[41] Τούτου δ’ ἕνεκα ταῦτα προεῖπον, ὅτι περὶ τῶν
λοιπῶν οὐδὲν ὑποστειλάμενος ἀλλὰ παντάπασιν ἀνειμένως
μέλλω τοὺς λόγους ποιεῖσθαι πρὸς ὑμᾶς. τίς γὰρ ἄλλοθεν
ἐπελθὼν καὶ μήπω συνδιεφθαρμένος ἡμῖν, ἀλλ’ ἐξαίφνης
ἐπιστὰς τοῖς γιγνομένοις, οὐκ ἂν μαίνεσθαι καὶ παραφρο-
νεῖν ἡμᾶς νομίσειεν, οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν
προγόνων ἔργοις καὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων
ἐγκωμιάζειν ἀξιοῦμεν, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράτ-
τομεν, ἀλλὰ πᾶν τοὐναντίον; [42] οἱ μὲν γὰρ ὑπὲρ τῶν
Ἑλλήνων τοῖς βαρβάροις πολεμοῦντες διετέλεσαν, ἡμεῖς
δὲ τοὺς ἐκ τῆς Ἀσίας τὸν βίον ποριζομένους ἐκεῖθεν
ἀναστήσαντες ἐπὶ τοὺς Ἕλληνας ἠγάγομεν· κἀκεῖνοι μὲν
ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας καὶ βοηθοῦντες
αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν, ἡμεῖς δὲ καταδουλού-
μενοι καὶ τἀναντία τοῖς τότε πράττοντες ἀγανακτοῦμεν,
εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἕξομεν, [43] οἳ τοσοῦτον
ἀπολελείμμεθα καὶ τοῖς ἔργοις καὶ ταῖς διανοίαις τῶν κατ’
ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἱ μὲν ὑπὲρ τῆς τῶν
ἄλλων σωτηρίας τήν τε πατρίδα τὴν αὑτῶν ἐκλιπεῖν ἐτόλ-
μησαν, καὶ μαχόμενοι καὶ ναυμαχοῦντες τοὺς βαρβάρους
ἐνίκησαν, ἡμεῖς δ’ οὐδ’ ὑπὲρ τῆς ἡμετέρας αὐτῶν πλεο-
νεξίας κινδυνεύειν ἀξιοῦμεν, [44] ἀλλ’ ἄρχειν μὲν ἁπάν-
των ζητοῦμεν, στρατεύεσθαι δ’ οὐκ ἐθέλομεν, καὶ πόλεμον
μὲν μικροῦ δεῖν πρὸς ἅπαντας ἀνθρώπους ἀναιρούμεθα,
πρὸς δὲ τοῦτον οὐχ ἡμᾶς αὐτοὺς ἀσκοῦμεν, ἀλλ’ ἀνθρώπους
τοὺς μὲν ἀπόλιδας, τοὺς δ’ αὐτομόλους, τοὺς δ’ ἐκ τῶν
ἄλλων κακουργιῶν συνερρυηκότας, οἷς ὁπόταν τις διδῷ
πλείω μισθόν, μετ’ ἐκείνων ἐφ’ ἡμᾶς ἀκολουθήσουσιν.
[45] ἀλλ’ ὅμως οὕτως αὐτοὺς ἀγαπῶμεν ὥσθ’ ὑπὲρ μὲν τῶν
παίδων τῶν ἡμετέρων, εἰ περί τινας ἐξαμάρτοιεν, οὐκ ἂν
ἐθελήσαιμεν δίκας ὑποσχεῖν, ὑπὲρ δὲ τῆς ἐκείνων ἁρπαγῆς
καὶ βίας καὶ παρανομίας μελλόντων τῶν ἐγκλημάτων ἐφ’
ἡμᾶς ἥξειν οὐχ ὅπως ἀγανακτοῦμεν, ἀλλὰ καὶ χαίρομεν ὅταν
ἀκούσωμεν αὐτοὺς τοιοῦτόν τι διαπεπραγμένους. [46] εἰς
τοῦτο δὲ μωρίας ἐληλύθαμεν, ὥστ’ αὐτοὶ μὲν ἐνδεεῖς τῶν
καθ’ ἡμέραν ἐσμέν, ξενοτροφεῖν δ’ ἐπικεχειρήκαμεν, καὶ
τοὺς συμμάχους τοὺς ἡμετέρους αὐτῶν ἰδίᾳ λυμαινόμεθα
καὶ δασμολογοῦμεν, ἵνα τοῖς ἁπάντων ἀνθρώπων κοινοῖς
ἐχθροῖς τὸν μισθὸν ἐκπορίζωμεν. [47] τοσούτῳ δὲ χείρους
ἐσμὲν τῶν προγόνων, οὐ μόνον τῶν εὐδοκιμησάντων ἀλλὰ
καὶ τῶν μισηθέντων, ὅσον ἐκεῖνοι μὲν εἰ πολεμεῖν πρός
τινας ψηφίσαιντο, μεστῆς οὔσης ἀργυρίου καὶ χρυσίου τῆς
ἀκροπόλεως ὅμως ὑπὲρ τῶν δοξάντων τοῖς αὑτῶν σώμασιν
ᾤοντο δεῖν κινδυνεύειν, ἡμεῖς δ’ εἰς τοσαύτην ἀπορίαν
ἐληλυθότες καὶ τοσοῦτοι τὸ πλῆθος ὄντες ὥσπερ βασιλεὺς
ὁ μέγας μισθωτοῖς χρώμεθα τοῖς στρατοπέδοις. [48] καὶ
τότε μὲν εἰ τριήρεις πληροῖεν, τοὺς μὲν ξένους καὶ τοὺς
δούλους ναύτας εἰσεβίβαζον, τοὺς δὲ πολίτας μεθ’ ὅπλων
ἐξέπεμπον· νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις χρώμεθα,
τοὺς δὲ πολίτας ἐλαύνειν ἀναγκάζομεν, ὥσθ’ ὁπόταν
ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ μὲν ἄρχειν τῶν
Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες ἐκβαίνουσιν, οἱ δὲ
τοιοῦτοι τὰς φύσεις ὄντες οἵους ὀλίγῳ πρότερον διῆλθον,
μεθ’ ὅπλων κινδυνεύουσιν.
|