγα φρονοῦμεν ἐπὶ τῷ βέλτιον γεγονέναι τῶν ἄλλων, ῥᾴδιον
δὲ μεταδίδομεν τοῖς βουλομένοις ταύτης τῆς εὐγενείας ἢ
Τριβαλλοὶ καὶ Λευκανοὶ τῆς αὑτῶν δυσγενείας· πλείστους
δὲ τιθέμενοι νόμους οὕτως ὀλίγον αὐτῶν φροντίζομεν, ἓν
γὰρ ἀκούσαντες γνώσεσθε καὶ περὶ τῶν ἄλλων, ὥστε,
θανάτου τῆς ζημίας ἐπικειμένης, ἤν τις ἁλῷ δεκάζων, τοὺς
τοῦτο φανερώτατα ποιοῦντας στρατηγοὺς χειροτονοῦμεν,
καὶ τὸν πλείστους διαφθεῖραι τῶν πολιτῶν δυνηθέντα,
τοῦτον ἐπὶ τὰ μέγιστα τῶν πραγμάτων καθίσταμεν·
[51] σπουδάζοντες δὲ περὶ τὴν πολιτείαν οὐχ ἧττον ἢ
περὶ τὴν σωτηρίαν ὅλης τῆς πόλεως, καὶ τὴν δημοκρατίαν
εἰδότες ἐν μὲν ταῖς ἡσυχίαις καὶ ταῖς ἀσφαλείαις αὐξανο-
μένην καὶ διαμένουσαν, ἐν δὲ τοῖς πολέμοις δὶς ἤδη κατα-
λυθεῖσαν, πρὸς μὲν τοὺς τῆς εἰρήνης ἐπιθυμοῦντας ὡς
πρὸς ὀλιγαρχικοὺς ὄντας δυσκόλως ἔχομεν, τοὺς δὲ τὸν
πόλεμον ποιοῦντας ὡς τῆς δημοκρατίας κηδομένους εὔνους
εἶναι νομίζομεν· [52] ἐμπειρότατοι δὲ λόγων καὶ πραγμά-
των ὄντες οὕτως ἀλογίστως ἔχομεν, ὥστε περὶ τῶν αὐτῶν
τῆς αὐτῆς ἡμέρας οὐ ταὐτὰ γιγνώσκομεν, ἀλλ’ ὧν μὲν
πρὶν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι κατηγοροῦμεν, ταῦτα
συνελθόντες χειροτονοῦμεν, οὐ πολὺν δὲ χρόνον διαλιπόντες
τοῖς ἐνθάδε ψηφισθεῖσιν, ἐπειδὰν ἀπίωμεν, πάλιν ἐπιτι-
μῶμεν· προσποιούμενοι δὲ σοφώτατοι τῶν Ἑλλήνων εἶναι
τοιούτοις χρώμεθα συμβούλοις, ὧν οὐκ ἔστιν ὅστις οὐκ ἂν
καταφρονήσειεν, καὶ τοὺς αὐτοὺς τούτους κυρίους ἁπάντων
τῶν κοινῶν καθίσταμεν, οἷς οὐδεὶς ἂν οὐδὲν τῶν ἰδίων ἐπι-
τρέψειεν. [53] ὃ δὲ πάντων σχετλιώτατον· οὓς γὰρ
ὁμολογήσαιμεν ἂν πονηροτάτους εἶναι τῶν πολιτῶν, τού-
τους πιστοτάτους φύλακας ἡγούμεθα τῆς πολιτείας εἶναι,
καὶ τοὺς μὲν μετοίκους τοιούτους εἶναι νομίζομεν, οἵους
περ ἂν τοὺς προστάτας νέμωσιν, αὐτοὶ δ’ οὐκ οἰόμεθα τὴν
αὐτὴν λήψεσθαι δόξαν τοῖς προεστῶσιν ἡμῶν. [54] το-
σοῦτον δὲ διαφέρομεν τῶν προγόνων, ὅσον ἐκεῖνοι μὲν τοὺς
αὐτοὺς προστάτας τε τῆς πόλεως ἐποιοῦντο καὶ στρατηγοὺς
ᾑροῦντο, νομίζοντες τὸν ἐπὶ τοῦ βήματος τὰ βέλτιστα
συμβουλεῦσαι δυνάμενον, τὸν αὐτὸν τοῦτον ἄριστ’ ἂν βου-
λεύσασθαι καὶ καθ’ αὑτὸν γενόμενον, ἡμεῖς δὲ τοὐναντίον
τούτων ποιοῦμεν· [55] οἷς μὲν γὰρ περὶ τῶν μεγίστων
συμβούλοις χρώμεθα, τούτους μὲν οὐκ ἀξιοῦμεν στρατη-
γοὺς χειροτονεῖν ὡς νοῦν οὐκ ἔχοντας, οἷς δ’ οὐδεὶς ἂν
οὔτε περὶ τῶν ἰδίων οὔτε περὶ τῶν κοινῶν συμβουλεύσαιτο,
τούτους δ’ αὐτοκράτορας ἐκπέμπομεν ὡς ἐκεῖ σοφωτέρους
ἐσομένους καὶ ῥᾷον βουλευσομένους περὶ τῶν Ἑλληνικῶν
πραγμάτων ἢ περὶ τῶν ἐνθάδε προτιθεμένων. [56] λέγω
δὲ ταῦτ’ οὐ κατὰ πάντων, ἀλλὰ κατὰ τῶν ἐνόχων τοῖς
λεγομένοις ὄντων. ἐπιλίποι δ’ ἄν με τὸ λοιπὸν μέρος τῆς
ἡμέρας, εἰ πάσας τὰς πλημμελείας τὰς ἐν τοῖς πράγμασιν
ἐγγεγενημένας ἐξετάζειν ἐπιχειροίην.

