Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΑΡΧΙΔΑΜΟΣ

ΙΣΟΚΡ 6.1–5

Προοίμιον: παρά το νεαρό της ηλικίας του ο Αρχίδαμος αισθάνεται την υποχρέωση να αγορεύσει
Το 366 π.Χ η Σπάρτη οδηγήθηκε σε πολιτική απομόνωση, καθώς οι Πελοποννήσιοι σύμμαχοί της υπέγραψαν συνθήκη ειρήνης με τους Θηβαίους. Με αυτήν αναγνωριζόταν η ανεξαρτησία της Μεσσήνης, γεγονός που αποτελούσε τεράστιο πλήγμα για τα σπαρτιατικά συμφέροντα. Ο Ισοκράτης, που επιδίωκε να μην ενισχυθεί ακόμη περισσότερο η Θήβα, στον ομώνυμο λόγο παρουσιάζει τον Αρχίδαμο, γιο του βασιλιά της Σπάρτης Αγησίλαου Β´ και επίδοξο διάδοχο του θρόνου, να τοποθετείται αρνητικά απέναντι σε αυτήν την εξέλιξη και να προσπαθεί να τονώσει το ηθικό των συμπατριωτών του. Ακολουθεί απόσπασμα από το Προοίμιον του λόγου.

    [1] Ἴσως τινὲς ὑμῶν θαυμάζουσιν ὅτι τὸν ἄλλον χρόνον
ἐμμεμενηκὼς τοῖς τῆς πόλεως νομίμοις ὡς οὐκ οἶδ’ εἴ τις
ἄλλος τῶν ἡλικιωτῶν, τοσαύτην πεποίημαι τὴν μεταβολὴν
ὥστε περὶ ὧν ὀκνοῦσιν οἱ πρεσβύτεροι λέγειν, περὶ τούτων
νεώτερος ὢν παρελήλυθα συμβουλεύσων. [2] ἐγὼ δ’, εἰ
μέν τις τῶν εἰθισμένων ἐν ὑμῖν ἀγορεύειν ἀξίως ἦν τῆς
πόλεως εἰρηκώς, πολλὴν ἂν ἡσυχίαν ἦγον· νῦν δ’ ὁρῶν
τοὺς μὲν συναγορεύοντας οἷς οἱ πολέμιοι προστάττουσι,
τοὺς δ’ οὐκ ἐρρωμένως ἐναντιουμένους, τοὺς δὲ παντάπα-
σιν ἀποσεσιωπηκότας, ἀνέστην ἀποφανούμενος ἃ γιγνώσκω
περὶ τούτων, αἰσχρὸν νομίσας, εἰ τὴν ἰδίαν τοῦ βίου τάξιν
διαφυλάττων περιόψομαι τὴν πόλιν ἀνάξια ψηφισαμένην
ἑαυτῆς.

    [3] Ἡγοῦμαι δ’, εἰ καὶ περὶ τῶν ἄλλων πρέπει τοὺς
τηλικούτους σιωπᾶν, περί γε τοῦ πολεμεῖν ἢ μὴ προσήκειν
τούτους μάλιστα συμβουλεύειν, οἵπερ καὶ τῶν κινδύνων
πλεῖστον μέρος μεθέξουσιν, ἄλλως τε δὴ καὶ τοῦ γνῶναί τι
τῶν δεόντων ἐν κοινῷ καθεστῶτος ἡμῖν. [4] εἰ μὲν γὰρ ἦν
δεδειγμένον, ὥστε τοὺς μὲν πρεσβυτέρους περὶ ἁπάντων
εἰδέναι τὸ βέλτιστον, τοὺς δὲ νεωτέρους μηδὲ περὶ ἑνὸς
ὀρθῶς γιγνώσκειν, καλῶς ἂν εἶχεν ἀπείργειν ἡμᾶς τοῦ
συμβουλεύειν· ἐπειδὴ δ’ οὐ τῷ πλήθει τῶν ἐτῶν πρὸς τὸ
φρονεῖν εὖ διαφέρομεν ἀλλήλων, ἀλλὰ τῇ φύσει καὶ ταῖς
ἐπιμελείαις, πῶς οὐκ ἀμφοτέρων χρὴ τῶν ἡλικιῶν πεῖραν
λαμβάνειν, ἵν’ ἐξ ἁπάντων ὑμῖν ἐξῇ τῶν ῥηθέντων ἑλέσθαι
τὰ συμφορώτατα; [5] θαυμάζω δ’ ὅσοι τριήρων μὲν ἡγεῖ-
σθαι καὶ στρατοπέδων ἄρχειν ἀξιοῦσιν ἡμᾶς, ὑπὲρ ὧν μὴ
καλῶς βουλευσάμενοι πολλαῖς ἂν συμφοραῖς καὶ μεγάλαις
τὴν πόλιν περιβάλοιμεν, εἰπεῖν δ’ ἃ γιγνώσκομεν περὶ
ὧν ὑμεῖς μέλλετε κρίνειν οὐκ οἴονται δεῖν ἡμᾶς, ἐν οἷς
κατορθώσαντες μὲν ἅπαντας ὑμᾶς ὠφελήσομεν, διαμαρ-
τόντες δὲ τῆς ὑμετέρας γνώμης αὐτοὶ μὲν ἴσως φαυλότεροι
δόξομεν εἶναι, τὸ δὲ κοινὸν οὐδὲν ἂν ζημιώσαιμεν.