Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΑΝΗΓΥΡΙΚΟΣ

ΙΣΟΚΡ 4.100–109

(ΙΣΟΚΡ 4.93–109: Το τέλος των Περσικών πολέμων – Η αθηναϊκή ηγεμονία) Αιτιολόγηση της συμπεριφοράς των Αθηναίων στα χρόνια της αθηναϊκής ηγεμονίας

    [100] Μέχρι μὲν οὖν τούτων οἶδ’ ὅτι πάντες ἂν ὁμολογή-
σειαν πλείστων ἀγαθῶν τὴν πόλιν τὴν ἡμετέραν αἰτίαν
γεγενῆσθαι, καὶ δικαίως ἂν αὐτῆς τὴν ἡγεμονίαν εἶναι·
μετὰ δὲ ταῦτ’ ἤδη τινὲς ἡμῶν κατηγοροῦσιν, ὡς ἐπειδὴ
τὴν ἀρχὴν τῆς θαλάττης παρελάβομεν, πολλῶν κακῶν
αἴτιοι τοῖς Ἕλλησιν κατέστημεν, καὶ τόν τε Μηλίων
ἀνδραποδισμὸν καὶ τὸν Σκιωναίων ὄλεθρον ἐν τούτοις
τοῖς λόγοις ἡμῖν προφέρουσιν. [101] ἐγὼ δ’ ἡγοῦμαι
πρῶτον μὲν οὐδὲν εἶναι τοῦτο σημεῖον ὡς κακῶς ἤρχομεν,
εἴ τινες τῶν πολεμησάντων ἡμῖν σφόδρα φαίνονται κολα-
σθέντες, ἀλλὰ πολὺ τόδε μεῖζον τεκμήριον ὡς καλῶς διῳ-
κοῦμεν τὰ τῶν συμμάχων, ὅτι τῶν πόλεων τῶν ὑφ’ ἡμῖν
οὐσῶν οὐδεμία ταύταις ταῖς συμφοραῖς περιέπεσεν.
[102] ἔπειτ’ εἰ μὲν ἄλλοι τινὲς τῶν αὐτῶν πραγμάτων πραό-
τερον ἐπεμελήθησαν, εἰκότως ἂν ἡμῖν ἐπιτιμῷεν· εἰ δὲ
μήτε τοῦτο γέγονεν μήθ’ οἷόν τ’ ἐστὶ τοσούτων πόλεων
τὸ πλῆθος κρατεῖν, ἢν μή τις κολάζῃ τοὺς ἐξαμαρτάνον-
τας, πῶς οὐκ ἤδη δίκαιόν ἐστιν ἡμᾶς ἐπαινεῖν, οἵ τινες
ἐλαχίστοις χαλεπήναντες πλεῖστον χρόνον τὴν ἀρχὴν
κατασχεῖν ἠδυνήθημεν;

    [103] Οἶμαι δὲ πᾶσιν δοκεῖν τούτους κρατίστους
προστάτας γενήσεσθαι τῶν Ἑλλήνων, ἐφ’ ὧν οἱ πειθαρ-
χήσαντες ἄριστα τυγχάνουσι πράξαντες. ἐπὶ τοίνυν τῆς
ἡμετέρας ἡγεμονίας εὑρήσομεν καὶ τοὺς οἴκους τοὺς
ἰδίους πρὸς εὐδαιμονίαν πλεῖστον ἐπιδόντας καὶ τὰς
πόλεις μεγίστας γενομένας. [104] οὐ γὰρ ἐφθονοῦμεν
ταῖς αὐξανομέναις αὐτῶν, οὐδὲ ταραχὰς ἐνεποιοῦ-
μεν πολιτείας ἐναντίας παρακαθιστάντες, ἵν’ ἀλλήλοις
μὲν στασιάζοιεν, ἡμᾶς δ’ ἀμφότεροι θεραπεύοιεν, ἀλλὰ
τὴν τῶν συμμάχων ὁμόνοιαν κοινὴν ὠφέλειαν νομίζοντες
τοῖς αὐτοῖς νόμοις ἁπάσας τὰς πόλεις διῳκοῦμεν, συμμα-
χικῶς ἀλλ’ οὐ δεσποτικῶς βουλευόμενοι περὶ αὐτῶν,
[105] ὅλων μὲν τῶν πραγμάτων ἐπιστατοῦντες, ἰδίᾳ δ’
ἑκάστους ἐλευθέρους ἐῶντες εἶναι, καὶ τῷ μὲν πλήθει βοη-
θοῦντες, ταῖς δὲ δυναστείαις πολεμοῦντες, δεινὸν ἡγού-
μενοι τοὺς πολλοὺς ὑπὸ τοῖς ὀλίγοις εἶναι, καὶ τοὺς ταῖς
οὐσίαις ἐνδεεστέρους τὰ δ’ ἄλλα μηδὲν χείρους ὄντας
ἀπελαύνεσθαι τῶν ἀρχῶν, ἔτι δὲ κοινῆς τῆς πατρίδος
οὔσης τοὺς μὲν τυραννεῖν τοὺς δὲ μετοικεῖν, καὶ φύσει
πολίτας ὄντας νόμῳ τῆς πολιτείας ἀποστερεῖσθαι.

