Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΕΡΙ ΕΙΡΗΝΗΣ

ΙΣΟΚΡ 8.1–16

(ΙΣΟΚΡ 8) Προοίμιον (§1–15): Η αποφασιστικότητα του ρήτορα να μιλήσει με "παρρησία" – Πρόθεσις (16): Η πρόταση για σύναψη ειρήνης
Στον Περί Ειρήνης λόγο του ο Ισοκράτης, μετά και την αρνητική για τους Αθηναίους έκβαση του Συμμαχικού πολέμου (357–355 π.Χ.), επιχείρησε να πείσει τους συμπολίτες του να συνάψουν συνθήκη ειρήνης τόσο με τους αποστάτες συμμάχους τους όσο και με τις υπόλοιπες πόλεις, αποδεχόμενοι ακόμη και τους δυσμενείς όρους της ειρήνης του Ανταλκίδα (387 π.Χ.).

    [1] Ἅπαντες μὲν εἰώθασιν οἱ παριόντες ἐνθάδε ταῦτα
μέγιστα φάσκειν εἶναι καὶ μάλιστα σπουδῆς ἄξια τῇ πόλει
περὶ ὧν ἂν αὐτοὶ μέλλωσι συμβουλεύσειν· οὐ μὴν ἀλλ’ εἰ καὶ
περὶ ἄλλων τινῶν πραγμάτων ἥρμοσεν τοιαῦτα προειπεῖν,
δοκεῖ μοι πρέπειν καὶ περὶ τῶν νῦν παρόντων ἐντεῦθεν
ποιήσασθαι τὴν ἀρχήν. [2] ἥκομεν γὰρ ἐκκλησιάσοντες
περὶ πολέμου καὶ εἰρήνης, ἃ μεγίστην ἔχει δύναμιν ἐν τῷ
βίῳ τῷ τῶν ἀνθρώπων, καὶ περὶ ὧν ἀνάγκη τοὺς ὀρθῶς
βουλευομένους ἄμεινον τῶν ἄλλων πράττειν. τὸ μὲν οὖν
μέγεθος, ὑπὲρ ὧν συνεληλύθαμεν, τηλικοῦτόν ἐστιν.

    [3] Ὁρῶ δ’ ὑμᾶς οὐκ ἐξ ἴσου τῶν λεγόντων τὴν ἀκρόασιν
ποιουμένους, ἀλλὰ τοῖς μὲν προσέχοντας τὸν νοῦν, τῶν δ’
οὐδὲ τὴν φωνὴν ἀνεχομένους. καὶ θαυμαστὸν οὐδὲν ποιεῖτε·
καὶ γὰρ τὸν ἄλλον χρόνον εἰώθατε πάντας τοὺς ἄλλους
ἐκβάλλειν, πλὴν τοὺς συναγορεύοντας ταῖς ὑμετέραις ἐπι-
θυμίαις. [4] ὃ καὶ δικαίως ἄν τις ὑμῖν ἐπιτιμήσειεν, ὅτι
συνειδότες πολλοὺς καὶ μεγάλους οἴκους ὑπὸ τῶν κολα-
κευόντων ἀναστάτους γεγενημένους καὶ μισοῦντες ἐπὶ τῶν
ἰδίων τοὺς ταύτην ἔχοντας τὴν τέχνην, ἐπὶ τῶν κοινῶν οὐχ
ὁμοίως διάκεισθε πρὸς αὐτούς, ἀλλὰ κατηγοροῦντες τῶν
προσιεμένων καὶ χαιρόντων τοῖς τοιούτοις αὐτοὶ φαίνεσθε
μᾶλλον τούτοις πιστεύοντες ἢ τοῖς ἄλλοις πολίταις.

