Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΑΝΑΘΗΝΑΪΚΟΣ

ΙΣΟΚΡ 12.182–190

Η στρατιωτική ανωτερότητα της Αθήνας
Ο ρήτορας απέδωσε την ηγεμονική θέση που είχε καταλάβει κάποτε η Αθήνα στο πολίτευμά της, που για πολλούς αιώνες εξασφάλιζε την εύρυθμη λειτουργία της πόλης και την αξιοκρατία. Συνεχίζοντας τον έπαινο των προγόνων, έκανε λόγο για τις ανιδιοτελείς ευεργεσίες τους προς τους άλλους Έλληνες, για να ισχυρισθεί κατόπιν ότι, αντίθετα με τις αντιλήψεις πολλών, οι Αθηναίοι ξεπερνούσαν τους Σπαρτιάτες ακόμη και στην πολεμική αρετή. Προσπαθώντας να τεκμηριώσει τον ισχυρισμό του, εξιστόρησε τον τρόπο με τον οποίο κατόρθωσαν οι Σπαρτιάτες να επιβληθούν σε όσους υπέταξαν κατά την άφιξή τους στην Πελοπόννησο, στερώντας τους ηττημένους από την ελευθερία και την αξιοπρέπειά τους.

    [182] Τούτου δ’ ἕνεκα περὶ τῆς οἰκειότητος καὶ τῶν
ἡμαρτημένων εἰς αὐτοὺς διὰ πλειόνων διῆλθον, ἵν’ ἔρωμαι
τοὺς ἀποδεχομένους ἁπάσας τὰς Σπαρτιατῶν πράξεις, εἰ
καὶ ταύτας ἀποδέχονται, καὶ τὰς μάχας εὐσεβεῖς εἶναι
νομίζουσι καὶ καλὰς τὰς πρὸς τούτους γεγενημένας.
[183] ἐγὼ μὲν γὰρ ἡγοῦμαι μεγάλας μὲν αὐτὰς γεγενῆσθαι
καὶ δεινὰς καὶ πολλῶν αἰτίας τοῖς μὲν ἡττηθεῖσι κακῶν
τοῖς δὲ κατορθώσασι λημμάτων, ὧνπερ ἕνεκα πολεμοῦντες
ἅπαντα τὸν χρόνον διατελοῦσιν, οὐ μὴν ὁσίας οὐδὲ καλὰς
οὐδὲ πρεπούσας τοῖς ἀρετῆς ἀντιποιουμένοις, μὴ τῆς ἐπὶ
τῶν τεχνῶν ὀνομαζομένης καὶ πολλῶν ἄλλων, ἀλλὰ τῆς τοῖς
καλοῖς κἀγαθοῖς τῶν ἀνδρῶν ἐν ταῖς ψυχαῖς μετ’ εὐσε-
βείας καὶ δικαιοσύνης ἐγγιγνομένης, περὶ ἧς ἅπας ὁ λόγος
ἐστίν. [184] ἧς ὀλιγωροῦντές τινες ἐγκωμιάζουσι τοὺς
πλείω τῶν ἄλλων ἡμαρτηκότας, καὶ οὐκ αἰσθάνονται τὰς
διανοίας ἐπιδεικνύντες τὰς σφετέρας αὐτῶν, ὅτι κἀκεί-
νους ἂν ἐπαινέσειαν, τοὺς πλείω μὲν κεκτημένους τῶν
ἱκανῶν, ἀποκτεῖναι δ’ ἂν τολμήσαντας τοὺς ἀδελφοὺς
τοὺς ἑαυτῶν καὶ τοὺς ἑταίρους καὶ τοὺς κοινωνοὺς ὥστε
καὶ τἀκείνων λαβεῖν· ὅμοια γὰρ τὰ τοιαῦτα τῶν ἔργων
ἐστὶ τοῖς ὑπὸ Σπαρτιατῶν πεπραγμένοις, ἃ τοὺς ἀπο-
δεχομένους ἀναγκαῖόν ἐστι καὶ περὶ τῶν εἰρημένων ἄρτι
τὴν αὐτὴν ἔχειν γνώμην.