    [57] Τάχ’ οὖν ἄν τις τῶν σφόδρα τοῖς λεγομένοις ἐνόχων
ὄντων ἀγανακτήσας ἐρωτήσειε «πῶς, εἴπερ οὕτω κακῶς
βουλευόμεθα, σῳζόμεθα καὶ δύναμιν οὐδεμιᾶς πόλεως
ἐλάττω κεκτημένοι τυγχάνομεν;» ἐγὼ δὲ πρὸς ταῦτ’
ἀποκριναίμην ἂν ὅτι τοὺς ἀντιπάλους ἔχομεν οὐδὲν
βέλτιον ἡμῶν φρονοῦντας. [58] εἰ γὰρ μετὰ τὴν μάχην, ἣν
ἐνίκησαν Θηβαῖοι Λακεδαιμονίους, ἐκεῖνοι μὲν ἐλευθερώ-
σαντες τὴν Πελοπόννησον καὶ τοὺς ἄλλους Ἕλληνας αὐτονό-
μους ποιήσαντες ἡσυχίαν εἶχον, ἡμεῖς δὲ τοιαῦτ’ ἐξημαρτά-
νομεν, οὔτ’ ἂν οὗτος ἔσχεν ταύτην ποιήσασθαι τὴν ἐρώ-
τησιν, ἡμεῖς τ’ ἂν ἔγνωμεν ὅσῳ κρεῖττόν ἐστιν τὸ
σωφρονεῖν τοῦ πολυπραγμονεῖν. [59] νῦν δ’ ἐνταῦθα τὰ
πράγματα περιέστηκεν, ὥστε Θηβαῖοι μὲν ἡμᾶς σῴζουσιν,
ἡμεῖς δὲ Θηβαίους, καὶ συμμάχους ἐκεῖνοι μὲν ἡμῖν
ποιοῦσιν, ἡμεῖς δ’ ἐκείνοις. ὥστ’ εἰ νοῦν ἔχοιμεν, ἀλλήλοις
ἂν εἰς τὰς ἐκκλησίας ἀργύριον παρέχοιμεν· ὁπότεροι γὰρ
ἂν πλεονάκις συλλεγῶσιν, οὗτοι τοὺς ἐναντίους ἄμεινον
πράττειν ποιοῦσιν. [60] χρὴ δὲ τοὺς καὶ μικρὰ λογίζεσθαι
δυναμένους οὐκ ἐν τοῖς τῶν ἐχθρῶν ἁμαρτήμασι τὰς
ἐλπίδας ἔχειν τῆς σωτηρίας, ἀλλ’ ἐν τοῖς αὑτῶν πράγμασι
καὶ ταῖς αὑτῶν διανοίαις· τὸ μὲν γὰρ διὰ τὴν ἐκείνων
ἀμαθίαν συμβαῖνον ἡμῖν ἀγαθὸν τυχὸν ἂν παύσαιτο καὶ
λάβοι μεταβολήν, τὸ δὲ δι’ ἡμᾶς αὐτοὺς γιγνόμενον βεβαιο-
τέρως ἂν ἔχοι καὶ μᾶλλον παραμείνειεν ἡμῖν.

    [61] Πρὸς μὲν οὖν τοὺς εἰκῇ τὰς ἐπιλήψεις ποιουμένους
οὐ χαλεπὸν ἀντειπεῖν· εἰ δὲ δή τίς μοι παραστὰς τῶν
ἐπιεικέστερον διακειμένων ἀληθῆ μὲν λέγειν με προσο-
μολογήσειεν καὶ προσηκόντως ἐπιτιμᾶν τοῖς γιγνομένοις,
δίκαιον δ’ εἶναι φαίη τοὺς ἐπ’ εὐνοίᾳ νουθετοῦντας μὴ
μόνον κατηγορεῖν τῶν πεπραγμένων, [62] ἀλλὰ καὶ συμ-
βουλεύειν τίνων ἀπεχόμενοι καὶ ποίων ὀρεγόμενοι παυσαί-
μεθ’ ἂν ταύτην ἔχοντες τὴν γνώμην καὶ τοιαῦτ’ ἐξαμαρτά-
νοντες, οὗτος ὁ λόγος ἀπορεῖν ἄν με ποιήσειεν ἀποκρίσεως,
οὐκ ἀληθοῦς καὶ συμφερούσης, ἀλλ’ ἀρεσκούσης ὑμῖν. οὐ
μὴν ἀλλ’ ἐπειδή περ ἀποκεκαλυμμένως ὥρμημαι λέγειν,
οὐκ ἀποκνητέον ἀποφήνασθαι καὶ περὶ τούτων.