Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 8.86.1–8.86.9

Ο Αλκιβιάδης αποτρέπει εμφύλια ρήξη
Ο αρχηγός του εκστρατευτικού σώματος των Αθηναίων στη Σάμο, ο Θρασύβουλος, πρότεινε επανειλημμένα και –τελικά– πέτυχε την ανάκληση του Αλκιβιάδη (σχετικά με τη δράση του στην Ιωνία βλ. ΘΟΥΚ 8.47.1–8.59.1), ο οποίος μάλιστα εξελέγη στρατηγός. Έτσι, όταν θα γίνουν δεκτοί στη Σάμο οι απεσταλμένοι των Τετρακοσίων, ο τελευταίος θα είναι παρών.

    [8.86.1] Καὶ οἱ ἐκ τῆς Δήλου ἀπὸ τῶν τετρακοσίων [πρεσβευταί],
οὓς τότε ἔπεμψαν παραμυθησομένους καὶ ἀναδιδάξοντας
τοὺς ἐν τῇ Σάμῳ, ἀφικνοῦνται παρόντος τοῦ Ἀλκιβιάδου,
καὶ ἐκκλησίας γενομένης λέγειν ἐπεχείρουν. [8.86.2] οἱ δὲ στρα-
τιῶται τὸ μὲν πρῶτον οὐκ ἤθελον ἀκούειν, ἀλλ’ ἀποκτείνειν
ἐβόων τοὺς τὸν δῆμον καταλύοντας, ἔπειτα μέντοι μόλις
ἡσυχάσαντες ἤκουσαν. [8.86.3] οἱ δ’ ἀπήγγελλον ὡς οὔτε ἐπὶ
διαφθορᾷ τῆς πόλεως ἡ μετάστασις γίγνοιτο, ἀλλ’ ἐπὶ
σωτηρίᾳ, οὔθ’ ἵνα τοῖς πολεμίοις παραδοθῇ (ἐξεῖναι γάρ,
ὅτε ἐσέβαλον ἤδη σφῶν ἀρχόντων, τοῦτο ποιῆσαι), τῶν τε
πεντακισχιλίων ὅτι πάντες ἐν τῷ μέρει μεθέξουσιν, οἵ τε
οἰκεῖοι αὐτῶν οὔθ’ ὑβρίζονται, ὥσπερ Χαιρέας διαβάλλων
ἀπήγγειλεν, οὔτε κακὸν ἔχουσιν οὐδέν, ἀλλ’ ἐπὶ τοῖς σφετέ-
ροις αὐτῶν ἕκαστοι κατὰ χώραν μένουσιν. [8.86.4] ἄλλα τε πολλὰ
εἰπόντων οὐδὲν μᾶλλον ἐσήκουον, ἀλλ’ ἐχαλέπαινον καὶ
γνώμας ἄλλοι ἄλλας ἔλεγον, μάλιστα δὲ ἐπὶ τὸν Πειραιᾶ
πλεῖν. καὶ δοκεῖ Ἀλκιβιάδης πρῶτον τότε καὶ οὐδενὸς
ἔλασσον τὴν πόλιν ὠφελῆσαι· ὡρμημένων γὰρ τῶν ἐν
Σάμῳ Ἀθηναίων πλεῖν ἐπὶ σφᾶς αὐτούς, ἐν ᾧ σαφέστατα
Ἰωνίαν καὶ Ἑλλήσποντον εὐθὺς εἶχον οἱ πολέμιοι, κωλυ-
τὴς γενέσθαι. [8.86.5] καὶ ἐν τῷ τότε ἄλλος μὲν οὐδ’ ἂν εἷς
ἱκανὸς ἐγένετο κατασχεῖν τὸν ὄχλον, ἐκεῖνος δὲ τοῦ τ’
ἐπίπλου ἔπαυσε καὶ τοὺς ἰδίᾳ τοῖς πρέσβεσιν ὀργιζομένους
λοιδορῶν ἀπέτρεπεν. [8.86.6] αὐτὸς δὲ ἀποκρινάμενος αὐτοῖς ἀπέ-
πεμπεν, ὅτι τοὺς μὲν πεντακισχιλίους οὐ κωλύοι ἄρχειν,
τοὺς μέντοι τετρακοσίους ἀπαλλάσσειν ἐκέλευεν αὐτοὺς
καὶ καθιστάναι τὴν βουλὴν ὥσπερ καὶ πρότερον, τοὺς πεντα-
κοσίους· εἰ δὲ ἐς εὐτέλειάν τι ξυντέτμηται ὥστε τοὺς
στρατευομένους μᾶλλον ἔχειν τροφήν, πάνυ ἐπαινεῖν. [8.86.7] καὶ
τἆλλα ἐκέλευεν ἀντέχειν καὶ μηδὲν ἐνδιδόναι τοῖς πολεμίοις·
πρὸς μὲν γὰρ σφᾶς αὐτοὺς σῳζομένης τῆς πόλεως πολλὴν
ἐλπίδα εἶναι καὶ ξυμβῆναι, εἰ δὲ ἅπαξ τὸ ἕτερον σφαλή-
σεται, ἢ τὸ ἐν Σάμῳ ἢ ἐκεῖνοι, οὐδ’ ὅτῳ διαλλαγήσεταί τις
ἔτι ἔσεσθαι.

    [8.86.8] Παρῆσαν δὲ καὶ Ἀργείων πρέσβεις, ἐπαγγελλόμενοι τῷ
ἐν τῇ Σάμῳ τῶν Ἀθηναίων δήμῳ ὥστε βοηθεῖν· ὁ δὲ
Ἀλκιβιάδης ἐπαινέσας αὐτοὺς καὶ εἰπὼν ὅταν τις καλῇ
παρεῖναι οὕτως ἀπέπεμπεν. [8.86.9] ἀφίκοντο δὲ οἱ Ἀργεῖοι μετὰ
τῶν Παράλων, οἳ τότε ἐτάχθησαν ἐν τῇ στρατιώτιδι νηὶ
ὑπὸ τῶν τετρακοσίων περιπλεῖν Εὔβοιαν, καὶ ἄγοντες Ἀθη-
ναίων ἐς Λακεδαίμονα ἀπὸ τῶν τετρακοσίων [πεμπτοὺς]
πρέσβεις, Λαισποδίαν καὶ Ἀριστοφῶντα καὶ Μελησίαν, [οἳ]
ἐπειδὴ ἐγένοντο πλέοντες κατ’ Ἄργος, τοὺς μὲν πρέσβεις
ξυλλαβόντες τοῖς Ἀργείοις παρέδοσαν ὡς τῶν οὐχ ἥκιστα
καταλυσάντων τὸν δῆμον ὄντας, αὐτοὶ δὲ οὐκέτι ἐς τὰς
Ἀθήνας ἀφίκοντο, ἀλλ’ ἄγοντες ἐκ τοῦ Ἄργους ἐς τὴν
Σάμον τοὺς πρέσβεις ἀφικνοῦνται ᾗπερ εἶχον τριήρει.