Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 8.47.1–8.51.3

(ΘΟΥΚ 8.47.1–8.59.1: Η δράση του Αλκιβιάδη στην Ιωνία) Μεθοδεύσεις του Αλκιβιάδη για προσεταιρισμό του Τισσαφέρνη και επιβολή ολιγαρχικού καθεστώτος – Η αντίδραση του Φρύνιχου
Οι Λακεδαιμόνιοι θέλησαν να δολοφονήσουν τον Αλκιβιάδη, ο οποίος πληροφορήθηκε τα σχέδιά τους και κατέφυγε στον σατράπη των παραλίων της Μ. Ασίας, τον Τισσαφέρνη, προσπαθώντας να κερδίσει την εμπιστοσύνη του. Ανάμεσα σε άλλα τον συμβούλευσε να φροντίζει να φθείρονται εξίσου οι Λακεδαιμόνιοι και οι Αθηναίοι, ώστε να μπορέσει στη συνέχεια ο Πέρσης βασιλιάς να τους επιβάλει την κυριαρχία του.

    [8.47.1] Ὁ δὲ Ἀλκιβιάδης ταῦτα ἅμα μὲν τῷ Τισσαφέρνει καὶ
[τῷ] βασιλεῖ, ὢν παρ’ ἐκείνοις, ἄριστα εἶναι νομίζων παρῄ-
νει, ἅμα δὲ τὴν ἑαυτοῦ κάθοδον ἐς τὴν πατρίδα ἐπιθερα-
πεύων, εἰδώς, εἰ μὴ διαφθερεῖ αὐτήν, ὅτι ἔσται ποτὲ αὐτῷ
πείσαντι κατελθεῖν· πεῖσαι δ’ ἂν ἐνόμιζε μάλιστα ἐκ τοῦ
τοιούτου, εἰ Τισσαφέρνης φαίνοιτο αὐτῷ ἐπιτήδειος ὤν·
ὅπερ καὶ ἐγένετο. [8.47.2] ἐπειδὴ γὰρ ᾔσθοντο αὐτὸν ἰσχύοντα
παρ’ αὐτῷ οἱ ἐν τῇ Σάμῳ Ἀθηναίων στρατιῶται, τὰ μὲν
καὶ Ἀλκιβιάδου προσπέμψαντος λόγους ἐς τοὺς δυνατωτά-
τους αὐτῶν ἄνδρας ὥστε μνησθῆναι περὶ αὐτοῦ ἐς τοὺς
βελτίστους τῶν ἀνθρώπων ὅτι ἐπ’ ὀλιγαρχίᾳ βούλεται καὶ
οὐ πονηρίᾳ οὐδὲ δημοκρατίᾳ τῇ αὐτὸν ἐκβαλούσῃ κατελθὼν
καὶ παρασχὼν Τισσαφέρνην φίλον αὐτοῖς ξυμπολιτεύειν,
τὸ δὲ πλέον καὶ ἀπὸ σφῶν αὐτῶν οἱ ἐν τῇ Σάμῳ τριήραρχοί
τε τῶν Ἀθηναίων καὶ δυνατώτατοι ὥρμηντο ἐς τὸ καταλῦσαι
τὴν δημοκρατίαν. [8.48.1] καὶ ἐκινήθη πρότερον ἐν τῷ στρατοπέδῳ
τοῦτο καὶ ἐς τὴν πόλιν ἐντεῦθεν ὕστερον ἦλθεν. τῷ τε
Ἀλκιβιάδῃ διαβάντες τινὲς ἐκ τῆς Σάμου ἐς λόγους ἦλθον,
καὶ ὑποτείνοντος αὐτοῦ Τισσαφέρνην μὲν πρῶτον, ἔπειτα
