Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΕΥΑΓΟΡΑΣ

ΙΣΟΚΡ 9.65–69

Σύντομη ανακεφαλαίωση των κατορθωμάτων του Ευαγόρα
Ακολουθώντας την παράδοση του είδους, ο Ισοκράτης αναφέρθηκε στην καταγωγή του Ευαγόρα και εξιστόρησε τον βίο του, ξεκινώντας από τη γέννησή του. Περιέγραψε την επεισοδιακή ανάρρησή του στον θρόνο, καθώς και τον τρόπο με τον οποίο ο Ευαγόρας άσκησε τα καθήκοντά του, ανασυγκροτώντας την πόλη, προσελκύοντας φίλους και συμμάχους και αντιμετωπίζοντας επιτυχημένα όσους προξενούσαν δεινά στην Ελλάδα, αρχικά τους Λακεδαιμονίους και στη συνέχεια τους Πέρσες.

    [65] Καίτοι πῶς ἄν τις τὴν ἀνδρίαν ἢ τὴν φρόνησιν ἢ
σύμπασαν τὴν ἀρετὴν τὴν Εὐαγόρου φανερώτερον ἐπιδεί-
ξειεν ἢ διὰ τοιούτων ἔργων καὶ κινδύνων; οὐ γὰρ μόνον
φανεῖται τοὺς ἄλλους πολέμους, ἀλλὰ καὶ τὸν τῶν ἡρώων
ὑπερβαλόμενος, τὸν ὑπὸ πάντων ἀνθρώπων ὑμνούμενον.
οἱ μὲν γὰρ μεθ’ ἁπάσης τῆς Ἑλλάδος Τροίαν μόνην εἷλον,
ὁ δὲ μίαν πόλιν ἔχων πρὸς ἅπασαν τὴν Ἀσίαν ἐπολέμη-
σεν· ὥστ’ εἰ τοσοῦτοι τὸ πλῆθος ἐγκωμιάζειν αὐτὸν ἠβου-
λήθησαν ὅσοι περ ἐκείνους, πολὺ ἂν μείζω καὶ τὴν δόξαν
αὐτῶν ἔλαβεν. [66] τίνα γὰρ εὑρήσομεν τῶν τότε γενο-
μένων, εἰ τοὺς μύθους ἀφέντες τὴν ἀλήθειαν σκοποῖμεν,
τοιαῦτα διαπεπραγμένον, ἢ τίνα τοσούτων μεταβολῶν ἐν
τοῖς πράγμασιν αἴτιον γεγενημένον; ὃς αὑτὸν μὲν ἐξ
ἰδιώτου τύραννον κατέστησε, τὸ δὲ γένος ἅπαν ἀπεληλα-
μένον τῆς πολιτείας εἰς τὰς προσηκούσας τιμὰς πάλιν
ἐπανήγαγε, τοὺς δὲ πολίτας ἐκ βαρβάρων μὲν Ἕλληνας
ἐποίησεν, ἐξ ἀνάνδρων δὲ πολεμικούς, ἐξ ἀδόξων δ’ ὀνο-
μαστούς, [67] τὸν δὲ τόπον ἄμικτον ὅλον παραλαβὼν καὶ
παντάπασιν ἐξηγριωμένον ἡμερώτερον καὶ πραότερον κατέ-
στησεν, ἔτι δὲ πρὸς τούτοις εἰς ἔχθραν μὲν βασιλεῖ κατα-
στὰς οὕτως αὐτὸν ἠμύνατο καλῶς ὥστ’ ἀείμνηστον γεγενῆ-
σθαι τὸν πόλεμον τὸν περὶ Κύπρον, ὅτε δ’ ἦν αὐτῷ
σύμμαχος, τοσούτῳ χρησιμώτερον αὑτὸν παρέσχεν τῶν
ἄλλων [68] ὥσθ’ ὁμολογουμένως μεγίστην αὐτῷ συμβαλέ-
σθαι δύναμιν εἰς τὴν ναυμαχίαν τὴν περὶ Κνίδον, ἧς γενο-
μένης βασιλεὺς μὲν ἁπάσης τῆς Ἀσίας κύριος κατέστη,
Λακεδαιμόνιοι δ’ ἀντὶ τοῦ τὴν ἤπειρον πορθεῖν περὶ τῆς
αὑτῶν κινδυνεύειν ἠναγκάσθησαν, οἱ δ’ Ἕλληνες ἀντὶ
δουλείας αὐτονομίας ἔτυχον, Ἀθηναῖοι δὲ τοσοῦτον ἐπέ-
δοσαν ὥστε τοὺς πρότερον αὐτῶν ἄρχοντας ἐλθεῖν αὐτοῖς
τὴν ἀρχὴν δώσοντας. [69] ὥστ’ εἴ τις ἔροιτό με, τί νομίζω
μέγιστον εἶναι τῶν Εὐαγόρᾳ πεπραγμένων, πότερον
τὰς ἐπιμελείας καὶ τὰς παρασκευὰς τὰς πρὸς Λακεδαι-
μονίους ἐξ ὧν τὰ προειρημένα γέγονεν, ἢ τὸν τελευταῖον
πόλεμον, ἢ τὴν κατάληψιν τῆς βασιλείας, ἢ τὴν ὅλην
τῶν πραγμάτων διοίκησιν, εἰς πολλὴν ἀπορίαν ἂν κατα-
σταίην· ἀεὶ γάρ μοι δοκεῖ μέγιστον εἶναι καὶ θαυμαστό-
τατον καθ’ ὅ τι ἂν αὐτῶν ἐπιστήσω τὴν διάνοιαν.