Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΑΡΕΟΠΑΓΙΤΙΚΟΣ

ΙΣΟΚΡ 7.28–35

(ΙΣΟΚΡ 7. Πίστις: §20–76): Ο αντίκτυπος της ορθής διοίκησης στον τρόπο ζωής και τις καθημερινές σχέσεις μεταξύ των πολιτών

    [28] Τὸ μὲν οὖν σύνταγμα τῆς πολιτείας τοιοῦτον ἦν
αὐτοῖς· ῥᾴδιον δ’ ἐκ τούτων καταμαθεῖν ὡς καὶ τὰ καθ’
ἡμέραν ἑκάστην ὀρθῶς καὶ νομίμως πράττοντες διετέ-
λεσαν. ἀνάγκη γὰρ τοῖς περὶ ὅλων τῶν πραγμάτων καλὰς
τὰς ὑποθέσεις πεποιημένοις καὶ τὰ μέρη τὸν αὐτὸν
τρόπον ἔχειν ἐκείνοις.

    [29] Καὶ πρῶτον μὲν τὰ περὶ τοὺς θεούς, ἐντεῦθεν
γὰρ ἄρχεσθαι δίκαιον, οὐκ ἀνωμάλως οὐδ’ ἀτάκτως
οὔτ’ ἐθεράπευον οὔτ’ ὠργίαζον· οὐδ’ ὁπότε μὲν δόξειεν
αὐτοῖς, τριακοσίους βοῦς ἔπεμπον, ὁπότε δὲ τύχοιεν,
τὰς πατρίους θυσίας ἐξέλειπον· οὐδὲ τὰς μὲν ἐπιθέτους
ἑορτάς, αἷς ἑστίασίς τις προσείη, μεγαλοπρεπῶς ἦγον,
ἐν δὲ τοῖς ἁγιωτάτοις τῶν ἱερῶν ἀπὸ μισθωμάτων ἔθυον·
[30] ἀλλ’ ἐκεῖνο μόνον ἐτήρουν, ὅπως μηδὲν μήτε τῶν
πατρίων καταλύσουσιν μήτ’ ἔξω τῶν νομιζομένων προ-
σθήσουσιν. οὐ γὰρ ἐν ταῖς πολυτελείαις ἐνόμιζον εἶναι
τὴν εὐσέβειαν, ἀλλ’ ἐν τῷ μηδὲν κινεῖν ὧν αὐτοῖς οἱ
πρόγονοι παρέδοσαν. καὶ γάρ τοι καὶ τὰ παρὰ τῶν θεῶν
οὐκ ἐμπλήκτως οὐδὲ ταραχωδῶς αὐτοῖς συνέβαινεν, ἀλλ’
εὐκαίρως καὶ πρὸς τὴν ἐργασίαν τῆς χώρας καὶ πρὸς
τὴν συγκομιδὴν τῶν καρπῶν.

    [31] Παραπλησίως δὲ τοῖς εἰρημένοις καὶ τὰ πρὸς
σφᾶς αὐτοὺς διῴκουν. οὐ γὰρ μόνον περὶ τῶν κοινῶν
ὡμονόουν, ἀλλὰ καὶ περὶ τὸν ἴδιον βίον τοσαύτην ἐποι-
οῦντο πρόνοιαν ἀλλήλων, ὅσην περ χρὴ τοὺς εὖ φρο-
νοῦντας καὶ πατρίδος κοινωνοῦντας. οἵ τε γὰρ πενέστεροι
τῶν πολιτῶν τοσοῦτον ἀπεῖχον τοῦ φθονεῖν τοῖς πλείω
κεκτημένοις, [32] ὥσθ’ ὁμοίως ἐκήδοντο τῶν οἴκων τῶν
μεγάλων ὥσπερ τῶν σφετέρων αὐτῶν, ἡγούμενοι τὴν
ἐκείνων εὐδαιμονίαν αὑτοῖς εὐπορίαν ὑπάρχειν· οἵ τε
τὰς οὐσίας ἔχοντες οὐχ ὅπως ὑπερεώρων τοὺς κατα-
δεέστερον πράττοντας, ἀλλ’ ὑπολαμβάνοντες αἰσχύνην
αὑτοῖς εἶναι τὴν τῶν πολιτῶν ἀπορίαν ἐπήμυνον ταῖς
ἐνδείαις, τοῖς μὲν γεωργίας ἐπὶ μετρίαις μισθώσεσι
παραδιδόντες, τοὺς δὲ κατ’ ἐμπορίαν ἐκπέμποντες, τοῖς
δ’ εἰς τὰς ἄλλας ἐργασίας ἀφορμὴν παρέχοντες.
[33] οὐ γὰρ ἐδεδίεσαν μὴ δυοῖν θἄτερον πάθοιεν, ἢ πάντων
στερηθεῖεν, ἢ πολλὰ πράγματα σχόντες μέρος τι κο-
μίσαιντο τῶν προεθέντων· ἀλλ’ ὁμοίως ἐθάρρουν περὶ
τῶν ἔξω δεδομένων ὥσπερ περὶ τῶν ἔνδον κειμένων.
ἑώρων γὰρ τοὺς περὶ τῶν συμβολαίων κρίνοντας οὐ
ταῖς ἐπιεικείαις χρωμένους, ἀλλὰ τοῖς νόμοις πειθομένους,
[34] οὐδ’ ἐν τοῖς τῶν ἄλλων ἀγῶσιν αὑτοῖς ἀδικεῖν ἐξουσίαν
παρασκευάζοντας, ἀλλὰ μᾶλλον ὀργιζομένους τοῖς ἀπο-
στεροῦσιν αὐτῶν τῶν ἀδικουμένων, καὶ νομίζοντας διὰ
τοὺς ἄπιστα τὰ συμβόλαια ποιοῦντας μείζω βλάπτεσθαι
τοὺς πένητας τῶν πολλὰ κεκτημένων· τοὺς μὲν γάρ, ἢν
παύσωνται προϊέμενοι, μικρῶν προσόδων ἀποστερηθήσεσθαι,
τοὺς δ’, ἢν ἀπορήσωσι τῶν ἐπαρκούντων, εἰς τὴν ἐσχάτην
ἔνδειαν καταστήσεσθαι. [35] καὶ γάρ τοι διὰ τὴν γνώμην
ταύτην οὐδεὶς οὔτ’ ἀπεκρύπτετο τὴν οὐσίαν οὔτ’ ὤκνει
συμβάλλειν, ἀλλ’ ἥδιον ἑώρων τοὺς δανειζομένους ἢ τοὺς
ἀποδιδόντας. ἀμφότερα γὰρ αὐτοῖς συνέβαινεν, ἅπερ
ἂν βουληθεῖεν ἄνθρωποι νοῦν ἔχοντες· ἅμα γὰρ τούς
τε πολίτας ὠφέλουν καὶ τὰ σφέτερ’ αὐτῶν ἐνεργὰ καθ-
ίστασαν. κεφάλαιον δὲ τοῦ καλῶς ἀλλήλοις ὁμιλεῖν· αἱ
μὲν γὰρ κτήσεις ἀσφαλεῖς ἦσαν, οἷσπερ κατὰ τὸ δίκαιον
ὑπῆρχον, αἱ δὲ χρήσεις κοιναὶ πᾶσιν τοῖς δεομένοις τῶν
πολιτῶν.