δὲ καὶ βασιλέα φίλον ποιήσειν, εἰ μὴ δημοκρατοῖντο (οὕτω
γὰρ ἂν πιστεῦσαι μᾶλλον βασιλέα), πολλὰς ἐλπίδας εἶχον
αὐτοί θ’ ἑαυτοῖς οἱ δυνατώτατοι τῶν πολιτῶν τὰ πράγματα,
οἵπερ καὶ ταλαιπωροῦνται μάλιστα, ἐς ἑαυτοὺς περιποιήσειν
καὶ τῶν πολεμίων ἐπικρατήσειν. [8.48.2] ἔς τε τὴν Σάμον ἐλθόντες
ξυνίστασάν τε τῶν ἀνθρώπων τοὺς ἐπιτηδείους ἐς ξυνω-
μοσίαν καὶ ἐς τοὺς πολλοὺς φανερῶς ἔλεγον ὅτι βασιλεὺς
σφίσι φίλος ἔσοιτο καὶ χρήματα παρέξοι Ἀλκιβιάδου τε
κατελθόντος καὶ μὴ δημοκρατουμένων. [8.48.3] καὶ ὁ μὲν ὄχλος,
εἰ καί τι παραυτίκα ἤχθετο τοῖς πρασσομένοις, διὰ τὸ
εὔπορον τῆς ἐλπίδος τοῦ παρὰ βασιλέως μισθοῦ ἡσύχαζεν·
οἱ δὲ ξυνιστάντες τὴν ὀλιγαρχίαν, ἐπειδὴ τῷ πλήθει ἐκοί-
νωσαν, αὖθις κἀν σφίσιν αὐτοῖς καὶ τοῦ ἑταιρικοῦ τῷ πλέονι
τὰ ἀπὸ τοῦ Ἀλκιβιάδου ἐσκόπουν. [8.48.4] καὶ τοῖς μὲν ἄλλοις
ἐφαίνετο εὔπορα καὶ πιστά, Φρυνίχῳ δὲ στρατηγῷ ἔτι ὄντι
οὐδὲν ἤρεσκεν, ἀλλ’ ὅ τε Ἀλκιβιάδης, ὅπερ καὶ ἦν, οὐδὲν
μᾶλλον ὀλιγαρχίας ἢ δημοκρατίας δεῖσθαι ἐδόκει αὐτῷ οὐδ’
ἄλλο τι σκοπεῖσθαι ἢ ὅτῳ τρόπῳ ἐκ τοῦ παρόντος κόσμου
τὴν πόλιν μεταστήσας ὑπὸ τῶν ἑταίρων παρακληθεὶς κάτεισι,
σφίσι δὲ περιοπτέον εἶναι τοῦτο μάλιστα, ὅπως μὴ στασιά-
σωσιν· [τῷ] βασιλεῖ τε οὐκ εὔπορον εἶναι καὶ Πελοπον-
νησίων ἤδη ὁμοίως ἐν τῇ θαλάσσῃ ὄντων καὶ πόλεις ἐχόντων
ἐν τῇ αὐτοῦ ἀρχῇ οὐ τὰς ἐλαχίστας, Ἀθηναίοις προσθέμενον,
οἷς οὐ πιστεύει, πράγματα ἔχειν, ἐξὸν Πελοποννησίους, ὑφ’
ὧν κακὸν οὐδέν πω πέπονθε, φίλους ποιήσασθαι. [8.48.5] τάς τε
ξυμμαχίδας πόλεις, αἷς ὑπεσχῆσθαι δὴ σφᾶς ὀλιγαρχίαν,
ὅτι δὴ καὶ αὐτοὶ οὐ δημοκρατήσονται, εὖ εἰδέναι ἔφη ὅτι
οὐδὲν μᾶλλον σφίσιν οὔθ’ αἱ ἀφεστηκυῖαι προσχωρήσονται
οὔθ’ αἱ ὑπάρχουσαι βεβαιότεραι ἔσονται· οὐ γὰρ βουλή-
σεσθαι αὐτοὺς μετ’ ὀλιγαρχίας ἢ δημοκρατίας δουλεύειν
