[26] Τῆς μὲν οὖν παιδείας τῆς ὑπὸ τῶν προγόνων
καταλειφθείσης τοσούτου δέω καταφρονεῖν, ὥστε καὶ τὴν
ἐφ’ ἡμῶν κατασταθεῖσαν ἐπαινῶ, λέγω δὲ τήν τε γεωμε-
τρίαν καὶ τὴν ἀστρολογίαν καὶ τοὺς διαλόγους τοὺς
ἐριστικοὺς καλουμένους, οἷς οἱ μὲν νεώτεροι μᾶλλον
χαίρουσι τοῦ δέοντος, τῶν δὲ πρεσβυτέρων οὐδεὶς ἔστιν
ὅστις ἂν ἀνεκτοὺς αὐτοὺς εἶναι φήσειεν. [27] ἀλλ’ ὅμως
ἐγὼ τοῖς ὡρμημένοις ἐπὶ ταῦτα παρακελεύομαι πονεῖν
καὶ προσέχειν τὸν νοῦν ἅπασι τούτοις, λέγων ὡς εἰ καὶ
μηδὲν ἄλλο δύναται τὰ μαθήματα ταῦτα ποιεῖν ἀγαθόν,
ἀλλ’ οὖν ἀποτρέπει γε τοὺς νεωτέρους πολλῶν ἄλλων ἁμαρ-
τημάτων. τοῖς μὲν οὖν τηλικούτοις οὐδέποτ’ ἂν εὑρεθῆναι
νομίζω διατριβὰς ὠφελιμωτέρας τούτων οὐδὲ μᾶλλον πρε-
πούσας· [28] τοῖς δὲ πρεσβυτέροις καὶ τοῖς εἰς ἄνδρας δεδοκι-
μασμένοις οὐκέτι φημὶ τὰς μελέτας ταύτας ἁρμόττειν.
ὁρῶ γὰρ ἐνίους τῶν ἐπὶ τοῖς μαθήμασι τούτοις οὕτως
ἀπηκριβωμένων ὥστε καὶ τοὺς ἄλλους διδάσκειν, οὔτ’
εὐκαίρως ταῖς ἐπιστήμαις αἷς ἔχουσι χρωμένους, ἔν τε
ταῖς ἄλλαις πραγματείαις ταῖς περὶ τὸν βίον ἀφρονεστέ-
ρους ὄντας τῶν μαθητῶν· ὀκνῶ γὰρ εἰπεῖν τῶν οἰκετῶν.
[29] τὴν αὐτὴν δὲ γνώμην ἔχω καὶ περὶ τῶν δημηγορεῖν
δυναμένων καὶ τῶν περὶ τὴν γραφὴν τὴν τῶν λόγων εὐδο-
κιμούντων, ὅλως δὲ περὶ ἁπάντων τῶν περὶ τὰς τέχνας
καὶ τὰς ἐπιστήμας καὶ τὰς δυνάμεις διαφερόντων. οἶδα
γὰρ καὶ τούτων τοὺς πολλοὺς οὔτε τὰ περὶ σφᾶς αὐτοὺς
καλῶς διῳκηκότας οὔτ’ ἐν ταῖς ἰδίαις συνουσίαις ἀνεκ-
τοὺς ὄντας, τῆς τε δόξης τῆς τῶν συμπολιτευομένων ὀλι-
γωροῦντας, ἄλλων τε πολλῶν καὶ μεγάλων ἁμαρτημάτων
γέμοντας· ὥστ’ οὐδὲ τούτους ἡγοῦμαι μετέχειν τῆς ἕξεως
περὶ ἧς ἐγὼ τυγχάνω διαλεγόμενος.
