[150] Καὶ τούτων οὐδὲν ἀλόγως γέγονεν, ἀλλὰ πάντ’
εἰκότως ἀποβέβηκεν· οὐ γὰρ οἷόν τε τοὺς οὕτω τρεφομέ-
νους καὶ πολιτευομένους οὔτε τῆς ἄλλης ἀρετῆς μετέχειν
οὔτ’ ἐν ταῖς μάχαις τρόπαιον ἱστάναι τῶν πολεμίων. πῶς
γὰρ ἐν τοῖς ἐκείνων ἐπιτηδεύμασιν ἐγγενέσθαι δύναιτ’ ἂν ἢ
στρατηγὸς δεινὸς ἢ στρατιώτης ἀγαθός, ὧν τὸ μὲν
πλεῖστόν ἐστιν ὄχλος ἄτακτος καὶ κινδύνων ἄπειρος, πρὸς
μὲν τὸν πόλεμον ἐκλελυμένος, πρὸς δὲ τὴν δουλείαν ἄμει-
νον τῶν παρ’ ἡμῖν οἰκετῶν πεπαιδευμένος, [151] οἱ δ’
ἐν ταῖς μεγίσταις δόξαις ὄντες αὐτῶν ὁμαλῶς μὲν οὐδὲ
κοινῶς οὐδὲ πολιτικῶς οὐδεπώποτ’ ἐβίωσαν, ἅπαντα δὲ τὸν
χρόνον διάγουσιν εἰς μὲν τοὺς ὑβρίζοντες τοῖς δὲ δου-
λεύοντες, ὡς ἂν ἄνθρωποι μάλιστα τὰς φύσεις διαφθα-
ρεῖεν, καὶ τὰ μὲν σώματα διὰ τοὺς πλούτους τρυφῶντες,
τὰς δὲ ψυχὰς διὰ τὰς μοναρχίας ταπεινὰς καὶ περιδεεῖς
ἔχοντες, ἐξεταζόμενοι πρὸς αὐτοῖς τοῖς βασιλείοις καὶ
προκαλινδούμενοι καὶ πάντα τρόπον μικρὸν φρονεῖν μελε-
τῶντες, θνητὸν μὲν ἄνδρα προσκυνοῦντες καὶ δαίμονα
προσαγορεύοντες, τῶν δὲ θεῶν μᾶλλον ἢ τῶν ἀνθρώπων
ὀλιγωροῦντες. [152] τοιγαροῦν οἱ καταβαίνοντες αὐτῶν
ἐπὶ θάλατταν, οὓς καλοῦσι σατράπας, οὐ καταισχύνουσι
τὴν ἐκεῖ παίδευσιν, ἀλλ’ ἐν τοῖς ἤθεσι τοῖς αὐτοῖς διαμέ-
νουσι, πρὸς μὲν τοὺς φίλους ἀπίστως πρὸς δὲ τοὺς ἐχθ-
ροὺς ἀνάνδρως ἔχοντες, καὶ τὰ μὲν ταπεινῶς τὰ δ’ ὑπε-
ρηφάνως ζῶντες, τῶν μὲν συμμάχων καταφρονοῦντες τοὺς
δὲ πολεμίους θεραπεύοντες. [153] τὴν μέν γε μετ’ Ἀγη-
σιλάου στρατιὰν ὀκτὼ μῆνας ταῖς αὑτῶν δαπάναις
διέθρεψαν, τοὺς δ’ ὑπὲρ αὑτῶν κινδυνεύοντας ἑτέρου
τοσούτου χρόνου τὸν μισθὸν ἀπεστέρησαν· καὶ τοῖς μὲν
Κισθήνην καταλαβοῦσιν ἑκατὸν τάλαντα διένειμαν, τοὺς
δὲ μεθ’ αὑτῶν εἰς Κύπρον στρατευσαμένους μᾶλλον ἢ
τοὺς αἰχμαλώτους ὕβριζον. [154] ὡς δ’ ἁπλῶς εἰπεῖν
καὶ μὴ καθ’ ἓν ἕκαστον ἀλλ’ ὡς ἐπὶ τὸ πολύ, τίς ἢ τῶν
πολεμησάντων αὐτοῖς οὐκ εὐδαιμονήσας ἀπῆλθεν, ἢ τῶν
ὑπ’ ἐκείνοις γενομένων οὐκ αἰκισθεὶς τὸν βίον ἐτελεύτη-
σεν; οὐ Κόνωνα μέν, ὃς ὑπὲρ τῆς Ἀσίας στρατηγήσας
τὴν ἀρχὴν τὴν Λακεδαιμονίων κατέλυσεν, ἐπὶ θανάτῳ
συλλαβεῖν ἐτόλμησαν, Θεμιστοκλέα δ’, ὃς ὑπὲρ τῆς Ἑλ-
λάδος αὐτοὺς κατεναυμάχησε, τῶν μεγίστων δωρεῶν
ἠξίωσαν; [155] καίτοι πῶς χρὴ τὴν τούτων φιλίαν
ἀγαπᾶν, οἳ τοὺς μὲν εὐεργέτας τιμωροῦνται, τοὺς δὲ
κακῶς ποιοῦντας οὕτως ἐπιφανῶς κολακεύουσιν; περὶ
τίνας δ’ ἡμῶν οὐκ ἐξημαρτήκασιν; ποῖον δὲ χρόνον διαλε-
λοίπασιν ἐπιβουλεύοντες τοῖς Ἕλλησιν; τί δ’ οὐκ ἐχθρὸν
αὐτοῖς ἐστι τῶν παρ’ ἡμῖν, οἳ καὶ τὰ τῶν θεῶν ἕδη καὶ
τοὺς νεὼς συλᾶν ἐν τῷ προτέρῳ πολέμῳ καὶ κατακάειν
ἐτόλμησαν; [156] διὸ καὶ τοὺς Ἴωνας ἄξιον ἐπαινεῖν,
ὅτι τῶν ἐμπρησθέντων ἱερῶν ἐπηράσαντ’ εἴ τινες κινή-
σειαν ἢ πάλιν εἰς τἀρχαῖα καταστῆσαι βουληθεῖεν, οὐκ
ἀποροῦντες πόθεν ἐπισκευάσωσιν, ἀλλ’ ἵν’ ὑπόμνημα τοῖς
ἐπιγιγνομένοις ᾖ τῆς τῶν βαρβάρων ἀσεβείας, καὶ μηδεὶς
πιστεύῃ τοῖς τοιαῦτα εἰς τὰ τῶν θεῶν ἐξαμαρτεῖν
τολμῶσιν, ἀλλὰ καὶ φυλάττωνται καὶ δεδίωσιν, ὁρῶντες
αὐτοὺς οὐ μόνον τοῖς σώμασιν ἡμῶν ἀλλὰ καὶ τοῖς
ἀναθήμασιν πολεμήσαντας.
|