[40] Ἵνα δὲ μὴ δοκῶ περὶ ταῦτα πολὺν χρόνον διατρί-
βειν, ἁπάντων τῶν τοιούτων ἀφέμενος ἐπὶ τὸν ἁπλούστα-
τον ἤδη τρέψομαι τῶν λόγων. εἰ μὲν γὰρ μηδένες πώποτε
τῶν δυστυχησάντων ἀνέλαβον αὑτοὺς μηδ’ ἐπεκράτησαν
τῶν ἐχθρῶν, οὐδ’ ἡμᾶς εἰκὸς ἐλπίζειν περιγενήσεσθαι
πολεμοῦντας· εἰ δὲ πολλάκις γέγονεν ὥστε καὶ τοὺς μείζω
δύναμιν ἔχοντας ὑπὸ τῶν ἀσθενεστέρων κρατηθῆναι καὶ
τοὺς πολιορκοῦντας ὑπὸ τῶν κατακεκλειμένων διαφθα-
ρῆναι, τί θαυμαστὸν εἰ καὶ τὰ νῦν καθεστῶτα λήψεταί
τινα μετάστασιν;
[41] Ἐπὶ μὲν οὖν τῆς ἡμετέρας πόλεως οὐδὲν ἔχω τοιοῦ-
τον εἰπεῖν· ἐν γὰρ τοῖς ἐπέκεινα χρόνοις οὐδένες πώποτε
κρείττους ἡμῶν εἰς ταύτην τὴν χώραν εἰσέβαλον· ἐπὶ δὲ
τῶν ἄλλων πολλοῖς ἄν τις παραδείγμασι χρήσαιτο, καὶ
μάλιστ’ ἐπὶ τῆς πόλεως τῆς Ἀθηναίων. [42] τούτους γὰρ
εὑρήσομεν, ἐξ ὧν μὲν τοῖς ἄλλοις προσέταττον, πρὸς τοὺς
Ἕλληνας διαβληθέντας, ἐξ ὧν δὲ τοὺς ὑβρίζοντας ἠμύ-
ναντο, παρὰ πᾶσιν ἀνθρώποις εὐδοκιμήσαντας. τοὺς μὲν
οὖν παλαιοὺς κινδύνους εἰ διεξιοίην, οὓς ἐποιήσαντο πρὸς
Ἀμαζόνας ἢ Θρᾷκας ἢ Πελοποννησίους τοὺς μετ’ Εὐρυ-
σθέως εἰς τὴν χώραν αὐτῶν εἰσβαλόντας, ἴσως ἀρχαῖα καὶ
πόρρω τῶν νῦν παρόντων λέγειν ἂν δοκοίην· ἐν δὲ τῷ
Περσικῷ πολέμῳ τίς οὐκ οἶδεν ἐξ οἵων συμφορῶν εἰς
ὅσην εὐδαιμονίαν κατέστησαν; [43] μόνοι γὰρ τῶν ἔξω
Πελοποννήσου κατοικούντων, ὁρῶντες τὴν τῶν βαρβάρων
δύναμιν ἀνυπόστατον οὖσαν, οὐκ ἠξίωσαν βουλεύσασθαι
περὶ τῶν προσταττομένων αὐτοῖς, ἀλλ’ εὐθὺς εἵλοντο
περιιδεῖν ἀνάστατον τὴν πόλιν γεγενημένην μᾶλλον ἢ
δουλεύουσαν. ἐκλιπόντες δὲ τὴν χώραν, καὶ πατρίδα μὲν
τὴν ἐλευθερίαν νομίσαντες, κοινωνήσαντες δὲ τῶν κινδύ-
νων ἡμῖν, τοσαύτης μεταβολῆς ἔτυχον ὥστ’ ὀλίγας ἡμέρας
στερηθέντες τῆς αὑτῶν πολὺν χρόνον τῶν ἄλλων δεσπόται
κατέστησαν.
