Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΑΡΧΙΔΑΜΟΣ

ΙΣΟΚΡ 6.103–111

Παραδείγματα πόλεων που ανέκαμψαν χάρη στην ανάληψη πολεμικής δράσης – Ἐπίλογος: Παραινέσεις για μίμηση των προγόνων
Προσπαθώντας να φιλοτιμήσει τους Σπαρτιάτες, ώστε να μην αποδεχτούν την ανεξαρτησία της Μεσσήνης, που ήθελαν να επιβάλουν οι Θηβαίοι, ο ομιλητής αναφέρθηκε στα κατορθώματα των προγόνων τους. Φτάνοντας στον ἐπίλογον , τονίζει:

    [103] Ἔστι δ’ οὐδὲν ἀνέλπιστον ἐκ τῶν νῦν παρόντων
συμβῆναί τι τῶν δεόντων ἡμῖν. οἶμαι γὰρ ὑμᾶς οὐκ
ἀγνοεῖν ὅτι πολλαὶ πράξεις ἤδη τοιαῦται γεγόνασιν, ἃς ἐν
ἀρχῇ μὲν ἅπαντες ὑπέλαβον εἶναι συμφοράς, καὶ τοῖς
παθοῦσιν συνηχθέσθησαν, ὕστερον δὲ τὰς αὐτὰς ταύτας
ἔγνωσαν μεγίστων ἀγαθῶν αἰτίας γεγενημένας. [104] καὶ
τί δεῖ τὰ πόρρω λέγειν; ἀλλὰ καὶ νῦν τὰς πόλεις τάς γε
πρωτευούσας, λέγω δὲ τὴν Ἀθηναίων καὶ Θηβαίων, εὕροι-
μεν ἂν οὐκ ἐκ τῆς εἰρήνης μεγάλην ἐπίδοσιν λαβούσας,
ἀλλ’ ἐξ ὧν ἐν τῷ πολέμῳ προδυστυχήσασαι πάλιν αὑτὰς
ἀνέλαβον, ἐκ δὲ τούτων τὴν μὲν ἡγεμόνα τῶν Ἑλλήνων
καταστᾶσαν, τὴν δ’ ἐν τῷ παρόντι τηλικαύτην γεγενημένην
ὅσην οὐδεὶς πώποτ’ ἔσεσθαι προσεδόκησεν· αἱ γὰρ ἐπιφά-
νειαι καὶ λαμπρότητες οὐκ ἐκ τῆς ἡσυχίας ἀλλ’ ἐκ τῶν
ἀγώνων γίγνεσθαι φιλοῦσιν. [105] ὧν ἡμᾶς ὀρέγεσθαι
προσήκει, μήτε τῶν σωμάτων μήτε τῆς ψυχῆς μήτε τῶν
ἄλλων ὧν ἔχομεν μηδενὸς φειδομένους. ἢν γὰρ κατορθώ-
σωμεν καὶ τὴν πόλιν εἰς ταὐτὸ καταστῆσαι δυνηθῶμεν, ἐξ
ὧνπερ ἐκπέπτωκε, καὶ τῶν προγεγενημένων μᾶλλον θαυ-
μασθησόμεθα, καὶ τοῖς ἐπιγιγνομένοις οὐδεμίαν ὑπερβολὴν
ἀνδραγαθίας καταλείψομεν, ἀλλὰ καὶ τοὺς βουλομένους
εὐλογεῖν ἡμᾶς ἀπορεῖν ποιήσομεν, ὅ τι τῶν πεπραγμένων
ἡμῖν ἄξιον ἐροῦσιν. [106] δεῖ δὲ μηδὲ τοῦτο λανθάνειν
ὑμᾶς, ὅτι πάντες τῷ συλλόγῳ τούτῳ καὶ τοῖς γνωσθησομέ-
νοις ὑφ’ ἡμῶν προσέχουσι τὸν νοῦν. ὥσπερ οὖν ἐν κοινῷ
θεάτρῳ τῶν Ἑλλήνων διδοὺς ἔλεγχον ἕκαστος ὑμῶν τῆς
αὑτοῦ φύσεως, οὕτω διακείσθω τὴν γνώμην.

