[62] Τῶν τοίνυν ἄλλων πόλεων ταῖς ἐπιφανεστάταις καὶ
μεγίσταις, ἢν ἐξετάζειν βουληθῶμεν, εὑρήσομεν τὰς
δημοκρατίας μᾶλλον ἢ τὰς ὀλιγαρχίας συμφερούσας· ἐπεὶ
καὶ τὴν ἡμετέραν πολιτείαν, ᾗ πάντες ἐπιτιμῶσιν, ἢν
παραβάλωμεν αὐτὴν μὴ πρὸς τὴν ὑπ’ ἐμοῦ ῥηθεῖσαν, ἀλλὰ
πρὸς τὴν ὑπὸ τῶν τριάκοντα καταστᾶσαν, οὐδεὶς ὅστις οὐκ
ἂν θεοποίητον εἶναι νομίσειεν. [63] βούλομαι δ’, εἰ καί
τινές με φήσουσιν ἔξω τῆς ὑποθέσεως λέγειν, δηλῶσαι καὶ
διελθεῖν ὅσον αὕτη τῆς τότε διήνεγκεν, ἵνα μηδεὶς οἴηταί
με τὰ μὲν ἁμαρτήματα τοῦ δήμου λίαν ἀκριβῶς ἐξετάζειν,
εἰ δέ τι καλὸν ἢ σεμνὸν διαπέπρακται, ταῦτα δὲ παραλεί-
πειν. ἔσται δ’ ὁ λόγος οὔτε μακρὸς οὔτ’ ἀνωφελὴς τοῖς
ἀκούουσιν.
[64] Ἐπειδὴ γὰρ τὰς ναῦς τὰς περὶ Ἑλλήσποντον
ἀπωλέσαμεν καὶ ταῖς συμφοραῖς ἐκείναις ἡ πόλις περι-
έπεσεν, τίς οὐκ οἶδε τῶν πρεσβυτέρων τοὺς μὲν δημο-
τικοὺς καλουμένους ἑτοίμους ὄντας ὁτιοῦν πάσχειν ὑπὲρ
τοῦ μὴ ποιεῖν τὸ προσταττόμενον, καὶ δεινὸν ἡγουμένους
εἴ τις ὄψεται τὴν πόλιν τὴν τῶν Ἑλλήνων ἄρξασαν,
ταύτην ὑφ’ ἑτέροις οὖσαν, τοὺς δὲ τῆς ὀλιγαρχίας ἐπιθυ-
μήσαντας ἑτοίμως καὶ τὰ τείχη καθαιροῦντας καὶ τὴν
δουλείαν ὑπομένοντας; [65] καὶ τότε μέν, ὅτε τὸ πλῆθος
ἦν κύριον τῶν πραγμάτων, ἡμᾶς τὰς τῶν ἄλλων ἀκροπόλεις
φρουροῦντας, ἐπειδὴ δ’ οἱ τριάκοντα παρέλαβον τὴν πολι-
τείαν, τοὺς πολεμίους τὴν ἡμετέραν ἔχοντας; καὶ κατὰ
μὲν ἐκεῖνον τὸν χρόνον δεσπότας ἡμῶν ὄντας Λακεδαιμο-
νίους, ἐπειδὴ δ’ οἱ φεύγοντες κατελθόντες πολεμεῖν ὑπὲρ
τῆς ἐλευθερίας ἐτόλμησαν καὶ Κόνων ναυμαχῶν ἐνίκησεν,
πρέσβεις ἐλθόντας παρ’ αὐτῶν καὶ διδόντας τῇ πόλει τὴν
ἀρχὴν τὴν τῆς θαλάττης; [66] καὶ μὲν δὴ καὶ τάδε τίς
οὐ μνημονεύει τῶν ἡλικιωτῶν τῶν ἐμῶν, τὴν μὲν δημοκρα-
τίαν οὕτω κοσμήσασαν τὴν πόλιν καὶ τοῖς ἱεροῖς καὶ τοῖς
ὁσίοις, ὥστ’ ἔτι καὶ νῦν τοὺς ἀφικνουμένους νομίζειν αὐτὴν
ἀξίαν εἶναι μὴ μόνον τῶν Ἑλλήνων ἄρχειν ἀλλὰ καὶ τῶν
ἄλλων ἁπάντων, τοὺς δὲ τριάκοντα τῶν μὲν ἀμελήσαντας,
