Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΑΝΗΓΥΡΙΚΟΣ

ΙΣΟΚΡ 4.51–60

Εγκώμιο των πολεμικών κατορθωμάτων της πόλης – Η Αθήνα αρωγός και ευεργέτιδα των ασθενέστερων πόλεων στο απώτερο παρελθόν
Συνεχίζοντας το επιδεικτικό μέρος του λόγου του, ο ρήτορας τόνισε ότι στην Αθήνα αναδείχθηκε και καλλιεργήθηκε η τέχνη του λόγου, που με τον παιδευτικό της χαρακτήρα βελτίωσε ηθικά τους ανθρώπους και επέτρεψε την αρμονική συμβίωσή τους. Η πόλη ξεπέρασε στον τομέα αυτό τους υπόλοιπους Έλληνες τόσο πολύ, ώστε να ονομάζονται Έλληνες όσοι συμμετείχαν στα αγαθά αυτής της παιδευτικής δραστηριότητας.

    [51] Ἵνα δὲ μὴ δοκῶ περὶ τὰ μέρη διατρίβειν ὑπὲρ ὅλων
τῶν πραγμάτων ὑποθέμενος μηδ’ ἐκ τούτων ἐγκωμιάζειν
τὴν πόλιν ἀπορῶν τὰ πρὸς τὸν πόλεμον αὐτὴν ἐπαινεῖν,
ταῦτα μὲν εἰρήσθω μοι πρὸς τοὺς ἐπὶ τοῖς τοιούτοις φιλο-
τιμουμένους, ἡγοῦμαι δὲ τοῖς προγόνοις ἡμῶν οὐχ ἧττον
ἐκ τῶν κινδύνων τιμᾶσθαι προσήκειν ἢ τῶν ἄλλων εὐεργε-
σιῶν. [52] οὐ γὰρ μικροὺς οὐδ’ ὀλίγους οὐδ’ ἀφανεῖς
ἀγῶνας ὑπέμειναν, ἀλλὰ πολλοὺς καὶ δεινοὺς καὶ μεγάλους,
τοὺς μὲν ὑπὲρ τῆς αὑτῶν χώρας, τοὺς δ’ ὑπὲρ τῆς τῶν ἄλλων
ἐλευθερίας· ἅπαντα γὰρ τὸν χρόνον διετέλεσαν κοινὴν τὴν
πόλιν παρέχοντες καὶ τοῖς ἀδικουμένοις ἀεὶ τῶν Ἑλλήνων
ἐπαμύνουσαν. [53] διὸ δὴ καὶ κατηγοροῦσίν τινες ἡμῶν
ὡς οὐκ ὀρθῶς βουλευομένων, ὅτι τοὺς ἀσθενεστέρους εἰθίσ-
μεθα θεραπεύειν, ὥσπερ οὐ μετὰ τῶν ἐπαινεῖν βουλομένων
ἡμᾶς τοὺς λόγους ὄντας τοὺς τοιούτους. οὐ γὰρ ἀγνοοῦν-
τες ὅσον διαφέρουσιν αἱ μείζους τῶν συμμαχιῶν πρὸς τὴν
ἀσφάλειαν οὕτως ἐβουλευόμεθα περὶ αὐτῶν, ἀλλὰ πολὺ
τῶν ἄλλων ἀκριβέστερον εἰδότες τὰ συμβαίνοντ’ ἐκ τῶν
τοιούτων ὅμως ᾑρούμεθα τοῖς ἀσθενεστέροις καὶ παρὰ τὸ
συμφέρον βοηθεῖν μᾶλλον ἢ τοῖς κρείττοσιν τοῦ λυσιτε-
λοῦντος ἕνεκα συναδικεῖν.

