Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ

ΑΡΙΣΤ ΗΝικ 1105a17–1105b18

(ΑΡΙΣΤ ΗΝικ 1103a14–1107a26: Η ἠθική αρετή) Παράγοντες που καθορίζουν την ηθική ποιότητα μιας πράξης

    Ἀπορήσειε δ’ ἄν τις πῶς λέγομεν ὅτι δεῖ τὰ μὲν
δίκαια πράττοντας δικαίους γίνεσθαι, τὰ δὲ σώφρονα
σώφρονας· εἰ γὰρ πράττουσι τὰ δίκαια καὶ σώφρονα,
(20) ἤδη εἰσὶ δίκαιοι καὶ σώφρονες, ὥσπερ εἰ τὰ γραμματικὰ
καὶ τὰ μουσικά, γραμματικοὶ καὶ μουσικοί. ἢ οὐδ’ ἐπὶ
τῶν τεχνῶν οὕτως ἔχει; ἐνδέχεται γὰρ γραμματικόν τι
ποιῆσαι καὶ ἀπὸ τύχης καὶ ἄλλου ὑποθεμένου. τότε οὖν
ἔσται γραμματικός, ἐὰν καὶ γραμματικόν τι ποιήσῃ καὶ
(25) γραμματικῶς· τοῦτο δ’ ἐστὶ τὸ κατὰ τὴν ἐν αὑτῷ γραμ-
ματικήν. ἔτι οὐδ’ ὅμοιόν ἐστιν ἐπί τε τῶν τεχνῶν καὶ τῶν
ἀρετῶν· τὰ μὲν γὰρ ὑπὸ τῶν τεχνῶν γινόμενα τὸ εὖ ἔχει
ἐν αὑτοῖς· ἀρκεῖ οὖν ταῦτά πως ἔχοντα γενέσθαι· τὰ δὲ
κατὰ τὰς ἀρετὰς γινόμενα οὐκ ἐὰν αὐτά πως ἔχῃ, δι-
(30) καίως ἢ σωφρόνως πράττεται, ἀλλὰ καὶ ἐὰν ὁ πράττων
πῶς ἔχων πράττῃ, πρῶτον μὲν ἐὰν εἰδώς, ἔπειτ’ ἐὰν προαι-
ρούμενος, καὶ προαιρούμενος δι’ αὐτά, τὸ δὲ τρίτον ἐὰν καὶ
βεβαίως καὶ ἀμετακινήτως ἔχων πράττῃ. ταῦτα δὲ πρὸς
[1105b] μὲν τὸ τὰς ἄλλας τέχνας ἔχειν οὐ συναριθμεῖται, πλὴν
αὐτὸ τὸ εἰδέναι· πρὸς δὲ τὸ τὰς ἀρετὰς τὸ μὲν εἰδέναι οὐδὲν
ἢ μικρὸν ἰσχύει, τὰ δ’ ἄλλα οὐ μικρὸν ἀλλὰ τὸ πᾶν
δύναται, ἅπερ ἐκ τοῦ πολλάκις πράττειν τὰ δίκαια καὶ
(5) σώφρονα περιγίνεται. τὰ μὲν οὖν πράγματα δίκαια καὶ σώ-
φρονα λέγεται, ὅταν ᾖ τοιαῦτα οἷα ἂν ὁ δίκαιος ἢ ὁ σώ-
φρων πράξειεν· δίκαιος δὲ καὶ σώφρων ἐστὶν οὐχ ὁ ταῦτα
πράττων, ἀλλὰ καὶ [ὁ] οὕτω πράττων ὡς οἱ δίκαιοι καὶ σώ-
φρονες πράττουσιν. εὖ οὖν λέγεται ὅτι ἐκ τοῦ τὰ δίκαια πράτ-
(10) τειν ὁ δίκαιος γίνεται καὶ ἐκ τοῦ τὰ σώφρονα ὁ σώφρων·
ἐκ δὲ τοῦ μὴ πράττειν ταῦτα οὐδεὶς ἂν οὐδὲ μελλήσειε
γίνεσθαι ἀγαθός. ἀλλ’ οἱ πολλοὶ ταῦτα μὲν οὐ πράττου-
σιν, ἐπὶ δὲ τὸν λόγον καταφεύγοντες οἴονται φιλοσοφεῖν
καὶ οὕτως ἔσεσθαι σπουδαῖοι, ὅμοιόν τι ποιοῦντες τοῖς
(15) κάμνουσιν, οἳ τῶν ἰατρῶν ἀκούουσι μὲν ἐπιμελῶς, ποιοῦσι
δ’ οὐδὲν τῶν προσταττομένων. ὥσπερ οὖν οὐδ’ ἐκεῖνοι εὖ
ἕξουσι τὸ σῶμα οὕτω θεραπευόμενοι, οὐδ’ οὗτοι τὴν ψυ-
χὴν οὕτω φιλοσοφοῦντες.