[75] Εἶπον δέ που, πρὶν ἀναγιγνώσκεσθαι τούτους, ὡς
ἄξιος εἴην οὐ μόνον, εἰ βλαβεροῖς χρῶμαι τοῖς λόγοις,
δοῦναι δίκην ὑμῖν, ἀλλ’ εἰ μὴ τοιούτοις οἵοις οὐδεὶς ἄλλος,
τῆς μεγίστης τυχεῖν τιμωρίας. εἴ τινες οὖν ὑμῶν ὑπέλαβον
τότε λίαν ἀλαζονικὸν εἶναι καὶ μέγα τὸ ῥηθέν, οὐκ ἂν
δικαίως ἔτι τὴν γνώμην ταύτην ἔχοιεν· οἶμαι γὰρ ἀπο-
δεδωκέναι τὴν ὑπόσχεσιν καὶ τοιούτους εἶναι τοὺς λόγους
τοὺς ἀναγνωσθέντας οἵους περ ἐξ ἀρχῆς ὑπεθέμην.
[76] βούλομαι δ’ ὑμῖν διὰ βραχέων ἀπολογήσασθαι περὶ
ἑκάστου, καὶ ποιῆσαι μᾶλλον ἔτι καταφανὲς ὡς ἀληθῆ καὶ
τότε προεῖπον καὶ νῦν λέγω περὶ αὐτῶν.
Καὶ πρῶτον μὲν ποῖος γένοιτ’ ἂν λόγος ὁσιώτερος ἢ
δικαιότερος τοῦ τοὺς προγόνους ἐγκωμιάζοντος ἀξίως τῆς
ἀρετῆς τῆς ἐκείνων καὶ τῶν ἔργων τῶν πεπραγμένων
αὐτοῖς; [77] ἔπειτα τίς ἂν πολιτικώτερος καὶ μᾶλλον πρέ-
πων τῇ πόλει τοῦ τὴν ἡγεμονίαν ἀποφαίνοντος ἔκ τε τῶν
ἄλλων εὐεργεσιῶν καὶ τῶν κινδύνων ἡμετέραν οὖσαν
μᾶλλον ἢ Λακεδαιμονίων; ἔτι δὲ τίς ἂν περὶ καλλιόνων
καὶ μειζόνων πραγμάτων τοῦ τοὺς Ἕλληνας ἐπί τε τὴν
τῶν βαρβάρων στρατείαν παρακαλοῦντος καὶ περὶ τῆς
πρὸς ἀλλήλους ὁμονοίας συμβουλεύοντος;
[78] Ἐν μὲν τοίνυν τῷ πρώτῳ λόγῳ περὶ τούτων
τυγχάνω διειλεγμένος, ἐν δὲ τοῖς ὑστέροις περὶ ἐλαττό-
νων μὲν ἢ τηλικούτων, οὐ μὴν περὶ ἀχρηστοτέρων οὐδ’
ἧττον τῇ πόλει συμφερόντων. γνώσεσθε δὲ τὴν δύναμιν
αὐτῶν, ἢν παραβάλλητε πρὸς ἕτερα τῶν εὐδοκιμούντων
καὶ τῶν ὠφελίμων εἶναι δοκούντων.
[79] Οἶμαι δὴ πάντας ἂν ὁμολογῆσαι τοὺς νόμους
πλείστων καὶ μεγίστων ἀγαθῶν αἰτίους εἶναι τῷ βίῳ
τῶν ἀνθρώπων· ἀλλ’ ἡ μὲν τούτων χρῆσις τοῦτ’ ὠφελεῖν
μόνον πέφυκεν, τὰ κατὰ τὴν πόλιν καὶ τὰ συμβόλαια τὰ
γιγνόμενα πρὸς ἡμᾶς αὐτούς· εἰ δὲ τοῖς λόγοις πείθοισθε
τοῖς ἐμοῖς, ὅλην τὴν Ἑλλάδα καλῶς ἂν διοικοῖτε καὶ
δικαίως καὶ τῇ πόλει συμφερόντως. [80] χρὴ δὲ τοὺς νοῦν
ἔχοντας περὶ ἀμφότερα μὲν ταῦτα σπουδάζειν, αὐτοῖν δὲ
τούτοιν τὸ μεῖζον καὶ τὸ πλέονος ἄξιον προτιμᾶν, ἔπειτα
κἀκεῖνο γιγνώσκειν, ὅτι νόμους μὲν θεῖναι μυρίοι καὶ τῶν
ἄλλων Ἑλλήνων καὶ τῶν βαρβάρων ἱκανοὶ γεγόνασιν, εἰπεῖν
δὲ περὶ τῶν συμφερόντων ἀξίως τῆς πόλεως καὶ τῆς Ἑλ-
λάδος οὐκ ἂν πολλοὶ δυνηθεῖεν.