    [54] Γνοίη δ’ ἄν τις καὶ τὸν τρόπον καὶ τὴν ῥώμην τὴν
τῆς πόλεως ἐκ τῶν ἱκετειῶν, ἃς ἤδη τινὲς ἡμῖν ἐποιήσαντο.
τὰς μὲν οὖν ἢ νεωστὶ γεγενημένας ἢ περὶ μικρῶν ἐλθούσας
παραλείψω· πολὺ δὲ πρὸ τῶν Τρωϊκῶν (ἐκεῖθεν γὰρ
δίκαιον τὰς πίστεις λαμβάνειν τοὺς ὑπὲρ τῶν πατρίων
ἀμφισβητοῦντας) ἦλθον οἵ θ’ Ἡρακλέους παῖδες καὶ
μικρὸν πρὸ τούτων Ἄδραστος ὁ Ταλαοῦ, βασιλεὺς ὢν
Ἄργους, [55] οὗτος μὲν ἐκ τῆς στρατείας τῆς ἐπὶ Θήβας
δεδυστυχηκώς, καὶ τοὺς ὑπὸ τῇ Καδμείᾳ τελευτήσαντας
αὐτὸς μὲν οὐ δυνάμενος ἀνελέσθαι, τὴν δὲ πόλιν ἀξιῶν
βοηθεῖν ταῖς κοιναῖς τύχαις καὶ μὴ περιορᾶν τοὺς ἐν τοῖς
πολέμοις ἀποθνῄσκοντας ἀτάφους γιγνομένους μηδὲ
παλαιὸν ἔθος καὶ πάτριον νόμον καταλυόμενον, [56] οἱ δ’
Ἡρακλέους παῖδες φεύγοντες τὴν Εὐρυσθέως ἔχθραν, καὶ
τὰς μὲν ἄλλας πόλεις ὑπερορῶντες ὡς οὐκ ἂν δυναμένας
βοηθῆσαι ταῖς αὑτῶν συμφοραῖς, τὴν δ’ ἡμετέραν ἱκανὴν
νομίζοντες εἶναι μόνην ἀποδοῦναι χάριν ὑπὲρ ὧν ὁ πατὴρ
αὐτῶν ἅπαντας ἀνθρώπους εὐεργέτησεν.

    [57] Ἐκ δὴ τούτων ῥᾴδιον κατιδεῖν ὅτι καὶ κατ’ ἐκεῖνον
τὸν χρόνον ἡ πόλις ἡμῶν ἡγεμονικῶς εἶχεν· τίς γὰρ ἂν
ἱκετεύειν τολμήσειεν ἢ τοὺς ἥττους αὑτοῦ ἢ τοὺς ὑφ’ ἑτέροις
ὄντας, παραλιπὼν τοὺς μείζω δύναμιν ἔχοντας, ἄλλως τε καὶ
περὶ πραγμάτων οὐκ ἰδίων ἀλλὰ κοινῶν καὶ περὶ ὧν οὐδένας
ἄλλους εἰκὸς ἦν ἐπιμεληθῆναι πλὴν τοὺς προεστάναι τῶν
Ἑλλήνων ἀξιοῦντας; [58] ἔπειτ’ οὐδὲ ψευσθέντες φαίνονται
τῶν ἐλπίδων, δι’ ἃς κατέφυγον ἐπὶ τοὺς προγόνους ἡμῶν.
ἀνελόμενοι γὰρ πόλεμον ὑπὲρ μὲν τῶν τελευτησάντων πρὸς
Θηβαίους, ὑπὲρ δὲ τῶν παίδων τῶν Ἡρακλέους πρὸς τὴν
Εὐρυσθέως δύναμιν, τοὺς μὲν ἐπιστρατεύσαντες ἠνάγκασαν
ἀποδοῦναι θάψαι τοὺς νεκροὺς τοῖς προσήκουσιν, Πελο-
ποννησίων δὲ τοὺς μετ’ Εὐρυσθέως εἰς τὴν χώραν ἡμῶν
εἰσβαλόντας ἐπεξελθόντες ἐνίκησαν μαχόμενοι κἀκεῖνον
τῆς ὕβρεως ἔπαυσαν. [59] θαυμαζόμενοι δὲ καὶ διὰ τὰς
ἄλλας πράξεις, ἐκ τούτων τῶν ἔργων ἔτι μᾶλλον εὐδοκίμη-
σαν. οὐ γὰρ παρὰ μικρὸν ἐποίησαν, ἀλλὰ τοσοῦτον τὰς
τύχας ἑκατέρων μετήλλαξαν, ὥσθ’ ὁ μὲν ἱκετεύειν ἡμᾶς
ἀξιώσας βίᾳ τῶν ἐχθρῶν ἅπανθ’ ὅσων ἐδεήθη διαπραξάμε-
νος ἀπῆλθεν, Εὐρυσθεὺς δὲ βιάσεσθαι προσδοκήσας αὐτὸς
αἰχμάλωτος γενόμενος ἱκέτης ἠναγκάσθη καταστῆναι,
[60] καὶ τῷ μὲν ὑπερενεγκόντι τὴν ἀνθρωπίνην φύσιν, ὃς
ἐκ Διὸς μὲν γεγονὼς ἔτι δὲ θνητὸς ὢν θεοῦ ῥώμην ἔσχεν,
τούτῳ μὲν ἐπιτάττων καὶ λυμαινόμενος ἅπαντα τὸν χρόνον
διετέλεσεν, ἐπειδὴ δ’ εἰς ἡμᾶς ἐξήμαρτεν, εἰς τοσαύτην
κατέστη μεταβολήν, ὥστ’ ἐπὶ τοῖς παισὶ τοῖς ἐκείνου γενό-
μενος ἐπονειδίστως τὸν βίον ἐτελεύτησεν.