[44] Οὐ μόνον δ’ ἐπὶ ταύτης ἄν τις τῆς πόλεως ἐπιδεί-
ξειε τὸ τολμᾶν ἀμύνεσθαι τοὺς ἐχθρούς, ὡς πολλῶν ἀγα-
θῶν αἴτιόν ἐστιν, ἀλλὰ καὶ Διονύσιος ὁ τύραννος καταστὰς
εἰς πολιορκίαν ὑπὸ Καρχηδονίων, οὐδεμιᾶς αὐτῷ σωτηρίας
ὑποφαινομένης, ἀλλὰ καὶ τῷ πολέμῳ κατεχόμενος καὶ τῶν
πολιτῶν δυσκόλως πρὸς αὐτὸν διακειμένων, αὐτὸς μὲν
ἐμέλλησεν ἐκπλεῖν, τῶν δὲ χρωμένων τινὸς τολμήσαντος
εἰπεῖν [45] ὡς καλόν ἐστιν ἐντάφιον ἡ τυραννίς, αἰσχυν-
θεὶς ἐφ’ οἷς διενοήθη καὶ πάλιν ἐπιχειρήσας πολεμεῖν
πολλὰς μὲν μυριάδας Καρχηδονίων διέφθειρεν, ἐγκρατεστέ-
ραν δὲ τὴν ἀρχὴν τὴν τῶν πολιτῶν κατεστήσατο, πολὺ δὲ
μείζω τὴν δύναμιν τὴν αὑτοῦ τῆς πρότερον ὑπαρχούσης
ἐκτήσατο, τυραννῶν δὲ τὸν βίον διετέλεσε, καὶ τὸν υἱὸν
ἐν ταῖς αὐταῖς τιμαῖς καὶ δυναστείαις, ἐν αἷσπερ αὐτὸς
ἦν, κατέλιπεν.
[46] Παραπλήσια δὲ τούτοις Ἀμύντας ὁ Μακεδόνων
βασιλεὺς ἔπραξεν. ἡττηθεὶς γὰρ ὑπὸ τῶν βαρβάρων τῶν
προσοικούντων μάχῃ καὶ πάσης Μακεδονίας ἀποστερηθεὶς
τὸ μὲν πρῶτον ἐκλιπεῖν τὴν χώραν διενοήθη καὶ τὸ σῶμα
διασῴζειν, ἀκούσας δέ τινος ἐπαινοῦντος τὸ πρὸς Διονύ-
σιον ῥηθέν, καὶ μεταγνοὺς ὥσπερ ἐκεῖνος, χωρίον μικρὸν
καταλαβὼν καὶ βοήθειαν ἐνθένδε μεταπεμψάμενος ἐντὸς
μὲν τριῶν μηνῶν κατέσχεν ἅπασαν Μακεδονίαν, τὸν δ’ ἐπί-
λοιπον χρόνον βασιλεύων γήρᾳ τὸν βίον ἐτελεύτησεν.
[47] Ἀπείποιμεν δ’ ἂν ἀκούοντές τε καὶ λέγοντες, εἰ
πάσας τὰς τοιαύτας πράξεις ἐξετάζοιμεν, ἐπεὶ καὶ τῶν
περὶ Θήβας πραχθέντων εἰ μνησθείημεν, ἐπὶ μὲν τοῖς γεγε-
νημένοις ἂν λυπηθεῖμεν, περὶ δὲ τῶν μελλόντων βελτίους
ἐλπίδας ἂν λάβοιμεν. τολμησάντων γὰρ αὐτῶν ὑπομεῖναι
τὰς εἰσβολὰς καὶ τὰς ἀπειλὰς τὰς ἡμετέρας, εἰς τοῦθ’ ἡ
τύχη τὰ πράγματ’ αὐτῶν περιέστησεν ὥστε τὸν ἄλλον χρό-
νον ὑφ’ ἡμῖν ὄντες νῦν ἡμῖν προστάττειν ἀξιοῦσιν.
[48] Ὅστις οὖν ὁρῶν τοσαύτας μεταβολὰς γεγενημένας
ἐφ’ ἡμῶν οἴεται παύσεσθαι, λίαν ἀνόητός ἐστιν· ἀλλὰ δεῖ
καρτερεῖν ἐπὶ τοῖς παροῦσι καὶ θαρρεῖν περὶ τῶν μελλόν-
των, ἐπισταμένους ὅτι τὰς τοιαύτας συμφορὰς αἱ πόλεις
ἐπανορθοῦνται πολιτείᾳ χρηστῇ καὶ ταῖς περὶ τὸν πόλεμον
ἐμπειρίαις. περὶ ὧν οὐδεὶς ἂν τολμήσειεν ἀντειπεῖν, ὡς
οὐ τὴν μὲν ἐμπειρίαν μᾶλλον τῶν ἄλλων ἔχομεν, πολιτείαν
δ’ οἵαν εἶναι χρή, παρὰ μόνοις ἡμῖν ἐστιν. ὧν ὑπαρχόν-
των οὐκ ἔστιν ὅπως οὐκ ἄμεινον πράξομεν τῶν μηδετέρου
τούτων πολλὴν ἐπιμέλειαν πεποιημένων.
|