    [5] Καὶ γάρ τοι πεποιήκατε τοὺς ῥήτορας μελετᾶν καὶ
φιλοσοφεῖν οὐ τὰ μέλλοντα τῇ πόλει συνοίσειν, ἀλλ’ ὅπως
ἀρέσκοντας ὑμῖν λόγους ἐροῦσιν. ἐφ’ οὓς καὶ νῦν τὸ πλῆθος
αὐτῶν ἐρρύηκεν. πᾶσι γὰρ ἦν φανερὸν ὅτι μᾶλλον ἡσθήσεσθε
τοῖς παρακαλοῦσιν ὑμᾶς ἐπὶ τὸν πόλεμον ἢ τοῖς περὶ τῆς
εἰρήνης συμβουλεύουσιν. [6] οἱ μὲν γὰρ προσδοκίαν ἐμποι-
οῦσιν ὡς καὶ τὰς κτήσεις τὰς ἐν ταῖς πόλεσιν κομιούμεθα
καὶ τὴν δύναμιν ἀναληψόμεθα πάλιν ἣν πρότερον ἐτυγχά-
νομεν ἔχοντες· οἱ δ’ οὐδὲν τοιοῦτον ὑποτείνουσιν, ἀλλ’ ὡς
ἡσυχίαν ἔχειν δεῖ καὶ μὴ μεγάλων ἐπιθυμεῖν παρὰ τὸ
δίκαιον, ἀλλὰ στέργειν τοῖς παροῦσιν, [7] ὃ χαλεπώτατον
πάντων τοῖς πλείστοις τῶν ἀνθρώπων ἐστίν. οὕτω γὰρ
ἐξηρτήμεθα τῶν ἐλπίδων καὶ πρὸς τὰς δοκούσας εἶναι
πλεονεξίας ἀπλήστως ἔχομεν, ὥστ’ οὐδ’ οἱ κεκτημένοι
τοὺς μεγίστους πλούτους μένειν ἐπὶ τούτοις ἐθέλουσιν,
ἀλλ’ ἀεὶ τοῦ πλείονος ὀρεγόμενοι περὶ τῶν ὑπαρχόντων
κινδυνεύουσιν. ὅπερ ἄξιόν ἐστιν δεδιέναι, μὴ καὶ νῦν
ἡμεῖς ἔνοχοι γενώμεθα ταύταις ταῖς ἀνοίαις· [8] λίαν γάρ
τινές μοι δοκοῦσιν ὡρμῆσθαι πρὸς τὸν πόλεμον, ὥσπερ οὐ
τῶν τυχόντων συμβεβουλευκότων, ἀλλὰ τῶν θεῶν ἀκηκοότες
ὅτι κατορθώσομεν ἅπαντα καὶ ῥᾳδίως ἐπικρατήσομεν τῶν
ἐχθρῶν.

    Χρὴ δὲ τοὺς νοῦν ἔχοντας περὶ μὲν ὧν ἴσασιν, μὴ
βουλεύεσθαι (περίεργον γάρ) ἀλλὰ πράττειν ὡς ἐγνώκα-
σιν, περὶ ὧν δ’ ἂν βουλεύωνται, μὴ νομίζειν εἰδέναι τὸ συμ-
βησόμενον, ἀλλ’ ὡς δόξῃ μὲν χρωμένους, ὅ τι ἂν τύχῃ δὲ
γενησόμενον ἀγνοοῦντας, οὕτω διανοεῖσθαι περὶ αὐτῶν.

