[186] Ὁ μὲν οὖν τύπος τῆς φιλοσοφίας τοιοῦτός τίς
ἐστιν. ἡγοῦμαι δ’ ὑμᾶς μᾶλλον ἂν ἔτι καταμαθεῖν τὴν
δύναμιν αὐτῆς, εἰ διέλθοιμι τὰς ὑποσχέσεις ἃς ποιούμεθα
πρὸς τοὺς πλησιάζειν ἡμῖν βουλομένους. [187] λέγομεν
γὰρ ὡς δεῖ τοὺς μέλλοντας διοίσειν ἢ περὶ τοὺς λόγους ἢ
περὶ τὰς πράξεις ἢ περὶ τὰς ἄλλας ἐργασίας πρῶτον μὲν
πρὸς τοῦτο πεφυκέναι καλῶς, πρὸς ὃ ἂν προῃρημένοι
τυγχάνωσιν, ἔπειτα παιδευθῆναι καὶ λαβεῖν τὴν ἐπιστήμην,
ἥτις ἂν ᾖ περὶ ἑκάστου, τρίτον ἐντριβεῖς γενέσθαι καὶ
γυμνασθῆναι περὶ τὴν χρείαν καὶ τὴν ἐμπειρίαν αὐτῶν· ἐκ
τούτων γὰρ ἐν ἁπάσαις ταῖς ἐργασίαις τελείους γίγνεσθαι
καὶ πολὺ διαφέροντας τῶν ἄλλων. [188] εἶναι δὲ τούτων
προσῆκον ἑκατέροις, τοῖς τε διδάσκουσι καὶ τοῖς μανθά-
νουσιν, ἴδιον μὲν τοῖς μὲν εἰσενέγκασθαι τὴν φύσιν οἵαν
δεῖ, τοῖς δὲ δύνασθαι παιδεῦσαι τοὺς τοιούτους, κοινὸν
δ’ ἀμφοτέρων τὸ περὶ τὴν ἐμπειρίαν γυμνάσιον· δεῖν γὰρ
τοὺς μὲν ἐπιμελῶς ἐπιστατῆσαι τοῖς παιδευομένοις, τοὺς
δ’ ἐγκρατῶς ἐμμεῖναι τοῖς προσταττομένοις.
[189] Ταῦτα μὲν οὖν ἐστιν ἃ κατὰ πασῶν λέγομεν
τῶν τεχνῶν· εἰ δὲ δή τις ἀφέμενος τῶν ἄλλων ἔροιτό με
τί τούτων μεγίστην ἔχει δύναμιν πρὸς τὴν τῶν λόγων
παιδείαν, ἀποκριναίμην ἂν ὅτι τὸ τῆς φύσεως ἀνυπέρ-
βλητόν ἐστι καὶ πολὺ πάντων διαφέρει· τὸν γὰρ ἔχον-
τα τὴν μὲν ψυχὴν εὑρεῖν καὶ μαθεῖν καὶ πονῆσαι καὶ
μνημονεῦσαι δυναμένην, τὴν δὲ φωνὴν καὶ τὴν τοῦ
στόματος σαφήνειαν τοιαύτην ὥστε μὴ μόνοις τοῖς
λεγομένοις ἀλλὰ καὶ ταῖς τούτων εὐαρμοστίαις συμ-
πείθειν τοὺς ἀκούοντας, [190] ἔτι δὲ τὴν τόλμαν μὴ τὴν
ἀναισχυντίας σημεῖον γιγνομένην, ἀλλὰ τὴν μετὰ σω-
φροσύνης οὕτω παρασκευάζουσαν τὴν ψυχὴν ὥστε μηδὲν
ἧττον θαρρεῖν ἐν δὴ πᾶσι τοῖς πολίταις τοὺς λόγους
ποιούμενον ἢ πρὸς αὑτὸν διανοούμενον, τίς οὐκ οἶδεν ὅτι
τυχὼν ὁ τοιοῦτος παιδείας μὴ τῆς ἀπηκριβωμένης, ἀλλὰ
τῆς ἐπιπολαίου καὶ πᾶσι κοινῆς, τοιοῦτος ἂν εἴη ῥήτωρ
οἷος οὐκ οἶδ’ εἴ τις τῶν Ἑλλήνων γέγονεν; [191] καὶ μὲν
δὴ κἀκείνους ἴσμεν, τοὺς καταδεεστέραν μὲν τούτων τὴν
φύσιν ἔχοντας, ταῖς δ’ ἐμπειρίαις καὶ ταῖς ἐπιμελείαις
προέχοντας, ὅτι γίγνονται κρείττους οὐ μόνον αὑτῶν
ἀλλὰ καὶ τῶν εὖ μὲν πεφυκότων λίαν δ’ αὑτῶν κατημελη-
κότων· ὥσθ’ ἑκάτερόν τε τούτων δεινὸν ἂν καὶ λέγειν καὶ
πράττειν ποιήσειεν, ἀμφότερά τε γενόμενα περὶ τὸν αὐτὸν
ἀνυπέρβλητον ἂν τοῖς ἄλλοις ἀποτελέσειεν.
[192] Περὶ μὲν οὖν τῆς φύσεως καὶ τῆς ἐμπειρίας ταῦτα
γιγνώσκω· περὶ δὲ τῆς παιδείας οὐκ ἔχω τοιοῦτον λόγον
εἰπεῖν· οὔτε γὰρ ὁμοίαν οὔτε παραπλησίαν ἔχει τούτοις τὴν
δύναμιν. εἰ γάρ τις διακούσειεν ἅπαντα τὰ περὶ τοὺς λόγους
καὶ διακριβωθείη μᾶλλον τῶν ἄλλων, λόγων μὲν ποιητὴς
τυχὸν ἂν χαριέστερος γένοιτο τῶν πολλῶν, εἰς ὄχλον δὲ
καταστάς, τούτου μόνον ἀποστερηθείς, τοῦ τολμᾶν, οὐδ’ ἂν
φθέγξασθαι δυνηθείη.
|