μᾶλλον ἢ μεθ’ ὁποτέρου ἂν τύχωσι τούτων ἐλευθέρους εἶναι·
[8.48.6] τούς τε καλοὺς κἀγαθοὺς ὀνομαζομένους οὐκ ἐλάσσω αὐτοὺς
νομίζειν σφίσι πράγματα παρέξειν τοῦ δήμου, ποριστὰς
ὄντας καὶ ἐσηγητὰς τῶν κακῶν τῷ δήμῳ, ἐξ ὧν τὰ πλείω
αὐτοὺς ὠφελεῖσθαι· καὶ τὸ μὲν ἐπ’ ἐκείνοις εἶναι καὶ
ἄκριτοι ἂν καὶ βιαιότερον ἀποθνῄσκειν, τὸν δὲ δῆμον σφῶν
τε καταφυγὴν εἶναι καὶ ἐκείνων σωφρονιστήν. [8.48.7] καὶ ταῦτα
παρ’ αὐτῶν τῶν ἔργων ἐπισταμένας τὰς πόλεις σαφῶς αὐτὸς
εἰδέναι ὅτι οὕτω νομίζουσιν. οὔκουν ἑαυτῷ γε τῶν ἀπ’
Ἀλκιβιάδου καὶ ἐν τῷ παρόντι πρασσομένων ἀρέσκειν
οὐδέν. [8.49.1] οἱ δὲ ξυλλεγέντες τῶν ἐν τῇ ξυνωμοσίᾳ, ὥσπερ καὶ
τὸ πρῶτον αὐτοῖς ἐδόκει, τά τε παρόντα ἐδέχοντο καὶ ἐς
τὰς Ἀθήνας πρέσβεις Πείσανδρον καὶ ἄλλους παρεσκευά-
ζοντο πέμπειν, ὅπως περί τε τῆς τοῦ Ἀλκιβιάδου καθόδου
πράσσοιεν καὶ τῆς τοῦ ἐκεῖ δήμου καταλύσεως καὶ τὸν
Τισσαφέρνην φίλον τοῖς Ἀθηναίοις ποιήσειαν. [8.50.1] γνοὺς δὲ
ὁ Φρύνιχος ὅτι ἔσοιτο περὶ τῆς τοῦ Ἀλκιβιάδου καθόδου
λόγος καὶ ὅτι Ἀθηναῖοι ἐνδέξονται αὐτήν, δείσας πρὸς τὴν
ἐναντίωσιν τῶν ὑφ’ αὑτοῦ λεχθέντων μή, ἢν κατέλθῃ, ὡς
κωλυτὴν ὄντα κακῶς δρᾷ, τρέπεται ἐπὶ τοιόνδε τι. [8.50.2] πέμπει
ὡς τὸν Ἀστύοχον τὸν Λακεδαιμονίων ναύαρχον ἔτι ὄντα
τότε περὶ τὴν Μίλητον κρύφα ἐπιστείλας ὅτι Ἀλκιβιάδης
αὐτῶν τὰ πράγματα φθείρει Τισσαφέρνην Ἀθηναίοις φίλον
ποιῶν, καὶ τἆλλα πάντα σαφῶς ἐγγράψας· ξυγγνώμην δὲ
εἶναι ἑαυτῷ περὶ ἀνδρὸς πολεμίου καὶ μετὰ τοῦ τῆς πόλεως
ἀξυμφόρου κακόν τι βουλεύειν. [8.50.3] ὁ δὲ Ἀστύοχος τὸν μὲν
Ἀλκιβιάδην ἄλλως τε καὶ οὐκέτι ὁμοίως ἐς χεῖρας ἰόντα
οὐδὲ διενοεῖτο τιμωρεῖσθαι, ἀνελθὼν δὲ παρ’ αὐτὸν ἐς Μα-
γνησίαν καὶ παρὰ Τισσαφέρνην ἅμα λέγει τε αὐτοῖς τὰ
ἐπισταλέντα ἐκ τῆς Σάμου καὶ γίγνεται αὐτὸς μηνυτής,
προσέθηκέ τε, ὡς ἐλέγετο, ἐπὶ ἰδίοις κέρδεσι Τισσαφέρνει
