Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 8.73.1–8.77.1

(ΘΟΥΚ 8.69.1–8.77.1: Πολιτειακή μεταβολή στην Αθήνα) Οι Σάμιοι και το αθηναϊκό στράτευμα αντιδρούν στα σχέδια των ολιγαρχικών

    [8.73.1] Ἐν γὰρ τῇ Σάμῳ ἐνεωτερίζετο ἤδη τὰ περὶ τὴν ὀλιγαρ-
χίαν, καὶ ξυνέβη τοιάδε γενέσθαι ὑπ’ αὐτὸν τὸν χρόνον
τοῦτον ὅνπερ οἱ τετρακόσιοι ξυνίσταντο. [8.73.2] οἱ γὰρ τότε τῶν
Σαμίων ἐπαναστάντες τοῖς δυνατοῖς καὶ ὄντες δῆμος μετα-
βαλλόμενοι αὖθις καὶ πεισθέντες ὑπό τε τοῦ Πεισάνδρου,
ὅτε ἦλθε, καὶ τῶν ἐν τῇ Σάμῳ ξυνεστώτων Ἀθηναίων ἐγέ-
νοντό τε ἐς τριακοσίους ξυνωμόται καὶ ἔμελλον τοῖς ἄλλοις
ὡς δήμῳ ὄντι ἐπιθήσεσθαι. [8.73.3] καὶ Ὑπέρβολόν τέ τινα τῶν
Ἀθηναίων, μοχθηρὸν ἄνθρωπον, ὠστρακισμένον οὐ διὰ
δυνάμεως καὶ ἀξιώματος φόβον, ἀλλὰ διὰ πονηρίαν καὶ
αἰσχύνην τῆς πόλεως, ἀποκτείνουσι μετὰ Χαρμίνου τε ἑνὸς
τῶν στρατηγῶν καί τινων τῶν παρὰ σφίσιν Ἀθηναίων,
πίστιν διδόντες αὐτοῖς, καὶ ἄλλα μετ’ αὐτῶν τοιαῦτα ξυν-
έπραξαν, τοῖς τε πλέοσιν ὥρμηντο ἐπιτίθεσθαι. [8.73.4] οἱ δὲ αἰσθό-
μενοι τῶν τε στρατηγῶν Λέοντι καὶ Διομέδοντι (οὗτοι γὰρ
οὐχ ἑκόντες διὰ τὸ τιμᾶσθαι ὑπὸ τοῦ δήμου ἔφερον τὴν
ὀλιγαρχίαν) τὸ μέλλον σημαίνουσι καὶ Θρασυβούλῳ καὶ
Θρασύλῳ, τῷ μὲν τριηραρχοῦντι, τῷ δὲ ὁπλιτεύοντι, καὶ
ἄλλοις οἳ ἐδόκουν αἰεὶ μάλιστα ἐναντιοῦσθαι τοῖς ξυνεστῶ-
σιν· καὶ οὐκ ἠξίουν περιιδεῖν αὐτοὺς σφᾶς τε διαφθαρέντας
καὶ Σάμον Ἀθηναίοις ἀλλοτριωθεῖσαν, δι’ ἣν μόνον [μέχρι
νῦν] ἡ ἀρχὴ αὐτοῖς ἐς τοῦτο ξυνέμεινεν. [8.73.5] οἱ δὲ ἀκούσαντες
τῶν τε στρατιωτῶν ἕνα ἕκαστον μετῇσαν μὴ ἐπιτρέπειν, καὶ
οὐχ ἥκιστα τοὺς Παράλους, ἄνδρας Ἀθηναίους τε καὶ ἐλευ-
θέρους πάντας ἐν τῇ νηὶ πλέοντας καὶ αἰεὶ δήποτε ὀλιγαρχίᾳ
καὶ μὴ παρούσῃ ἐπικειμένους· ὅ τε Λέων καὶ ὁ Διομέδων
αὐτοῖς ναῦς τινάς, ὁπότε ποι πλέοιεν, κατέλειπον φύλακας.
[8.73.6] ὥστε ἐπειδὴ αὐτοῖς ἐπετίθεντο οἱ τριακόσιοι, βοηθησάντων
πάντων τούτων, μάλιστα δὲ τῶν Παράλων, περιεγένοντο οἱ
τῶν Σαμίων πλέονες, καὶ τριάκοντα μέν τινας ἀπέκτειναν
τῶν τριακοσίων, τρεῖς δὲ τοὺς αἰτιωτάτους φυγῇ ἐζημίωσαν·
τοῖς δ’ ἄλλοις οὐ μνησικακοῦντες δημοκρατούμενοι τὸ λοιπὸν
ξυνεπολίτευον. [8.74.1] τὴν δὲ Πάραλον ναῦν καὶ Χαιρέαν ἐπ’
αὐτῆς τὸν Ἀρχεστράτου, ἄνδρα Ἀθηναῖον, γενόμενον ἐς τὴν
μετάστασιν πρόθυμον, ἀποπέμπουσιν οἵ τε Σάμιοι καὶ οἱ
στρατιῶται κατὰ τάχος ἐς τὰς Ἀθήνας ἀπαγγελοῦντα τὰ
γεγενημένα· οὐ γὰρ ᾔδεσάν πω τοὺς τετρακοσίους ἄρχοντας.