    [9] Ὧν ὑμεῖς οὐδέτερον τυγχάνετε ποιοῦντες, ἀλλ’ ὡς οἷόν τε
ταραχωδέστατα διάκεισθε. συνεληλύθατε μὲν γὰρ ὡς δέον ὑμᾶς
ἐξ ἁπάντων τῶν ῥηθέντων ἐκλέξασθαι τὸ βέλτιστον,
ὥσπερ δ’ ἤδη σαφῶς εἰδότες ὃ πρακτέον ἐστίν, οὐκ ἐθέλετ’
ἀκούειν πλὴν τῶν πρὸς ἡδονὴν δημηγορούντων. [10] καίτοι
προσῆκεν ὑμᾶς, εἴπερ ἠβούλεσθε ζητεῖν τὸ τῇ πόλει
συμφέρον, μᾶλλον τοῖς ἐναντιουμένοις ταῖς ὑμετέραις γνώ-
μαις προσέχειν τὸν νοῦν ἢ τοῖς καταχαριζομένοις, εἰδότας
ὅτι τῶν ἐνθάδε παριόντων οἱ μὲν ἃ βούλεσθε λέγοντες
ῥᾳδίως ἐξαπατᾶν δύνανται (τὸ γὰρ πρὸς χάριν ῥηθὲν
ἐπισκοτεῖ τῷ καθορᾶν ὑμᾶς τὸ βέλτιστον), ὑπὸ δὲ τῶν μὴ
πρὸς ἡδονὴν συμβουλευόντων οὐδὲν ἂν πάθοιτε τοιοῦτον·
[11] οὐ γὰρ ἔστιν ὅπως ἂν μεταπεῖσαι δυνηθεῖεν ὑμᾶς, μὴ
φανερὸν τὸ συμφέρον ποιήσαντες. χωρὶς δὲ τούτων πῶς
ἂν ἄνθρωποι καλῶς δυνηθεῖεν ἢ κρῖναι περὶ τῶν γεγενη-
μένων ἢ βουλεύσασθαι περὶ τῶν μελλόντων, εἰ μὴ τοὺς
μὲν λόγους τοὺς τῶν ἐναντιουμένων παρ’ ἀλλήλους ἐξετά-
ζοιεν, αὐτοὶ δ’ αὑτοὺς κοινοὺς ἀμφοτέροις ἀκροατὰς
παράσχοιεν;

    [12] Θαυμάζω δὲ τῶν τε πρεσβυτέρων, εἰ μηκέτι
μνημονεύουσιν, καὶ τῶν νεωτέρων, εἰ μηδενὸς ἀκη-
κόασιν, ὅτι διὰ μὲν τοὺς παραινοῦντας ἀντέχεσθαι τῆς
εἰρήνης οὐδὲν πώποτε κακὸν ἐπάθομεν, διὰ δὲ τοὺς ῥᾳδίως
τὸν πόλεμον αἱρουμένους πολλαῖς ἤδη καὶ μεγάλαις συμ-
φοραῖς περιεπέσομεν. ὧν ἡμεῖς οὐδεμίαν ποιούμεθα
μνείαν, ἀλλ’ ἑτοίμως ἔχομεν, μηδὲν εἰς τοὔμπροσθεν ἡμῖν
αὐτοῖς πράττοντες, τριήρεις πληροῦν καὶ χρημάτων εἰσφο-
ρὰς ποιεῖσθαι καὶ βοηθεῖν καὶ πολεμεῖν οἷς ἂν τύχωμεν,
ὥσπερ ἐν ἀλλοτρίᾳ τῇ πόλει κινδυνεύοντες. [13] τούτων δ’
αἴτιόν ἐστιν ὅτι, προσῆκον ὑμᾶς ὁμοίως ὑπὲρ τῶν κοινῶν
ὥσπερ ὑπὲρ τῶν ἰδίων σπουδάζειν, οὐ τὴν αὐτὴν γνώμην
ἔχετε περὶ αὐτῶν, ἀλλ’ ὅταν μὲν ὑπὲρ τῶν ἰδίων βουλεύησθε,
ζητεῖτε συμβούλους τοὺς ἄμεινον φρονοῦντας ὑμῶν αὐτῶν,
ὅταν δ’ ὑπὲρ τῆς πόλεως ἐκκλησιάζητε, τοῖς μὲν τοιού-
τοις ἀπιστεῖτε καὶ φθονεῖτε, τοὺς δὲ πονηροτάτους τῶν
ἐπὶ τὸ βῆμα παριόντων ἀσκεῖτε, καὶ νομίζετε δημοτικωτέ-
ρους εἶναι τοὺς μεθύοντας τῶν νηφόντων καὶ τοὺς νοῦν
οὐκ ἔχοντας τῶν εὖ φρονούντων καὶ τοὺς τὰ τῆς πόλεως
διανεμομένους τῶν ἐκ τῆς ἰδίας οὐσίας ὑμῖν λειτουργούν-
των. ὥστ’ ἄξιον θαυμάζειν, εἴ τις ἐλπίζει τὴν πόλιν
τοιούτοις συμβούλοις χρωμένην ἐπὶ τὸ βέλτιον ἐπιδώσειν.

