Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΕΛΕΝΗΣ ΕΓΚΩΜΙΟΝ

ΙΣΟΚΡ 10.1–13

Προοίμιον: ο Ισοκράτης καταδικάζει την προγενέστερη και σύγχρονή του σοφιστική και ρητορική τέχνη
Ο Ισοκράτης έγραψε τον λόγο αυτόν κατά τα πρώτα χρόνια της διδασκαλίας του στη σχολή του και, όπως στους Κατά των σοφιστών και Περί Αντιδόσεως λόγους του, αντιπαρατίθεται στους ανταγωνιστές του επιδεικνύοντας τις ρητορικές του ικανότητες.

    [1] Εἰσί τινες οἳ μέγα φρονοῦσιν, ἢν ὑπόθεσιν ἄτοπον
καὶ παράδοξον ποιησάμενοι περὶ ταύτης ἀνεκτῶς εἰπεῖν
δυνηθῶσι· καὶ καταγεγηράκασιν οἱ μὲν οὐ φάσκοντες οἷόν
τ’ εἶναι ψευδῆ λέγειν οὐδ’ ἀντιλέγειν οὐδὲ δύω λόγω περὶ
τῶν αὐτῶν πραγμάτων ἀντειπεῖν, οἱ δὲ διεξιόντες ὡς
ἀνδρία καὶ σοφία καὶ δικαιοσύνη ταὐτόν ἐστι, καὶ φύσει
μὲν οὐδὲν αὐτῶν ἔχομεν, μία δ’ ἐπιστήμη καθ’ ἁπάν-
των ἐστίν· ἄλλοι δὲ περὶ τὰς ἔριδας διατρίβουσι τὰς οὐδὲν
μὲν ὠφελούσας, πράγματα δὲ παρέχειν τοῖς πλησιά-
ζουσι δυναμένας.

    [2] Ἐγὼ δ’ εἰ μὲν ἑώρων νεωστὶ τὴν περιεργίαν ταύτην
ἐν τοῖς λόγοις ἐγγεγενημένην καὶ τούτους ἐπὶ τῇ καινότητι
τῶν εὑρημένων φιλοτιμουμένους, οὐκ ἂν ὁμοίως ἐθαύμα-
ζον αὐτῶν· νῦν δὲ τίς ἐστιν οὕτως ὀψιμαθής, ὅστις οὐκ
οἶδε Πρωταγόραν καὶ τοὺς κατ’ ἐκεῖνον τὸν χρόνον γενο-
μένους σοφιστάς, ὅτι καὶ τοιαῦτα καὶ πολὺ τούτων πραγ-
ματωδέστερα συγγράμματα κατέλιπον ἡμῖν; [3] πῶς γὰρ
ἄν τις ὑπερβάλοιτο Γοργίαν τὸν τολμήσαντα λέγειν ὡς
οὐδὲν τῶν ὄντων ἔστιν, ἢ Ζήνωνα τὸν ταὐτὰ δυνατὰ καὶ
πάλιν ἀδύνατα πειρώμενον ἀποφαίνειν, ἢ Μέλισσον ὃς
ἀπείρων τὸ πλῆθος πεφυκότων τῶν πραγμάτων ὡς ἑνὸς
ὄντος τοῦ παντὸς ἐπεχείρησεν ἀποδείξεις εὑρίσκειν;
[4] ἀλλ’ ὅμως οὕτω φανερῶς ἐκείνων ἐπιδειξάντων ὅτι
ῥᾴδιόν ἐστι, περὶ ὧν ἄν τις πρόθηται, ψευδῆ μηχανή-
σασθαι λόγον, ἔτι περὶ τὸν τόπον τοῦτον διατρίβουσιν·
οὓς ἐχρῆν ἀφεμένους ταύτης τῆς τερθρείας, τῆς ἐν μὲν
τοῖς λόγοις ἐξελέγχειν προσποιουμένης, ἐν δὲ τοῖς ἔργοις
πολὺν ἤδη χρόνον ἐξεληλεγμένης, τὴν ἀλήθειαν διώκειν,
[5] καὶ περὶ τὰς πράξεις ἐν αἷς πολιτευόμεθα, τοὺς συνόν-
τας παιδεύειν, καὶ περὶ τὴν ἐμπειρίαν τὴν τούτων γυμνά-
ζειν, ἐνθυμουμένους ὅτι πολὺ κρεῖττόν ἐστι περὶ τῶν
χρησίμων ἐπιεικῶς δοξάζειν ἢ περὶ τῶν ἀχρήστων ἀκρι-
βῶς ἐπίστασθαι, καὶ μικρὸν προέχειν ἐν τοῖς μεγάλοις
μᾶλλον ἢ πολὺ διαφέρειν ἐν τοῖς μικροῖς καὶ τοῖς μηδὲν
πρὸς βίον ὠφελοῦσιν.

