Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΕΡΙ ΑΝΤΙΔΟΣΕΩΣ

ΙΣΟΚΡ 15.253–257

Εγκώμιο του λόγου και της τέχνης της πειθούς
Ο Ισοκράτης απέδωσε σε φθόνο τις επικρίσεις κατά της ρητορικής και υποστήριξε ότι, όπως δεν θα κατηγορούσε κανείς ποτέ εκείνον που κληροδότησε μια περιουσία, σε περίπτωση που οι κληρονόμοι του δεν τη χρησιμοποιούσαν ορθά, ή τον δάσκαλο της οπλομαχίας, αν οι μαθητές του στασίαζαν τελικά εναντίον της πόλεως, έτσι δεν θα έπρεπε να κατηγορείται και ο δάσκαλος της ρητορικής για ενδεχόμενη κακή χρήση της από τους μαθητές του. Και συνεχίζει:

    [253] Οὐκοῦν χρὴ καὶ περὶ τῶν λόγων τὴν αὐτὴν
ἔχειν διάνοιαν ἥν περ καὶ περὶ τῶν ἄλλων, καὶ μὴ περὶ
τῶν ὁμοίων τἀναντία γιγνώσκειν, μηδὲ πρὸς τοιοῦτο
πρᾶγμα δυσμενῶς φαίνεσθαι διακειμένους, ὃ πάντων τῶν
ἐνόντων ἐν τῇ τῶν ἀνθρώπων φύσει πλείστων ἀγαθῶν
αἴτιόν ἐστι. τοῖς μὲν γὰρ ἄλλοις οἷς ἔχομεν, ὅ περ ἤδη
καὶ πρότερον εἶπον, οὐδὲν τῶν ζῴων διαφέρομεν, ἀλλὰ
πολλῶν καὶ τῷ τάχει καὶ τῇ ῥώμῃ καὶ ταῖς ἄλλαις εὐπο-
ρίαις καταδεέστεροι τυγχάνομεν ὄντες· [254] ἐγγενομέ-
νου δ’ ἡμῖν τοῦ πείθειν ἀλλήλους καὶ δηλοῦν πρὸς ἡμᾶς
αὐτοὺς περὶ ὧν ἂν βουληθῶμεν, οὐ μόνον τοῦ θηριωδῶς
ζῆν ἀπηλλάγημεν, ἀλλὰ καὶ συνελθόντες πόλεις ᾠκίσαμεν
καὶ νόμους ἐθέμεθα καὶ τέχνας εὕρομεν, καὶ σχεδὸν
ἅπαντα τὰ δι’ ἡμῶν μεμηχανημένα λόγος ἡμῖν ἐστιν ὁ
συγκατασκευάσας. [255] οὗτος γὰρ περὶ τῶν δικαίων καὶ
τῶν ἀδίκων καὶ τῶν καλῶν καὶ τῶν αἰσχρῶν ἐνομοθέτησεν,
ὧν μὴ διαταχθέντων οὐκ ἂν οἷοί τ’ ἦμεν οἰκεῖν μετ’
ἀλλήλων. τούτῳ καὶ τοὺς κακοὺς ἐξελέγχομεν καὶ τοὺς
ἀγαθοὺς ἐγκωμιάζομεν. διὰ τούτου τούς τ’ ἀνοήτους
παιδεύομεν καὶ τοὺς φρονίμους δοκιμάζομεν· τὸ γὰρ λέγειν
ὡς δεῖ τοῦ φρονεῖν εὖ μέγιστον σημεῖον ποιούμεθα, καὶ
λόγος ἀληθὴς καὶ νόμιμος καὶ δίκαιος ψυχῆς ἀγαθῆς καὶ
πιστῆς εἴδωλόν ἐστι. [256] μετὰ τούτου καὶ περὶ τῶν
ἀμφισβητησίμων ἀγωνιζόμεθα καὶ περὶ τῶν ἀγνοουμένων
σκοπούμεθα· ταῖς γὰρ πίστεσιν, αἷς τοὺς ἄλλους λέγοντες
πείθομεν, ταῖς αὐταῖς ταύταις βουλευόμενοι χρώμεθα,
καὶ ῥητορικοὺς μὲν καλοῦμεν τοὺς ἐν τῷ πλήθει λέγειν
δυναμένους, εὐβούλους δὲ νομίζομεν οἵτινες ἂν αὐτοὶ
πρὸς αὑτοὺς ἄριστα περὶ τῶν πραγμάτων διαλεχθῶσιν.
[257] εἰ δὲ δεῖ συλλήβδην περὶ τῆς δυνάμεως ταύτης
εἰπεῖν, οὐδὲν τῶν φρονίμως πραττομένων εὑρήσομεν
ἀλόγως γιγνόμενον, ἀλλὰ καὶ τῶν ἔργων καὶ τῶν δια-
νοημάτων ἁπάντων ἡγεμόνα λόγον ὄντα, καὶ μάλιστα
χρωμένους αὐτῷ τοὺς πλεῖστον νοῦν ἔχοντας.

    Ὧν οὐδὲν ἐνθυμηθεὶς Λυσίμαχος κατηγορεῖν ἐτόλ-
μησε τῶν ἐπιθυμούντων τοιούτου πράγματος, ὃ τοσού-
των τὸ πλῆθος καὶ τηλικούτων τὸ μέγεθος ἀγαθῶν
αἴτιόν ἐστιν.