    [107] Ἔστιν δ’ ἁπλοῦν τὸ καλῶς βουλεύσασθαι περὶ τού-
των. ἢν μὲν γὰρ ἐθέλωμεν ἀποθνήσκειν ὑπὲρ τῶν δικαίων,
οὐ μόνον εὐδοκιμήσομεν, ἀλλὰ καὶ τὸν ἐπίλοιπον χρόνον
ἀσφαλῶς ἡμῖν ἐξέσται ζῆν· εἰ δὲ φοβησόμεθα τοὺς κινδύ-
νους, εἰς πολλὰς ταραχὰς καταστήσομεν ἡμᾶς αὐτούς.
[108] παρακαλέσαντες οὖν ἀλλήλους ἀποδῶμεν τὰ τροφεῖα
τῇ πατρίδι, καὶ μὴ περιίδωμεν ὑβρισθεῖσαν τὴν Λακεδαί-
μονα καὶ καταφρονηθεῖσαν, μηδὲ ψευσθῆναι ποιήσωμεν
τῶν ἐλπίδων τοὺς εὔνους ἡμῖν ὄντας, μηδὲ περὶ πλείονος
φανῶμεν ποιούμενοι τὸ ζῆν τοῦ παρὰ πᾶσιν ἀνθρώποις
εὐδοκιμεῖν, [109] ἐνθυμηθέντες ὅτι κάλλιόν ἐστιν ἀντὶ
θνητοῦ σώματος ἀθάνατον δόξαν ἀντικαταλλάξασθαι, καὶ
ψυχῆς ἣν οὐχ ἕξομεν ὀλίγων ἐτῶν πρίασθαι τοιαύτην
εὔκλειαν ἣ πάντα τὸν αἰῶνα τοῖς ἐξ ἡμῶν γενομένοις
παραμενεῖ, πολὺ μᾶλλον ἢ μικροῦ χρόνου γλιχομένους
μεγάλαις αἰσχύναις ἡμᾶς αὐτοὺς περιβαλεῖν.

    [110] Ἡγοῦμαι δ’ οὕτως ἂν ὑμᾶς μάλιστα παροξυνθῆναι
πρὸς τὸν πόλεμον, εἰ ταῖς διανοίαις ὥσπερ παρεστῶτας
ἴδοιτε τοὺς γονέας καὶ τοὺς παῖδας τοὺς ἡμετέρους αὐτῶν,
τοὺς μὲν παρακελευομένους μὴ καταισχῦναι τὸ τῆς Σπάρτης
ὄνομα, μηδὲ τοὺς νόμους ἐν οἷς ἐπαιδεύθημεν, μηδὲ τὰς
μάχας τὰς ἐφ’ αὑτῶν γενομένας, τοὺς δ’ ἀπαιτοῦντας τὴν
χώραν ἣν οἱ πρόγονοι κατέλιπον, καὶ τὴν δυναστείαν τὴν ἐν
τοῖς Ἕλλησι, καὶ τὴν ἡγεμονίαν ἥνπερ αὐτοὶ παρὰ τῶν πατέ-
ρων παρελάβομεν· πρὸς οὓς οὐδὲν ἂν ἔχοιμεν εἰπεῖν ὡς οὐκ
ἀμφότεροι δίκαια τυγχάνουσι λέγοντες.

    [111] Οὐκ οἶδ’ ὅ τι δεῖ μακρολογεῖν, πλὴν τοσοῦτον, ὡς
πλείστων τῇ πόλει ταύτῃ πολέμων καὶ κινδύνων γεγενη-
μένων οὐδεπώποθ’ οἱ πολέμιοι τρόπαιον ἡμῶν ἔστησαν
ἡγουμένου βασιλέως ἐκ τῆς οἰκίας τῆς ἡμετέρας. ἔστι
δὲ νοῦν ἐχόντων ἀνδρῶν, οἷσπερ ἂν ἐν ταῖς μάχαις ἡγε-
μόσι χρώμενοι κατορθῶσι, τούτοις καὶ περὶ τῶν μελλόν-
των κινδύνων συμβουλεύουσι μᾶλλον ἢ τοῖς ἄλλοις
πείθεσθαι.