[71] Τάχ’ οὖν ἄν τις θαυμάσειεν, τί βουλόμενος ἀντὶ τῆς
πολιτείας τῆς οὕτω πολλὰ καὶ καλὰ διαπεπραγμένης ἑτέραν
ὑμᾶς πείθω μεταλαβεῖν, καὶ τίνος ἕνεκα νῦν μὲν οὕτω
καλῶς ἐγκεκωμίακα τὴν δημοκρατίαν, ὅταν δὲ τύχω, πάλιν
μεταβαλὼν ἐπιτιμῶ καὶ κατηγορῶ τῶν καθεστώτων.
[72] ἐγὼ δὲ καὶ τῶν ἰδιωτῶν τοὺς ὀλίγα μὲν κατορ-
θοῦντας, πολλὰ δ’ ἐξαμαρτάνοντας μέμφομαι καὶ νομίζω
φαυλοτέρους εἶναι τοῦ δέοντος, καὶ πρός γε τούτοις τοὺς
γεγονότας ἐκ καλῶν κἀγαθῶν ἀνδρῶν, καὶ μικρῷ μὲν ὄντας
ἐπιεικεστέρους τῶν ὑπερβαλλόντων ταῖς πονηρίαις, πολὺ
δὲ χείρους τῶν πατέρων, λοιδορῶ, καὶ συμβουλεύσαιμ’ ἂν
αὐτοῖς παύσασθαι τοιούτοις οὖσιν. [73] τὴν αὐτὴν οὖν
γνώμην ἔχω καὶ περὶ τῶν κοινῶν· ἡγοῦμαι γὰρ δεῖν ἡμᾶς
οὐ μέγα φρονεῖν, οὐδ’ ἀγαπᾶν εἰ κακοδαιμονησάντων καὶ
μανέντων ἀνθρώπων νομιμώτεροι γεγόναμεν, ἀλλὰ πολὺ
μᾶλλον ἀγανακτεῖν καὶ βαρέως φέρειν εἰ χείρους τῶν
προγόνων τυγχάνοιμεν ὄντες· πρὸς γὰρ τὴν ἐκείνων
ἀρετήν, ἀλλ’ οὐ πρὸς τὴν τῶν τριάκοντα πονηρίαν ἁμιλλη-
τέον ἡμῖν ἐστιν, ἄλλως τε καὶ προσῆκον ἡμῖν βελτίστοις
ἁπάντων ἀνθρώπων εἶναι.
[74] Καὶ τοῦτον εἴρηκα τὸν λόγον οὐ νῦν πρῶτον,
ἀλλὰ πολλάκις ἤδη καὶ πρὸς πολλούς. ἐπίσταμαι γὰρ
ἐν μὲν τοῖς ἄλλοις τόποις φύσεις ἐγγιγνομένας καρπῶν
καὶ δένδρων καὶ ζῴων ἰδίας ἐν ἑκάστοις καὶ πολὺ τῶν
ἄλλων διαφερούσας, τὴν δ’ ἡμετέραν χώραν ἄνδρας
φέρειν καὶ τρέφειν δυναμένην οὐ μόνον πρὸς τὰς τέχνας
καὶ τὰς πράξεις καὶ τοὺς λόγους εὐφυεστάτους, ἀλλὰ
καὶ πρὸς ἀνδρίαν καὶ πρὸς ἀρετὴν πολὺ διαφέροντας.
[75] Τεκμαίρεσθαι δὲ δίκαιόν ἐστι τοῖς τε παλαιοῖς
ἀγῶσιν, οὓς ἐποιήσαντο πρὸς Ἀμαζόνας καὶ Θρᾷκας καὶ
Πελοποννησίους ἅπαντας, καὶ τοῖς κινδύνοις τοῖς περὶ τὰ
Περσικὰ γενομένοις, ἐν οἷς καὶ μόνοι καὶ μετὰ Πελοπον-
νησίων, καὶ πεζομαχοῦντες καὶ ναυμαχοῦντες, νικήσαντες
τοὺς βαρβάρους ἀριστείων ἠξιώθησαν· ὧν οὐδὲν ἂν ἔπρα-
ξαν, εἰ μὴ πολὺ τὴν φύσιν διήνεγκαν.
[76] Καὶ μηδεὶς οἰέσθω ταύτην τὴν εὐλογίαν ἡμῖν
προσήκειν τοῖς νῦν πολιτευομένοις, ἀλλὰ πολὺ τοὐναντίον.
εἰσὶν γὰρ οἱ τοιοῦτοι τῶν λόγων ἔπαινος μὲν τῶν ἀξίους
σφᾶς αὐτοὺς τῆς τῶν προγόνων ἀρετῆς παρεχόντων,
κατηγορία δὲ τῶν τὰς εὐγενείας ταῖς αὑτῶν ῥᾳθυμίαις
καὶ κακίαις καταισχυνόντων. ὅπερ ἡμεῖς ποιοῦμεν·
εἰρήσεται γὰρ τἀληθές. τοιαύτης γὰρ ἡμῖν τῆς φύσεως
ὑπαρχούσης, οὐ διεφυλάξαμεν αὐτήν, ἀλλ’ ἐμπεπτώκαμεν
εἰς ἄνοιαν καὶ ταραχὴν καὶ πονηρῶν πραγμάτων ἐπιθυμίαν.
|