[8.74.2] καὶ καταπλευσάντων αὐτῶν εὐθέως τῶν μὲν Παράλων τινὰς
οἱ τετρακόσιοι δύο ἢ τρεῖς ἔδησαν, τοὺς δὲ ἄλλους ἀφε-
λόμενοι τὴν ναῦν καὶ μετεμβιβάσαντες ἐς ἄλλην στρατιῶτιν
ναῦν ἔταξαν φρουρεῖν περὶ Εὔβοιαν. [8.74.3] ὁ δὲ Χαιρέας εὐθὺς
διαλαθών πως, ὡς εἶδε τὰ παρόντα, πάλιν ἐς τὴν Σάμον
ἐλθὼν ἀγγέλλει τοῖς στρατιώταις ἐπὶ τὸ μεῖζον πάντα δει-
νώσας τὰ ἐκ τῶν Ἀθηνῶν, ὡς πληγαῖς τε πάντας ζημιοῦσι
καὶ ἀντειπεῖν ἔστιν οὐδὲν πρὸς τοὺς ἔχοντας τὴν πολιτείαν,
καὶ ὅτι αὐτῶν καὶ γυναῖκες καὶ παῖδες ὑβρίζονται, καὶ δια-
νοοῦνται, ὁπόσοι ἐν Σάμῳ στρατεύονται μὴ ὄντες τῆς
σφετέρας γνώμης, τούτων πάντων τοὺς προσήκοντας λα-
βόντες εἴρξειν, ἵνα, ἢν μὴ ὑπακούσωσι, τεθνήκωσιν· καὶ
ἄλλα πολλὰ ἐπικαταψευδόμενος ἔλεγεν. [8.75.1] οἱ δὲ ἀκούοντες
ἐπὶ τοὺς τὴν ὀλιγαρχίαν μάλιστα ποιήσαντας καὶ ἔτι τῶν
ἄλλων τοὺς μετασχόντας τὸ μὲν πρῶτον ὥρμησαν βάλλειν,
ἔπειτα μέντοι ὑπὸ τῶν διὰ μέσου κωλυθέντες καὶ διδαχθέν-
τες μὴ τῶν πολεμίων ἀντιπρῴρων ἐγγὺς ἐφορμούντων ἀπο-
λέσωσι τὰ πράγματα, ἐπαύσαντο. [8.75.2] μετὰ δὲ τοῦτο λαμπρῶς
ἤδη ἐς δημοκρατίαν βουλόμενοι μεταστῆσαι τὰ ἐν τῇ Σάμῳ
ὅ τε Θρασύβουλος ὁ τοῦ Λύκου καὶ Θράσυλος (οὗτοι γὰρ
μάλιστα προειστήκεσαν τῆς μεταβολῆς) ὥρκωσαν πάντας
τοὺς στρατιώτας τοὺς μεγίστους ὅρκους, καὶ αὐτοὺς τοὺς ἐκ
τῆς ὀλιγαρχίας μάλιστα, ἦ μὴν δημοκρατήσεσθαί τε καὶ
ὁμονοήσειν καὶ τὸν πρὸς Πελοποννησίους πόλεμον προ-
θύμως διοίσειν καὶ τοῖς τετρακοσίοις πολέμιοί τε ἔσεσθαι καὶ
οὐδὲν ἐπικηρυκεύσεσθαι. [8.75.3] ξυνώμνυσαν δὲ καὶ Σαμίων πάν-
τες τὸν αὐτὸν ὅρκον οἱ ἐν τῇ ἡλικίᾳ, καὶ τὰ πράγματα πάντα
καὶ τὰ ἀποβησόμενα ἐκ τῶν κινδύνων ξυνεκοινώσαντο οἱ
στρατιῶται τοῖς Σαμίοις, νομίζοντες οὔτε ἐκείνοις ἀποστρο-
φὴν σωτηρίας οὔτε σφίσιν εἶναι, ἀλλ’, ἐάν τε οἱ τετρακόσιοι
κρατήσωσιν ἐάν τε οἱ ἐκ Μιλήτου πολέμιοι, διαφθαρήσεσθαι.
