[8.57.1] Τισσαφέρνης δὲ εὐθὺς μετὰ ταῦτα καὶ ἐν τῷ αὐτῷ χει-
μῶνι παρέρχεται ἐς τὴν Καῦνον, βουλόμενος τοὺς Πελο-
ποννησίους πάλιν τε κομίσαι ἐς τὴν Μίλητον καὶ ξυνθήκας
ἔτι ἄλλας ποιησάμενος, ἃς ἂν δύνηται, τροφήν τε παρέχειν
καὶ μὴ παντάπασιν ἐκπεπολεμῶσθαι, δεδιὼς μή, ἢν ἀπορῶσι
πολλαῖς ναυσὶ τῆς τροφῆς, ἢ τοῖς Ἀθηναίοις ἀναγκασθέντες
ναυμαχεῖν ἡσσηθῶσιν ἢ κενωθεισῶν τῶν νεῶν ἄνευ ἑαυτοῦ
γένηται τοῖς Ἀθηναίοις ἃ βούλονται. ἔτι δὲ ἐφοβεῖτο
μάλιστα μὴ τῆς τροφῆς ζητήσει πορθήσωσι τὴν ἤπειρον.
[8.57.2] πάντων οὖν τούτων λογισμῷ καὶ προνοίᾳ, ὥσπερ ἐβούλετο
ἐπανισοῦν τοὺς Ἕλληνας πρὸς ἀλλήλους, μεταπεμψάμενος
οὖν τοὺς Πελοποννησίους τροφήν τε αὐτοῖς δίδωσι καὶ
σπονδὰς τρίτας τάσδε σπένδεται.
[8.58.1] «Τρίτῳ καὶ δεκάτῳ ἔτει Δαρείου βασιλεύοντος, ἐφο-
ρεύοντος δὲ Ἀλεξιππίδα ἐν Λακεδαίμονι, ξυνθῆκαι ἐγένοντο
ἐν Μαιάνδρου πεδίῳ Λακεδαιμονίων καὶ τῶν ξυμμάχων
πρὸς Τισσαφέρνην καὶ Ἱεραμένη καὶ τοὺς Φαρνάκου παῖδας
περὶ τῶν βασιλέως πραγμάτων καὶ Λακεδαιμονίων καὶ τῶν
ξυμμάχων. [8.58.2] χώραν τὴν βασιλέως, ὅση τῆς Ἀσίας ἐστί,
βασιλέως εἶναι· καὶ περὶ τῆς χώρας τῆς ἑαυτοῦ βουλευέτω
βασιλεὺς ὅπως βούλεται. [8.58.3] Λακεδαιμονίους δὲ καὶ τοὺς
ξυμμάχους μὴ ἰέναι ἐπὶ χώραν τὴν βασιλέως ἐπὶ κακῷ
μηδενί, μηδὲ βασιλέα ἐπὶ τὴν Λακεδαιμονίων χώραν μηδὲ
τῶν ξυμμάχων ἐπὶ κακῷ μηδενί. [8.58.4] ἢν δέ τις Λακεδαιμονίων
ἢ τῶν ξυμμάχων ἐπὶ κακῷ ἴῃ ἐπὶ τὴν βασιλέως χώραν,
Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους κωλύειν· καὶ ἤν τις ἐκ
τῆς βασιλέως ἴῃ ἐπὶ κακῷ ἐπὶ Λακεδαιμονίους ἢ τοὺς ξυμ-
μάχους, βασιλεὺς κωλυέτω. [8.58.5] τροφὴν δὲ ταῖς ναυσὶ ταῖς
νῦν παρούσαις Τισσαφέρνην παρέχειν κατὰ τὰ ξυγκείμενα
μέχρι ἂν αἱ νῆες αἱ βασιλέως ἔλθωσιν· [8.58.6] Λακεδαιμονίους
δὲ καὶ τοὺς ξυμμάχους, ἐπὴν αἱ βασιλέως νῆες ἀφίκωνται,
τὰς ἑαυτῶν ναῦς, ἢν βούλωνται, τρέφειν ἐφ’ ἑαυτοῖς εἶναι.
ἢν δὲ παρὰ Τισσαφέρνους λαμβάνειν ἐθέλωσι τὴν τροφήν,
Τισσαφέρνην παρέχειν, Λακεδαιμονίους δὲ καὶ τοὺς ξυμ-
μάχους τελευτῶντος τοῦ πολέμου τὰ χρήματα Τισσαφέρνει
ἀποδοῦναι ὁπόσα ἂν λάβωσιν. [8.58.7] ἐπὴν δὲ αἱ βασιλέως νῆες
ἀφίκωνται, αἵ τε Λακεδαιμονίων νῆες καὶ αἱ τῶν ξυμμάχων
καὶ αἱ βασιλέως κοινῇ τὸν πόλεμον πολεμούντων καθ’ ὅτι
ἂν Τισσαφέρνει δοκῇ καὶ Λακεδαιμονίοις καὶ τοῖς ξυμμά-
χοις. ἢν δὲ καταλύειν βούλωνται πρὸς Ἀθηναίους, ἐν
ὁμοίῳ καταλύεσθαι.»
[8.59.1] Αἱ μὲν σπονδαὶ αὗται ἐγένοντο, καὶ μετὰ ταῦτα παρε-
σκευάζετο Τισσαφέρνης τάς τε Φοινίσσας ναῦς ἄξων, ὥσπερ
εἴρητο, καὶ τἆλλα ὅσαπερ ὑπέσχετο, καὶ ἐβούλετο παρα-
σκευαζόμενος γοῦν δῆλος εἶναι.
|