ἑαυτὸν καὶ περὶ τούτων καὶ περὶ τῶν ἄλλων κοινοῦσθαι·
διόπερ καὶ [περὶ] τῆς μισθοφορᾶς οὐκ ἐντελοῦς οὔσης μαλα-
κωτέρως ἀνθήπτετο. [8.50.4] ὁ δὲ Ἀλκιβιάδης εὐθὺς πέμπει κατὰ
Φρυνίχου γράμματα ἐς τὴν Σάμον πρὸς τοὺς ἐν τέλει ὄντας
οἷα δέδρακε, καὶ ἀξιῶν αὐτὸν ἀποθνῄσκειν. [8.50.5] θορυβούμενος
δὲ ὁ Φρύνιχος καὶ πάνυ ἐν τῷ μεγίστῳ κινδύνῳ ὢν διὰ τὸ
μήνυμα ἀποστέλλει αὖθις πρὸς τὸν Ἀστύοχον, τά τε πρό-
τερα μεμφόμενος ὅτι οὐ καλῶς ἐκρύφθη καὶ νῦν ὅτι ὅλον
τὸ στράτευμα τὸ τῶν Ἀθηναίων ἑτοῖμος εἴη τὸ ἐν τῇ Σάμῳ
παρασχεῖν αὐτοῖς διαφθεῖραι, γράψας καθ’ ἕκαστα, ἀτειχίστου
οὔσης Σάμου, ᾧ ἂν τρόπῳ αὐτὰ πράξειε, καὶ ὅτι ἀνεπίφθονόν
οἱ ἤδη εἴη περὶ τῆς ψυχῆς δι’ ἐκείνους κινδυνεύοντι καὶ
τοῦτο καὶ ἄλλο πᾶν δρᾶσαι μᾶλλον ἢ ὑπὸ τῶν ἐχθίστων
αὐτὸν διαφθαρῆναι. ὁ δὲ Ἀστύοχος μηνύει καὶ ταῦτα τῷ
Ἀλκιβιάδῃ. [8.51.1] καὶ ὡς προῄσθετο αὐτὸν ὁ Φρύνιχος ἀδι-
κοῦντα καὶ ὅσον οὐ παροῦσαν ἀπὸ τοῦ Ἀλκιβιάδου περὶ
τούτων ἐπιστολήν, αὐτὸς προφθάσας τῷ στρατεύματι ἐξάγ-
γελος γίγνεται ὡς οἱ πολέμιοι μέλλουσιν ἀτειχίστου οὔσης
τῆς Σάμου καὶ ἅμα τῶν νεῶν οὐ πασῶν ἔνδον ὁρμουσῶν
ἐπιθήσεσθαι τῷ στρατοπέδῳ, καὶ ταῦτα σαφῶς πεπυσμένος
εἴη, καὶ χρῆναι τειχίζειν τε Σάμον ὡς τάχιστα καὶ τἆλλα
ἐν φυλακῇ ἔχειν· ἐστρατήγει δὲ καὶ κύριος ἦν αὐτὸς πράσ-
σων ταῦτα. [8.51.2] καὶ οἱ μὲν τὸν τειχισμόν τε παρεσκευάζοντο
καὶ ἐκ τοῦ τοιούτου, καὶ ὣς μέλλουσα, Σάμος θᾶσσον
ἐτειχίσθη· αἱ δὲ παρὰ τοῦ Ἀλκιβιάδου ἐπιστολαὶ οὐ πολὺ
ὕστερον ἧκον ὅτι προδίδοταί τε τὸ στράτευμα ὑπὸ Φρυνίχου
καὶ οἱ πολέμιοι μέλλουσιν ἐπιθήσεσθαι. [8.51.3] δόξας δὲ ὁ Ἀλκι-
βιάδης οὐ πιστὸς εἶναι, ἀλλὰ τὰ ἀπὸ τῶν πολεμίων προειδὼς
τῷ Φρυνίχῳ ὡς ξυνειδότι κατ’ ἔχθραν ἀνατιθέναι, οὐδὲν
ἔβλαψεν αὐτόν, ἀλλὰ καὶ ξυνεμαρτύρησε μᾶλλον ταὐτὰ
ἐσαγγείλας.