Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΑΡΕΟΠΑΓΙΤΙΚΟΣ

ΙΣΟΚΡ 7.20–27

(ΙΣΟΚΡ 7. Πίστις: §20–76): Η αξιοκρατική επιλογή των αρχόντων κατά το παρελθόν

    [20] Οἱ γὰρ κατ’ ἐκεῖνον τὸν χρόνον τὴν πόλιν διοι-
κοῦντες κατεστήσαντο πολιτείαν οὐκ ὀνόματι μὲν τῷ
κοινοτάτῳ καὶ πραοτάτῳ προσαγορευομένην, ἐπὶ δὲ τῶν
πράξεων οὐ τοιαύτην τοῖς ἐντυγχάνουσι φαινομένην, οὐδ’
ἣ τοῦτον τὸν τρόπον ἐπαίδευε τοὺς πολίτας ὥσθ’ ἡγεῖσθαι
τὴν μὲν ἀκολασίαν δημοκρατίαν, τὴν δὲ παρανομίαν ἐλευθε-
ρίαν, τὴν δὲ παρρησίαν ἰσονομίαν, τὴν δ’ ἐξουσίαν τοῦ
ταῦτα ποιεῖν εὐδαιμονίαν, ἀλλὰ μισοῦσα καὶ κολάζουσα
τοὺς τοιούτους βελτίους καὶ σωφρονεστέρους ἅπαντας
τοὺς πολίτας ἐποίησεν.

    [21] Μέγιστον δ’ αὐτοῖς συνεβάλετο πρὸς τὸ καλῶς
οἰκεῖν τὴν πόλιν, ὅτι δυοῖν ἰσοτήτοιν νομιζομέναιν
εἶναι, καὶ τῆς μὲν ταὐτὸν ἅπασιν ἀπονεμούσης,
τῆς δὲ τὸ προσῆκον ἑκάστοις, οὐκ ἠγνόουν τὴν χρησι-
μωτέραν, ἀλλὰ τὴν μὲν τῶν αὐτῶν ἀξιοῦσαν τοὺς
χρηστοὺς καὶ τοὺς πονηροὺς ἀπεδοκίμαζον ὡς οὐ δικαίαν
οὖσαν, [22] τὴν δὲ κατὰ τὴν ἀξίαν ἕκαστον τιμῶσαν καὶ
κολάζουσαν προῃροῦντο καὶ διὰ ταύτης ᾤκουν τὴν πόλιν,
οὐκ ἐξ ἁπάντων τὰς ἀρχὰς κληροῦντες, ἀλλὰ τοὺς βελ-
τίστους καὶ τοὺς ἱκανωτάτους ἐφ’ ἕκαστον τῶν ἔργων
προκρίνοντες. τοιούτους γὰρ ἤλπιζον ἔσεσθαι καὶ τοὺς
ἄλλους, οἷοί περ ἂν ὦσιν οἱ τῶν πραγμάτων ἐπιστατοῦντες.

    [23] Ἔπειτα καὶ δημοτικωτέραν ἐνόμιζον εἶναι ταύτην
τὴν κατάστασιν ἢ τὴν διὰ τοῦ λαγχάνειν γιγνομένην· ἐν
μὲν γὰρ τῇ κληρώσει τὴν τύχην βραβεύσειν καὶ πολλάκις
λήψεσθαι τὰς ἀρχὰς τοὺς ὀλιγαρχίας ἐπιθυμοῦντας, ἐν δὲ
τῷ προκρίνειν τοὺς ἐπιεικεστάτους τὸν δῆμον ἔσεσθαι
κύριον ἑλέσθαι τοὺς ἀγαπῶντας μάλιστα τὴν καθεστῶσαν
πολιτείαν.

    [24] Αἴτιον δ’ ἦν τοῦ ταῦτα τοῖς πολλοῖς ἀρέσκειν
καὶ μὴ περιμαχήτους εἶναι τὰς ἀρχάς, ὅτι μεμαθηκότες
ἦσαν ἐργάζεσθαι καὶ φείδεσθαι, καὶ μὴ τῶν μὲν
οἰκείων ἀμελεῖν τοῖς δ’ ἀλλοτρίοις ἐπιβουλεύειν, μηδ’
ἐκ τῶν δημοσίων τὰ σφέτερ’ αὐτῶν διοικεῖν, ἀλλ’ ἐκ τῶν
ἑκάστοις ὑπαρχόντων, εἴ ποτε δεήσειε, τοῖς κοινοῖς ἐπαρ-
κεῖν, μηδ’ ἀκριβέστερον εἰδέναι τὰς ἐκ τῶν ἀρχείων προ-
σόδους ἢ τὰς ἐκ τῶν ἰδίων γιγνομένας αὑτοῖς. [25] οὕτω
δ’ ἀπείχοντο σφόδρα τῶν τῆς πόλεως, ὥστε χαλεπώτερον
ἦν ἐν ἐκείνοις τοῖς χρόνοις εὑρεῖν τοὺς βουλομένους
ἄρχειν ἢ νῦν τοὺς μηδὲν δεομένους· οὐ γὰρ ἐμπορίαν, ἀλλὰ
λειτουργίαν ἐνόμιζον εἶναι τὴν τῶν κοινῶν ἐπιμέλειαν,
οὐδ’ ἀπὸ τῆς πρώτης ἡμέρας ἐσκόπουν ἐλθόντες εἴ τι
λῆμμα παραλελοίπασιν οἱ πρότερον ἄρχοντες, ἀλλὰ πολὺ
μᾶλλον εἴ τινος πράγματος κατημελήκασιν τῶν τέλος ἔχειν
κατεπειγόντων.

    [26] Ὡς δὲ συντόμως εἰπεῖν, ἐκεῖνοι διεγνωκότες
ἦσαν ὅτι δεῖ τὸν μὲν δῆμον ὥσπερ τύραννον καθιστά-
ναι τὰς ἀρχὰς καὶ κολάζειν τοὺς ἐξαμαρτάνοντας καὶ
κρίνειν περὶ τῶν ἀμφισβητουμένων, τοὺς δὲ σχολὴν
ἄγειν δυναμένους καὶ βίον ἱκανὸν κεκτημένους ἐπιμε-
λεῖσθαι τῶν κοινῶν ὥσπερ οἰκέτας, καὶ δικαίους μὲν γενο-
μένους ἐπαινεῖσθαι καὶ στέργειν ταύτῃ τῇ τιμῇ, [27] κα-
κῶς δὲ διοικήσαντας μηδεμιᾶς συγγνώμης τυγχάνειν ἀλλὰ
ταῖς μεγίσταις ζημίαις περιπίπτειν. καίτοι πῶς ἄν τις
εὕροι ταύτης βεβαιοτέραν ἢ δικαιοτέραν δημοκρατίαν, τῆς
τοὺς μὲν δυνατωτάτους ἐπὶ τὰς πράξεις καθιστάσης,
αὐτῶν δὲ τούτων τὸν δῆμον κύριον ποιούσης;