    [6] Ἀλλὰ γὰρ οὐδενὸς αὐτοῖς ἄλλου μέλει πλὴν τοῦ
χρηματίζεσθαι παρὰ τῶν νεωτέρων. ἔστι δ’ ἡ περὶ τὰς
ἔριδας φιλοσοφία δυναμένη τοῦτο ποιεῖν· οἱ γὰρ μήτε τῶν
ἰδίων πω μήτε τῶν κοινῶν φροντίζοντες τούτοις μάλιστα
χαίρουσι τῶν λόγων οἳ μηδὲ πρὸς ἓν χρήσιμοι τυγχάνουσιν
ὄντες. [7] τοῖς μὲν οὖν τηλικούτοις πολλὴ συγγνώμη ταύτην
ἔχειν τὴν διάνοιαν· ἐπὶ γὰρ ἁπάντων τῶν πραγμάτων πρὸς
τὰς περιττότητας καὶ τὰς θαυματοποιίας οὕτω διακείμενοι
διατελοῦσι· τοῖς δὲ παιδεύειν προσποιουμένοις ἄξιον ἐπιτι-
μᾶν, ὅτι κατηγοροῦσι μὲν τῶν ἐπὶ τοῖς ἰδίοις συμβολαίοις
ἐξαπατώντων καὶ μὴ δικαίως τοῖς λόγοις χρωμένων, αὐτοὶ
δ’ ἐκείνων δεινότερα ποιοῦσιν· οἱ μὲν γὰρ ἄλλους τινὰς
ἐζημίωσαν, οὗτοι δὲ τοὺς συνόντας μάλιστα βλάπτουσιν.
[8] τοσοῦτον δ’ ἐπιδεδωκέναι πεποιήκασι τὸ ψευδολογεῖν
ὥστ’ ἤδη τινές, ὁρῶντες τούτους ἐκ τῶν τοιούτων ὠφελου-
μένους, τολμῶσι γράφειν ὡς ἔστιν ὁ τῶν πτωχευόντων
καὶ φευγόντων βίος ζηλωτότερος ἢ τῶν ἄλλων ἀνθρώπων,
καὶ ποιοῦνται τεκμήριον, ὡς εἰ περὶ πονηρῶν πραγμάτων
ἔχουσί τι λέγειν, περί γε τῶν καλῶν κἀγαθῶν ῥᾳδίως εὐπο-
ρήσουσιν. [9] ἐμοὶ δὲ δοκεῖ πάντων εἶναι καταγελαστό-
τατον τὸ διὰ τούτων τῶν λόγων ζητεῖν πείθειν ὡς περὶ
τῶν πολιτικῶν ἐπιστήμην ἔχουσιν, ἐξὸν ἐν αὐτοῖς οἷς
ἐπαγγέλλονται τὴν ἐπίδειξιν ποιεῖσθαι· τοὺς γὰρ ἀμφισ-
βητοῦντας τοῦ φρονεῖν καὶ φάσκοντας εἶναι σοφιστὰς οὐκ
ἐν τοῖς ἠμελημένοις ὑπὸ τῶν ἄλλων, ἀλλ’ ἐν οἷς ἅπαν-
τές εἰσιν ἀνταγωνισταί, προσήκει διαφέρειν καὶ κρείττους
εἶναι τῶν ἰδιωτῶν. [10] νῦν δὲ παραπλήσιον ποιοῦσιν,
ὥσπερ ἂν εἴ τις προσποιοῖτο κράτιστος εἶναι τῶν ἀθλητῶν
ἐνταῦθα καταβαίνων, οὗ μηδεὶς ἂν ἄλλος ἀξιώσειεν. τίς γὰρ
ἂν τῶν εὖ φρονούντων συμφορὰς ἐπαινεῖν ἐπιχειρήσειεν;
ἀλλὰ δῆλον ὅτι δι’ ἀσθένειαν ἐνταῦθα καταφεύγουσιν.
[11] ἔστι γὰρ τῶν μὲν τοιούτων συγγραμμάτων μία τις
ὁδός, ἣν οὔθ’ εὑρεῖν οὔτε μαθεῖν οὔτε μιμήσασθαι δύσκολόν
ἐστιν· οἱ δὲ κοινοὶ καὶ πιστοὶ καὶ τούτοις ὅμοιοι τῶν λόγων
διὰ πολλῶν ἰδεῶν καὶ καιρῶν δυσκαταμαθήτων εὑρίσκονταί τε
καὶ λέγονται, καὶ τοσούτῳ χαλεπωτέραν ἔχουσι τὴν σύνθεσιν
ὅσῳ περ τὸ σεμνύνεσθαι τοῦ σκώπτειν καὶ τὸ σπουδάζειν
τοῦ παίζειν ἐπιπονώτερόν ἐστιν. [12] σημεῖον δὲ μέγιστον·
τῶν μὲν γὰρ τοὺς βομβυλιοὺς καὶ τοὺς ἅλας καὶ τὰ τοιαῦτα
βουληθέντων ἐπαινεῖν οὐδεὶς πώποτε λόγων ἠπόρησεν, οἱ
δὲ περὶ τῶν ὁμολογουμένων ἀγαθῶν ἢ καλῶν ἢ τῶν διαφε-
ρόντων ἐπ’ ἀρετῇ λέγειν ἐπιχειρήσαντες πολὺ καταδεέ-
στερον τῶν ὑπαρχόντων ἅπαντες εἰρήκασιν. [13] οὐ γὰρ
τῆς αὐτῆς γνώμης ἐστὶν ἀξίως εἰπεῖν περὶ ἑκατέρων
αὐτῶν, ἀλλὰ τὰ μὲν μικρὰ ῥᾴδιον τοῖς λόγοις ὑπερβαλέσθαι,
τῶν δὲ χαλεπὸν τοῦ μεγέθους ἐφικέσθαι· καὶ περὶ μὲν τῶν
δόξαν ἐχόντων σπάνιον εὑρεῖν, ἃ μηδεὶς πρότερον εἴρηκε,
περὶ δὲ τῶν φαύλων καὶ ταπεινῶν ὅ τι ἄν τις τύχῃ φθεγ-
ξάμενος ἅπαν ἴδιόν ἐστιν.