Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΑΝΗΓΥΡΙΚΟΣ

ΙΣΟΚΡ 4.75–81

Αναζητώντας την ερμηνεία των κατορθωμάτων στα Μηδικά: οι αξίες και ο τρόπος ζωής της προηγούμενης γενιάς
Ανατρέχοντας στο απώτερο παρελθόν στο πρώτο μέρος του λόγου του, το επιδεικτικό, ο ρήτορας αναφέρθηκε στις ευεργεσίες της Αθήνας προς τους Ηρακλείδες και το Άργος, αλλά και στις υπηρεσίες της πόλης προς τους υπόλοιπους Έλληνες με την αντιμετώπιση Θρακών, Σκυθών και Αμαζόνων. Πριν μιλήσει για τους Περσικούς πολέμους, σημείωσε ότι επιδίωξή του δεν ήταν να αποσιωπήσει τη συνεισφορά των Λακεδαιμονίων σε αυτούς· άλλωστε, αυτή ανέδειξε ακόμη περισσότερο την αξία και υπεροχή των Αθηναίων. Και συνεχίζει:

    [75] Πλείστων μὲν οὖν ἀγαθῶν αἰτίους καὶ μεγίστων
ἐπαίνων ἀξίους ἡγοῦμαι γεγενῆσθαι τοὺς τοῖς σώμασιν
ὑπὲρ τῆς Ἑλλάδος προκινδυνεύσαντας· οὐ μὴν οὐδὲ τῶν
πρὸ τοῦ πολέμου τούτου γενομένων καὶ δυναστευσάντων ἐν
ἑκατέρᾳ τοῖν πολέοιν δίκαιον ἀμνημονεῖν· ἐκεῖνοι γὰρ
ἦσαν οἱ προασκήσαντες τοὺς ἐπιγιγνομένους καὶ τὰ πλήθη
προτρέψαντες ἐπ’ ἀρετὴν καὶ χαλεποὺς ἀνταγωνιστὰς
τοῖς βαρβάροις ποιήσαντες. [76] οὐ γὰρ ὠλιγώρουν τῶν
κοινῶν, οὐδ’ ἀπέλαυον μὲν ὡς ἰδίων, ἠμέλουν δ’ ὡς ἀλλο-
τρίων, ἀλλ’ ἐκήδοντο μὲν ὡς οἰκείων, ἀπείχοντο δ’ ὥσπερ
χρὴ τῶν μηδὲν προσηκόντων· οὐδὲ πρὸς ἀργύριον τὴν εὐδαι-
μονίαν ἔκρινον, ἀλλ’ οὗτος ἐδόκει πλοῦτον ἀσφαλέστατον
κεκτῆσθαι καὶ κάλλιστον, ὅστις τοιαῦτα τυγχάνοι πράττων
ἐξ ὧν αὐτός τε μέλλοι μάλιστ’ εὐδοκιμήσειν καὶ τοῖς
παισὶν μεγίστην δόξαν καταλείψειν. [77] οὐδὲ τὰς θρα-
σύτητας τὰς ἀλλήλων ἐζήλουν, οὐδὲ τὰς τόλμας τὰς αὑτῶν
ἤσκουν, ἀλλὰ δεινότερον μὲν ἐνόμιζον εἶναι κακῶς ὑπὸ τῶν
πολιτῶν ἀκούειν ἢ καλῶς ὑπὲρ τῆς πόλεως ἀποθνῄσκειν,
μᾶλλον δ’ ᾐσχύνοντ’ ἐπὶ τοῖς κοινοῖς ἁμαρτήμασιν ἢ νῦν ἐπὶ
τοῖς ἰδίοις τοῖς σφετέροις αὐτῶν.

    [78] Τούτων δ’ ἦν αἴτιον ὅτι τοὺς νόμους ἐσκόπουν ὅπως
ἀκριβῶς καὶ καλῶς ἕξουσιν, οὐχ οὕτω τοὺς περὶ τῶν ἰδίων
συμβολαίων ὡς τοὺς περὶ τῶν καθ’ ἑκάστην τὴν ἡμέραν
ἐπιτηδευμάτων· ἠπίσταντο γὰρ ὅτι τοῖς καλοῖς κἀγαθοῖς
τῶν ἀνθρώπων οὐδὲν δεήσει πολλῶν γραμμάτων, ἀλλ’ ἀπ’
ὀλίγων συνθημάτων ῥᾳδίως καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν
κοινῶν ὁμονοήσουσιν. [79] οὕτω δὲ πολιτικῶς εἶχον, ὥστε
καὶ τὰς στάσεις ἐποιοῦντο πρὸς ἀλλήλους οὐχ ὁπότεροι τοὺς
ἑτέρους ἀπολέσαντες τῶν λοιπῶν ἄρξουσιν, ἀλλ’ ὁπότεροι
φθήσονται τὴν πόλιν ἀγαθόν τι ποιήσαντες· καὶ τὰς ἑταιρείας
συνῆγον οὐχ ὑπὲρ τῶν ἰδίᾳ συμφερόντων, ἀλλ’ ἐπὶ τῇ τοῦ
πλήθους ὠφελείᾳ. [80] τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ τῶν ἄλλων
διῴκουν, θεραπεύοντες ἀλλ’ οὐχ ὑβρίζοντες τοὺς Ἕλληνας,
καὶ στρατηγεῖν οἰόμενοι δεῖν ἀλλὰ μὴ τυραννεῖν αὐτῶν,
καὶ μᾶλλον ἐπιθυμοῦντες ἡγεμόνες ἢ δεσπόται προσαγο-
ρεύεσθαι καὶ σωτῆρες ἀλλὰ μὴ λυμεῶνες ἀποκαλεῖσθαι, τῷ
ποιεῖν εὖ προσαγόμενοι τὰς πόλεις, ἀλλ’ οὐ βίᾳ καταστρε-
φόμενοι, [81] πιστοτέροις μὲν τοῖς λόγοις ἢ νῦν τοῖς
ὅρκοις χρώμενοι, ταῖς δὲ συνθήκαις ὥσπερ ἀνάγκαις ἐμμέ-
νειν ἀξιοῦντες, οὐχ οὕτως ἐπὶ ταῖς δυναστείαις μέγα
φρονοῦντες, ὡς ἐπὶ τῷ σωφρόνως ζῆν φιλοτιμούμενοι, τὴν
αὐτὴν ἀξιοῦντες γνώμην ἔχειν πρὸς τοὺς ἥττους ἥνπερ
τοὺς κρείττους πρὸς σφᾶς αὐτούς, ἴδια μὲν ἄστη τὰς
αὑτῶν πόλεις ἡγούμενοι, κοινὴν δὲ πατρίδα τὴν Ἑλλάδα
νομίζοντες εἶναι.