τὰ δὲ συλήσαντας, τοὺς δὲ νεωσοίκους ἐπὶ καθαιρέσει
τριῶν ταλάντων ἀποδομένους, εἰς οὓς ἡ πόλις ἀνήλωσεν
οὐκ ἐλάττω χιλίων ταλάντων; [67] ἀλλὰ μὴν οὐδὲ τὴν
πραότητα δικαίως ἄν τις ἐπαινέσειεν τὴν ἐκείνων μᾶλλον ἢ
τὴν τοῦ δήμου. οἱ μὲν γὰρ ψηφίσματι παραλαβόντες
τὴν πόλιν πεντακοσίους μὲν καὶ χιλίους τῶν πολιτῶν
ἀκρίτους ἀπέκτειναν, εἰς δὲ τὸν Πειραιᾶ φυγεῖν πλείους ἢ
πεντακισχιλίους ἠνάγκασαν· οἱ δὲ κρατήσαντες καὶ μεθ’
ὅπλων κατιόντες, αὐτοὺς τοὺς αἰτιωτάτους τῶν κακῶν
ἀνελόντες, οὕτω τὰ πρὸς τοὺς ἄλλους καλῶς καὶ νομίμως
διῴκησαν ὥστε μηδὲν ἔλαττον ἔχειν τοὺς ἐκβαλόντας τῶν
κατελθόντων. [68] ὃ δὲ πάντων κάλλιστον καὶ μέγιστον
τεκμήριον τῆς ἐπιεικείας τοῦ δήμου· δανεισαμένων γὰρ
τῶν ἐν ἄστει μεινάντων ἑκατὸν τάλαντα παρὰ Λακεδαιμο-
νίων εἰς τὴν πολιορκίαν τῶν τὸν Πειραιᾶ κατασχόντων,
ἐκκλησίας γενομένης περὶ ἀποδόσεως τῶν χρημάτων, καὶ
λεγόντων πολλῶν ὡς δίκαιόν ἐστι διαλύειν τὰ πρὸς Λακε-
δαιμονίους μὴ τοὺς πολιορκουμένους, ἀλλὰ τοὺς δανει-
σαμένους, ἔδοξεν τῷ δήμῳ κοινὴν ποιήσασθαι τὴν ἀπό-
δοσιν. [69] καὶ γάρ τοι διὰ ταύτην τὴν γνώμην εἰς
τοιαύτην ἡμᾶς ὁμόνοιαν κατέστησαν καὶ τοσοῦτον ἐπιδοῦ-
ναι τὴν πόλιν ἐποίησαν, ὥστε Λακεδαιμονίους, τοὺς ἐπὶ
τῆς ὀλιγαρχίας ὀλίγου δεῖν καθ’ ἑκάστην τὴν ἡμέραν προσ-
τάττοντας ἡμῖν, ἐλθεῖν ἐπὶ τῆς δημοκρατίας ἱκετεύσοντας
καὶ δεησομένους μὴ περιιδεῖν αὑτοὺς ἀναστάτους γενο-
μένους. τὸ δ’ οὖν κεφάλαιον τῆς ἑκατέρων διανοίας
τοιοῦτον ἦν· οἱ μὲν γὰρ ἠξίουν τῶν μὲν πολιτῶν ἄρχειν,
τοῖς δὲ πολεμίοις δουλεύειν, οἱ δὲ τῶν μὲν ἄλλων ἄρχειν,
τοῖς δὲ πολίταις ἴσον ἔχειν.
[70] Ταῦτα δὲ διῆλθον δυοῖν ἕνεκα, πρῶτον μὲν
ἐμαυτὸν ἐπιδεῖξαι βουλόμενος οὐκ ὀλιγαρχιῶν οὐδὲ πλεο-
νεξιῶν ἀλλὰ δικαίας καὶ κοσμίας ἐπιθυμοῦντα πολιτείας,
ἔπειτα τὰς δημοκρατίας τάς τε κακῶς καθεστηκυίας ἐλατ-
τόνων συμφορῶν αἰτίας γιγνομένας, τάς τε καλῶς πολι-
τευομένας προεχούσας τῷ δικαιοτέρας εἶναι καὶ κοινο-
τέρας καὶ τοῖς χρωμένοις ἡδίους.
|