[8.76.1] ἐς φιλονικίαν τε καθέστασαν τὸν χρόνον τοῦτον οἱ μὲν τὴν
πόλιν ἀναγκάζοντες δημοκρατεῖσθαι, οἱ δὲ τὸ στρατόπεδον
ὀλιγαρχεῖσθαι. [8.76.2] ἐποίησαν δὲ καὶ ἐκκλησίαν εὐθὺς οἱ στρατιῶ-
ται, ἐν ᾗ τοὺς μὲν προτέρους στρατηγούς, καὶ εἴ τινα τῶν
τριηράρχων ὑπώπτευον, ἔπαυσαν, ἄλλους δὲ ἀνθείλοντο καὶ
τριηράρχους καὶ στρατηγούς, ὧν Θρασύβουλός τε καὶ Θρά-
συλος ὑπῆρχον. [8.76.3] καὶ παραινέσεις ἄλλας τε ἐποιοῦντο ἐν
σφίσιν αὐτοῖς ἀνιστάμενοι καὶ ὡς οὐ δεῖ ἀθυμεῖν ὅτι ἡ
πόλις αὐτῶν ἀφέστηκεν· τοὺς γὰρ ἐλάσσους ἀπὸ σφῶν τῶν
πλεόνων καὶ ἐς πάντα ποριμωτέρων μεθεστάναι. [8.76.4] ἐχόντων
γὰρ σφῶν τὸ πᾶν ναυτικόν, τάς τε ἄλλας πόλεις ὧν ἄρχου-
σιν ἀναγκάσειν τὰ χρήματα ὁμοίως διδόναι καὶ εἰ ἐκεῖθεν
ὡρμῶντο (πόλιν τε γὰρ σφίσιν ὑπάρχειν Σάμον οὐκ ἀσθενῆ,
ἀλλ’ ἣ παρ’ ἐλάχιστον δὴ ἦλθε τὸ Ἀθηναίων κράτος τῆς
θαλάσσης, ὅτε ἐπολέμησεν, ἀφελέσθαι, τούς τε πολεμίους
ἐκ τοῦ αὐτοῦ χωρίου ἀμυνεῖσθαι οὗπερ καὶ πρότερον), καὶ
δυνατώτεροι εἶναι σφεῖς ἔχοντες τὰς ναῦς πορίζεσθαι τὰ
ἐπιτήδεια τῶν ἐν τῇ πόλει. [8.76.5] καὶ δι’ ἑαυτοὺς δὲ ἐν τῇ Σάμῳ
προκαθημένους καὶ πρότερον αὐτοὺς κρατεῖν τοῦ ἐς τὸν
Πειραιᾶ ἔσπλου, καὶ νῦν ἐς τοιοῦτον καταστήσονται μὴ
βουλομένων σφίσι πάλιν τὴν πολιτείαν ἀποδοῦναι, ὥστε
αὐτοὶ δυνατώτεροι εἶναι εἴργειν ἐκείνους τῆς θαλάσσης ἢ
ὑπ’ ἐκείνων εἴργεσθαι. [8.76.6] βραχύ τέ τι εἶναι καὶ οὐδενὸς ἄξιον
ὃ πρὸς τὸ περιγίγνεσθαι τῶν πολεμίων ἡ πόλις σφίσι
χρήσιμος ἦν, καὶ οὐδὲν ἀπολωλεκέναι, οἵ γε μήτε ἀργύριον
εἶχον ἔτι πέμπειν, ἀλλ’ αὐτοὶ ἐπορίζοντο οἱ στρατιῶται,
μήτε βούλευμα χρηστόν, οὗπερ ἕνεκα πόλις στρατοπέδων
κρατεῖ· ἀλλὰ καὶ ἐν τούτοις τοὺς μὲν ἡμαρτηκέναι τοὺς
πατρίους νόμους καταλύσαντας, αὐτοὶ δὲ σῴζειν καὶ ἐκείνους
πειράσεσθαι προσαναγκάζειν, ὥστε οὐδὲ τούτους, οἵπερ ἂν
βουλεύοιέν τι χρηστόν, παρὰ σφίσι χείρους εἶναι. [8.76.7] Ἀλκι-
βιάδην τε, ἢν αὐτῷ ἄδειάν τε καὶ κάθοδον ποιήσωσιν, ἄσμενον
τὴν παρὰ βασιλέως ξυμμαχίαν παρέξειν. τό τε μέγιστον,
ἢν ἁπάντων σφάλλωνται, εἶναι αὐτοῖς τοσοῦτον ἔχουσι
ναυτικὸν πολλὰς τὰς ἀποχωρήσεις ἐν αἷς καὶ πόλεις καὶ
γῆν εὑρήσουσιν. [8.77.1] τοιαῦτα ἐν ἀλλήλοις ἐκκλησιάσαντες καὶ
παραθαρσύναντες σφᾶς αὐτοὺς καὶ τὰ τοῦ πολέμου παρε-
σκευάζοντο οὐδὲν ἧσσον. οἱ δὲ ἀπὸ τῶν τετρακοσίων
πεμφθέντες ἐς τὴν Σάμον [οἱ δέκα πρεσβευταὶ] ὡς ταῦτα
ἐν τῇ Δήλῳ ἤδη ὄντες ᾐσθάνοντο, ἡσύχαζον αὐτοῦ.