Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΕΡΙ ΑΝΤΙΔΟΣΕΩΣ

ΙΣΟΚΡ 15.291–294

Η ρητορική δεινότητα που αποκτάται με τη διδασκαλία είναι προτιμότερη – Η πρέπουσα στάση των Αθηναίων απέναντι σε αυτήν
Ο ρήτορας διατύπωσε την απορία του για τις επικρίσεις εναντίον των νέων, που από τη ραστώνη των διασκεδάσεων προτιμούσαν να ασχοληθούν με μια τόσο επωφελή ηθικά δραστηριότητα, όπως η ρητορική. Και συνεχίζει:

    [291] Θαυμάζω δ’ ὅσοι τοὺς μὲν φύσει δεινοὺς ὄντας
εἰπεῖν εὐδαιμονίζουσιν ὡς ἀγαθοῦ καὶ καλοῦ πράγματος
αὐτοῖς συμβεβηκότος, τοὺς δὲ τοιούτους γενέσθαι βουλο-
μένους λοιδοροῦσιν ὡς ἀδίκου καὶ κακοῦ παιδεύματος
ἐπιθυμοῦντας. καίτοι τί τῶν φύσει καλῶν ὄντων μελέτῃ
κατεργασθὲν αἰσχρὸν ἢ κακόν ἐστιν; οὐδὲν γὰρ εὑρήσο-
μεν τοιοῦτον, ἀλλ’ ἔν γε τοῖς ἄλλοις ἐπαινοῦμεν τοὺς ταῖς
φιλοπονίαις ταῖς αὑτῶν ἀγαθόν τι κτήσασθαι δυνηθέντας
μᾶλλον ἢ τοὺς παρὰ τῶν προγόνων παραλαβόντας,
[292] εἰκότως· συμφέρει γὰρ ἐπί τε τῶν ἄλλων ἁπάντων, καὶ
μάλιστ’ ἐπὶ τῶν λόγων, μὴ τὰς εὐτυχίας ἀλλὰ τὰς ἐπι-
μελείας εὐδοκιμεῖν. οἱ μὲν γὰρ φύσει καὶ τύχῃ δεινοὶ
γενόμενοι λέγειν οὐ πρὸς τὸ βέλτιστον ἀποβλέπουσιν,
ἀλλ’ ὅπως ἂν τύχωσιν, οὕτω χρῆσθαι τοῖς λόγοις εἰώθασιν·
οἱ δὲ φιλοσοφίᾳ καὶ λογισμῷ τὴν δύναμιν ταύτην λαβόντες,
οὐδὲν ἀσκέπτως λέγοντες, ἧττον περὶ τὰς πράξεις πλημ-
μελοῦσιν.

    [293] Ὥσθ’ ἅπασι μὲν βούλεσθαι προσήκει πολλοὺς
εἶναι τοὺς ἐκ παιδείας δεινοὺς εἰπεῖν γιγνομένους, μάλιστα
δ’ ὑμῖν· καὶ γὰρ αὐτοὶ προέχετε καὶ διαφέρετε τῶν ἄλλων
οὐ ταῖς περὶ τὸν πόλεμον ἐπιμελείαις, οὐδ’ ὅτι κάλλιστα
πολιτεύεσθε καὶ μάλιστα φυλάττετε τοὺς νόμους οὓς
ὑμῖν οἱ πρόγονοι κατέλιπον, ἀλλὰ τούτοις οἷς περ ἡ φύσις
ἡ τῶν ἀνθρώπων τῶν ἄλλων ζῴων, καὶ τὸ γένος τὸ τῶν
Ἑλλήνων τῶν βαρβάρων, [294] τῷ καὶ πρὸς τὴν φρόνησιν
καὶ πρὸς τοὺς λόγους ἄμεινον πεπαιδεῦσθαι τῶν ἄλλων.
ὥστε πάντων ἂν συμβαίη δεινότατον, εἰ τοὺς βουλομένους
τοῖς αὐτοῖς τούτοις διενεγκεῖν τῶν ἡλικιωτῶν, οἷς περ
ὑμεῖς ἁπάντων, διαφθείρεσθαι ψηφίσαισθε, καὶ τοὺς τῇ
παιδείᾳ ταύτῃ χρωμένους, ἧς ὑμεῖς ἡγεμόνες γεγένησθε,
συμφορᾷ τινι περιβάλοιτε.