Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ

ΑΡΙΣΤ ΗΝικ 1107a6–1107a26

(ΑΡΙΣΤ ΗΝικ 1103a14–1107a26: Η ἠθική αρετή) Η αρετή είναι ακρότητα, επειδή επιτελεί το άριστο – Ποιες πράξεις ή πάθη δεν επιδέχονται μεσότητα

διὸ κατὰ μὲν τὴν οὐσίαν καὶ τὸν λόγον τὸν τὸ
τί ἦν εἶναι λέγοντα μεσότης ἐστὶν ἡ ἀρετή, κατὰ δὲ τὸ
ἄριστον καὶ τὸ εὖ ἀκρότης. οὐ πᾶσα δ’ ἐπιδέχεται πρᾶξις
οὐδὲ πᾶν πάθος τὴν μεσότητα· ἔνια γὰρ εὐθὺς ὠνόμασται
(10) συνειλημμένα μετὰ τῆς φαυλότητος, οἷον ἐπιχαιρεκακία
ἀναισχυντία φθόνος, καὶ ἐπὶ τῶν πράξεων μοιχεία κλοπὴ
ἀνδροφονία· πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα λέγεται
τῷ αὐτὰ φαῦλα εἶναι, ἀλλ’ οὐχ αἱ ὑπερβολαὶ αὐτῶν
οὐδ’ αἱ ἐλλείψεις. οὐκ ἔστιν οὖν οὐδέποτε περὶ αὐτὰ κατ--
(15) ορθοῦν, ἀλλ’ ἀεὶ ἁμαρτάνειν· οὐδ’ ἔστι τὸ εὖ ἢ μὴ εὖ
περὶ τὰ τοιαῦτα ἐν τῷ ἣν δεῖ καὶ ὅτε καὶ ὡς μοιχεύειν,
ἀλλ’ ἁπλῶς τὸ ποιεῖν ὁτιοῦν τούτων ἁμαρτάνειν ἐστίν.
ὅμοιον οὖν τὸ ἀξιοῦν καὶ περὶ τὸ ἀδικεῖν καὶ δειλαίνειν
καὶ ἀκολασταίνειν εἶναι μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλ--
(20) λειψιν· ἔσται γὰρ οὕτω γε ὑπερβολῆς καὶ ἐλλείψεως με--
σότης καὶ ὑπερβολῆς ὑπερβολὴ καὶ ἔλλειψις ἐλλείψεως.
ὥσπερ δὲ σωφροσύνης καὶ ἀνδρείας οὐκ ἔστιν ὑπερβολὴ καὶ
ἔλλειψις διὰ τὸ τὸ μέσον εἶναί πως ἄκρον, οὕτως οὐδ’
ἐκείνων μεσότης οὐδ’ ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλ’ ὡς ἂν
(25) πράττηται ἁμαρτάνεται· ὅλως γὰρ οὔθ’ ὑπερβολῆς καὶ
ἐλλείψεως μεσότης ἔστιν, οὔτε μεσότητος ὑπερβολὴ καὶ
ἔλλειψις.