[30] Τίνας οὖν καλῶ πεπαιδευμένους, ἐπειδὴ τὰς
τέχνας καὶ τὰς ἐπιστήμας καὶ τὰς δυνάμεις ἀποδοκιμάζω;
πρῶτον μὲν τοὺς καλῶς χρωμένους τοῖς πράγμασι τοῖς
κατὰ τὴν ἡμέραν ἑκάστην προσπίπτουσι, καὶ τὴν δόξαν
ἐπιτυχῆ τῶν καιρῶν ἔχοντας καὶ δυναμένην ὡς ἐπὶ τὸ
πολὺ στοχάζεσθαι τοῦ συμφέροντος· [31] ἔπειτα τοὺς
πρεπόντως καὶ δικαίως ὁμιλοῦντας τοῖς ἀεὶ πλησιάζουσι,
καὶ τὰς μὲν τῶν ἄλλων ἀηδίας καὶ βαρύτητας εὐκόλως
καὶ ῥᾳδίως φέροντας, σφᾶς δ’ αὐτοὺς ὡς δυνατὸν ἐλαφρο-
τάτους καὶ μετριωτάτους τοῖς συνοῦσι παρέχοντας· ἔτι
τοὺς τῶν μὲν ἡδονῶν ἀεὶ κρατοῦντας, τῶν δὲ συμφορῶν
μὴ λίαν ἡττωμένους, ἀλλ’ ἀνδρωδῶς ἐν αὐταῖς διακειμέ-
νους καὶ τῆς φύσεως ἀξίως ἧς μετέχοντες τυγχάνομεν·
[32] τέταρτον, ὅπερ μέγιστον, τοὺς μὴ διαφθειρομένους
ὑπὸ τῶν εὐπραγιῶν μηδ’ ἐξισταμένους αὑτῶν μηδ’ ὑπερη-
φάνους γιγνομένους, ἀλλ’ ἐμμένοντας τῇ τάξει τῇ τῶν
εὖ φρονούντων, καὶ μὴ μᾶλλον χαίροντας τοῖς διὰ τύχην
ὑπάρξασιν ἀγαθοῖς ἢ τοῖς διὰ τὴν αὑτῶν φύσιν καὶ φρό-
νησιν ἐξ ἀρχῆς γιγνομένοις. τοὺς δὲ μὴ μόνον πρὸς ἓν
τούτων ἀλλὰ καὶ πρὸς ἅπαντα ταῦτα τὴν ἕξιν τῆς ψυχῆς
εὐάρμοστον ἔχοντας, τούτους φημὶ καὶ φρονίμους εἶναι
καὶ τελέους ἄνδρας καὶ πάσας ἔχειν τὰς ἀρετάς.
[33] Περὶ μὲν οὖν τῶν πεπαιδευμένων τυγχάνω
ταῦτα γιγνώσκων. περὶ δὲ τῆς Ὁμήρου καὶ τῆς Ἡσιόδου
καὶ τῆς τῶν ἄλλων ποιήσεως ἐπιθυμῶ μὲν εἰπεῖν, οἶμαι
γὰρ ἂν παῦσαι τοὺς ἐν τῷ Λυκείῳ ῥαψῳδοῦντας τἀκεί-
νων καὶ ληροῦντας περὶ αὐτῶν, αἰσθάνομαι δ’ ἐμαυτὸν
ἔξω φερόμενον τῆς συμμετρίας τῆς συντεταγμένης
τοῖς προοιμίοις. [34] ἔστι δ’ ἀνδρὸς νοῦν ἔχοντος μὴ
τὴν εὐπορίαν ἀγαπᾶν, ἢν ἔχῃ τις περὶ τῶν αὐτῶν
πλείω τῶν ἄλλων εἰπεῖν, ἀλλὰ τὴν εὐκαιρίαν διαφυ-
λάττειν ὑπὲρ ὧν ἂν ἀεὶ τυγχάνῃ διαλεγόμενος· ὅπερ
ἐμοὶ ποιητέον ἐστίν. περὶ μὲν οὖν τῶν ποιητῶν αὖθις
ἐροῦμεν, ἢν μή με προανέλῃ τὸ γῆρας, ἢ περὶ σπου-
δαιοτέρων πραγμάτων ἔχω τι λέγειν ἢ τούτων.
|