    [185] Θαυμάζω δ’ εἴ τινες τὰς μάχας καὶ τὰς νίκας τὰς
παρὰ τὸ δίκαιον γιγνομένας μὴ νομίζουσιν αἰσχίους εἶναι
καὶ πλειόνων ὀνειδῶν μεστὰς ἢ τὰς ἥττας τὰς ἄνευ κακίας
συμβαινούσας, καὶ ταῦτ’ εἰδότες ὅτι μεγάλαι δυνάμεις πονη-
ραὶ δὲ πολλάκις γίγνονται κρείττους ἀνδρῶν σπουδαίων καὶ
κινδυνεύειν ὑπὲρ τῆς πατρίδος αἱρουμένων. [186] οὓς πολὺ
ἂν δικαιότερον ἐπαινοῖμεν ἢ τοὺς περὶ τῶν ἀλλοτρίων ἑτοίμως
ἀποθνήσκειν ἐθέλοντας καὶ τοῖς ξενικοῖς στρατεύμασιν
ὁμοίους ὄντας· ταῦτα μὲν γάρ ἐστιν ἔργα πονηρῶν ἀνθρώπων,
τὸ δὲ τοὺς χρηστοὺς ἐνίοτε χεῖρον ἀγωνίζεσθαι τῶν ἀδικεῖν
βουλομένων θεῶν ἄν τις ἀμέλειαν εἶναι φήσειεν. [187] ἔχοιμι
δ’ ἂν τῷ λόγῳ τούτῳ χρήσασθαι καὶ περὶ τῆς συμφορᾶς τῆς
Σπαρτιάταις ἐν Θερμοπύλαις γενομένης, ἣν ἅπαντες ὅσοι περ
ἀκηκόασιν ἐπαινοῦσι καὶ θαυμάζουσι μᾶλλον ἢ τὰς μάχας καὶ
τὰς νίκας τὰς κρατησάσας μὲν τῶν ἐναντίων, πρὸς οὓς δ’ οὐκ
ἐχρῆν γεγενημένας· ἃς εὐλογεῖν τινες τολμῶσι, κακῶς εἰδότες
ὡς οὐδὲν οὔθ’ ὅσιον οὔτε καλόν ἐστι τῶν μὴ μετὰ δικαιοσύνης
καὶ λεγομένων καὶ πραττομένων. [188] ὧν Σπαρτιάταις μὲν
οὐδὲν πώποτ’ ἐμέλησεν· βλέπουσι γὰρ εἰς οὐδὲν ἄλλο πλὴν
ὅπως ὡς πλεῖστα τῶν ἀλλοτρίων κατασχήσουσιν· οἱ δ’ ἡμέτε-
ροι περὶ οὐδὲν οὕτω τῶν ὄντων ἐσπούδαζον ὡς τὸ παρὰ τοῖς
Ἕλλησιν εὐδοκιμεῖν· ἡγοῦντο γὰρ οὐδεμίαν ἂν γενέσθαι
κρίσιν οὔτ’ ἀληθεστέραν οὔτε δικαιοτέραν τῆς ὑπὸ παντὸς
τοῦ γένους γνωσθείσης. [189] δῆλοι δ’ ἦσαν οὕτως ἔχοντες
ἔν τε τοῖς ἄλλοις οἷς διῴκουν τὴν πόλιν, καὶ τοῖς μεγίστοις
τῶν πραγμάτων. τριῶν γὰρ πολέμων γενομένων ἄνευ τοῦ
Τρωικοῦ τοῖς Ἕλλησι πρὸς τοὺς βαρβάρους, ἐν ἅπασι τούτοις
πρωτεύουσαν αὐτὴν παρέσχον. ὧν εἷς μὲν ἦν ὁ πρὸς Ξέρξην,
ἐν ᾧ πλέον διήνεγκαν Λακεδαιμονίων ἐν ἅπασι τοῖς κινδύνοις
ἢ ’κεῖνοι τῶν ἄλλων, [190] δεύτερος δ’ ὁ περὶ τὴν κτίσιν τῶν
ἀποικιῶν, εἰς ὃν Δωριέων μὲν οὐδεὶς ἦλθεν συμπολεμήσων,
ἡ δὲ πόλις ἡμῶν ἡγεμὼν καταστᾶσα τῶν οὐκ εὐπορούντων καὶ
τῶν ἄλλων τῶν βουλομένων τοσοῦτον τὰ πράγματα μετέστη-
σεν, ὥστ’ εἰθισμένων τῶν βαρβάρων τὸν ἄλλον χρόνον τὰς
μεγίστας πόλεις τῶν Ἑλληνίδων καταλαμβάνειν ἐποίησε τοὺς
Ἕλληνας, ἃ πρότερον ἔπασχον, ταῦτα δύνασθαι ποιεῖν.