    [106] Τοιαῦτ’ ἔχοντες ταῖς ὀλιγαρχίαις ἐπιτιμᾶν καὶ
πλείω τούτων, τὴν αὐτὴν πολιτείαν ἥνπερ παρ’ ἡμῖν αὐτοῖς
καὶ παρὰ τοῖς ἄλλοις κατεστήσαμεν, ἣν οὐκ οἶδ’ ὅ τι δεῖ διὰ
μακροτέρων ἐπαινεῖν, ἄλλως τε καὶ συντόμως ἔχοντα
δηλῶσαι περὶ αὐτῆς. μετὰ γὰρ ταύτης οἰκοῦντες ἑβδομή-
κοντ’ ἔτη διετέλεσαν ἄπειροι μὲν τυραννίδων, ἐλεύθεροι
δὲ πρὸς τοὺς βαρβάρους, ἀστασίαστοι δὲ πρὸς σφᾶς
αὐτούς, εἰρήνην δ’ ἄγοντες πρὸς πάντας ἀνθρώπους.

    [107] Ὑπὲρ ὧν προσήκει τοὺς εὖ φρονοῦντας μεγάλην
χάριν ἔχειν πολὺ μᾶλλον ἢ τὰς κληρουχίας ἡμῖν ὀνειδίζειν,
ἃς ἡμεῖς εἰς τὰς ἐρημουμένας τῶν πόλεων φυλακῆς ἕνεκα
τῶν χωρίων, ἀλλ’ οὐ διὰ πλεονεξίαν ἐξεπέμπομεν. σημεῖον
δὲ τούτων· ἔχοντες γὰρ χώραν μὲν ὡς πρὸς τὸ πλῆθος
τῶν πολιτῶν ἐλαχίστην, ἀρχὴν δὲ μεγίστην, καὶ κεκτη-
μένοι τριήρεις διπλασίας μὲν ἢ σύμπαντες οἱ ἄλλοι, δυνα-
μένας δὲ πρὸς δὶς τοσαύτας κινδυνεύειν, [108] ὑποκειμένης
τῆς Εὐβοίας ὑπὸ τὴν Ἀττικήν, ἣ καὶ πρὸς τὴν ἀρχὴν τὴν
τῆς θαλάττης εὐφυῶς εἶχεν καὶ τὴν ἄλλην ἀρετὴν ἁπασῶν
τῶν νήσων διέφερε, κρατοῦντες αὐτῆς μᾶλλον ἢ τῆς
ἡμετέρας αὐτῶν, καὶ πρὸς τούτοις εἰδότες καὶ τῶν Ἑλλή-
νων καὶ τῶν βαρβάρων τούτους μάλιστ’ εὐδοκιμοῦντας, οἳ
τοὺς ὁμόρους ἀναστάτους ποιήσαντες ἄφθονον καὶ ῥᾴθυ-
μον αὑτοῖς κατεστήσαντο τὸν βίον, ὅμως οὐδὲν τούτων
ἡμᾶς ἐπῆρεν περὶ τοὺς ἔχοντας τὴν νῆσον ἐξαμαρτεῖν,
[109] ἀλλὰ μόνοι δὴ τῶν μεγάλην δύναμιν λαβόντων
περιείδομεν ἡμᾶς αὐτοὺς ἀπορωτέρως ζῶντας τῶν δου-
λεύειν αἰτίαν ἐχόντων. καίτοι βουλόμενοι πλεονεκτεῖν
οὐκ ἂν δή που τῆς μὲν Σκιωναίων γῆς ἐπεθυμήσαμεν, ἣν
Πλαταιέων τοῖς ὡς ἡμᾶς καταφυγοῦσι φαινόμεθα παρα-
δόντες, τοσαύτην δὲ χώραν παρελίπομεν, ἣ πάντας ἂν
ἡμᾶς εὐπορωτέρους ἐποίησεν.