    [14] Ἐγὼ δ’ οἶδα μὲν διότι πρόσαντές ἐστιν ἐναντιοῦσθαι
ταῖς ὑμετέραις διανοίαις, καὶ ὅτι δημοκρατίας οὔσης οὐκ ἔστι
παρρησία, πλὴν ἐνθάδε μὲν τοῖς ἀφρονεστάτοις καὶ μηδὲν
ὑμῶν φροντίζουσιν, ἐν δὲ τῷ θεάτρῳ τοῖς κωμῳδοδιδασκά-
λοις· ὃ καὶ πάντων ἐστὶν δεινότατον, ὅτι τοῖς μὲν ἐκφέ-
ρουσιν εἰς τοὺς ἄλλους Ἕλληνας τὰ τῆς πόλεως ἁμαρτή-
ματα τοσαύτην ἔχετε χάριν ὅσην οὐδὲ τοῖς εὖ ποιοῦσιν,
πρὸς δὲ τοὺς ἐπιπλήττοντας καὶ νουθετοῦντας ὑμᾶς οὕτω
διατίθεσθε δυσκόλως ὥσπερ πρὸς τοὺς κακόν τι τὴν πόλιν
ἐργαζομένους.

    [15] Ὅμως δὲ καὶ τούτων ὑπαρχόντων οὐκ ἂν ἀπο-
σταίην ὧν διενοήθην. παρελήλυθα γὰρ οὐ χαριού-
μενος ὑμῖν οὐδὲ χειροτονίαν μνηστεύσων, ἀλλ’ ἀποφανού-
μενος ἃ τυγχάνω γιγνώσκων πρῶτον μὲν περὶ ὧν οἱ πρυ-
τάνεις προτιθέασιν, ἔπειτα περὶ τῶν ἄλλων τῶν τῆς
πόλεως πραγμάτων· οὐδὲν γὰρ ὄφελος ἔσται τῶν νῦν περὶ
τῆς εἰρήνης γνωσθέντων, ἢν μὴ καὶ περὶ τῶν λοιπῶν ὀρθῶς
βουλευσώμεθα.

    [16] Φημὶ δ’ οὖν χρῆναι ποιεῖσθαι τὴν εἰρήνην μὴ
μόνον πρὸς Χίους καὶ Ῥοδίους καὶ Βυζαντίους καὶ Κῴους
ἀλλὰ πρὸς ἅπαντας ἀνθρώπους, καὶ χρῆσθαι ταῖς συνθή-
καις μὴ ταύταις αἷς νῦν τινες γεγράφασιν, ἀλλὰ ταῖς
γενομέναις μὲν πρὸς βασιλέα καὶ Λακεδαιμονίους, προσ-
ταττούσαις δὲ τοὺς Ἕλληνας αὐτονόμους εἶναι καὶ τὰς
φρουρὰς ἐκ τῶν ἀλλοτρίων πόλεων ἐξιέναι καὶ τὴν αὑτῶν
ἔχειν ἑκάστους. τούτων γὰρ οὔτε δικαιοτέρας εὑρήσομεν
οὔτε μᾶλλον τῇ πόλει συμφερούσας.