[81] Ὧν ἕνεκα τοὺς ἔργον ποιουμένους τοὺς τοιού-
τους λόγους εὑρίσκειν τοσούτῳ χρὴ περὶ πλείονος ποι-
εῖσθαι τῶν τοὺς νόμους τιθέντων καὶ γραφόντων, ὅσῳ
πέρ εἰσι σπανιώτεροι καὶ χαλεπώτεροι καὶ ψυχῆς φρο-
νιμωτέρας δεόμενοι τυγχάνουσιν, ἄλλως τε δὴ καὶ νῦν.
[82] ὅτε μὲν γὰρ ἤρχετο τὸ γένος τὸ τῶν ἀνθρώπων
γίγνεσθαι καὶ συνοικίζεσθαι κατὰ πόλεις, εἰκὸς ἦν παρα-
πλησίαν εἶναι τὴν ζήτησιν αὐτῶν· ἐπειδὴ δ’ ἐνταῦθα προ-
εληλύθαμεν ὥστε καὶ τοὺς λόγους τοὺς εἰρημένους καὶ
τοὺς νόμους τοὺς κειμένους ἀναριθμήτους εἶναι, καὶ τῶν
μὲν νόμων ἐπαινεῖσθαι τοὺς ἀρχαιοτάτους, τῶν δὲ λόγων
τοὺς καινοτάτους, οὐκέτι τῆς αὐτῆς διανοίας ἔργον ἐστίν,
[83] ἀλλὰ τοῖς μὲν τοὺς νόμους τιθέναι προαιρουμένοις
προὔργου γέγονε τὸ πλῆθος τῶν κειμένων (οὐδὲν γὰρ
αὐτοὺς δεῖ ζητεῖν ἑτέρους, ἀλλὰ τοὺς παρὰ τοῖς ἄλλοις
εὐδοκιμοῦντας πειραθῆναι συναγαγεῖν, ὃ ῥᾳδίως ὅστις ἂν
οὖν βουληθεὶς ποιήσειε), τοῖς δὲ περὶ τοὺς λόγους
πραγματευομένοις διὰ τὸ προκατειλῆφθαι τὰ πλεῖστα
τοὐναντίον συμβέβηκε· λέγοντες μὲν γὰρ ταὐτὰ τοῖς
πρότερον εἰρημένοις ἀναισχυντεῖν καὶ ληρεῖν δόξουσι,
καινὰ δὲ ζητοῦντες ἐπιπόνως εὑρήσουσι. διόπερ ἔφα-
σκον ἀμφοτέροις μὲν ἐπαινεῖσθαι προσήκειν, πολὺ δὲ
μᾶλλον τοῖς τὸ χαλεπώτερον ἐξεργάζεσθαι δυναμένοις.
[84] Ἀλλὰ μὴν καὶ τῶν ἐπὶ τὴν σωφροσύνην καὶ τὴν
δικαιοσύνην προσποιουμένων προτρέπειν ἡμεῖς ἂν ἀληθέ-
στεροι καὶ χρησιμώτεροι φανεῖμεν ὄντες. οἱ μὲν γὰρ
παρακαλοῦσιν ἐπὶ τὴν ἀρετὴν καὶ τὴν φρόνησιν τὴν ὑπὸ
τῶν ἄλλων μὲν ἀγνοουμένην, ὑπ’ αὐτῶν δὲ τούτων ἀντιλε-
γομένην, ἐγὼ δ’ ἐπὶ τὴν ὑπὸ πάντων ὁμολογουμένην·
[85] κἀκείνοις μὲν ἀπόχρη τοσοῦτον, ἢν ἐπαγαγέσθαι τινὰς
τῇ δόξῃ τῇ τῶν ὀνομάτων δυνηθῶσιν εἰς τὴν αὑτῶν ὁμιλίαν,
ἐγὼ δὲ τῶν μὲν ἰδιωτῶν οὐδένα πώποτε φανήσομαι παρα-
καλέσας ἐπ’ ἐμαυτόν, τὴν δὲ πόλιν ὅλην πειρῶμαι πείθειν
τοιούτοις πράγμασιν ἐπιχειρεῖν, ἐξ ὧν αὐτοί τ’ εὐδαιμονή-
σουσι καὶ τοὺς ἄλλους Ἕλληνας τῶν παρόντων κακῶν
ἀπαλλάξουσι.
|