[7.83.1] Οἱ δὲ Συρακόσιοι τῇ ὑστεραίᾳ καταλαβόντες αὐτὸν
ἔλεγον ὅτι οἱ μετὰ Δημοσθένους παραδεδώκοιεν σφᾶς
αὐτούς, κελεύοντες κἀκεῖνον τὸ αὐτὸ δρᾶν· ὁ δ’ ἀπιστῶν
σπένδεται ἱππέα πέμψαι σκεψόμενον. [7.83.2] ὡς δ’ οἰχόμενος
ἀπήγγειλε πάλιν παραδεδωκότας, ἐπικηρυκεύεται Γυλίππῳ
καὶ Συρακοσίοις εἶναι ἑτοῖμος ὑπὲρ Ἀθηναίων ξυμβῆναι,
ὅσα ἀνήλωσαν χρήματα Συρακόσιοι ἐς τὸν πόλεμον, ταῦτα
ἀποδοῦναι, ὥστε τὴν μετ’ αὐτοῦ στρατιὰν ἀφεῖναι αὐτούς·
μέχρι οὗ δ’ ἂν τὰ χρήματα ἀποδοθῇ, ἄνδρας δώσειν Ἀθη-
ναίων ὁμήρους, ἕνα κατὰ τάλαντον. [7.83.3] οἱ δὲ Συρακόσιοι καὶ
Γύλιππος οὐ προσεδέχοντο τοὺς λόγους, ἀλλὰ προσπεσόντες
καὶ περιστάντες πανταχόθεν ἔβαλλον καὶ τούτους μέχρι
ὀψέ. [7.83.4] εἶχον δὲ καὶ οὗτοι πονήρως σίτου τε καὶ τῶν ἐπιτη-
δείων ἀπορίᾳ. ὅμως δὲ τῆς νυκτὸς φυλάξαντες τὸ ἡσυχάζον
ἔμελλον πορεύσεσθαι. καὶ ἀναλαμβάνουσί τε τὰ ὅπλα καὶ
οἱ Συρακόσιοι αἰσθάνονται καὶ ἐπαιάνισαν. [7.83.5] γνόντες δὲ
οἱ Ἀθηναῖοι ὅτι οὐ λανθάνουσι, κατέθεντο πάλιν πλὴν
τριακοσίων μάλιστα ἀνδρῶν· οὗτοι δὲ διὰ τῶν φυλάκων
βιασάμενοι ἐχώρουν τῆς νυκτὸς ᾗ ἐδύναντο.
[7.84.1] Νικίας δ’ ἐπειδὴ ἡμέρα ἐγένετο ἦγε τὴν στρατιάν· οἱ δὲ
Συρακόσιοι καὶ οἱ ξύμμαχοι προσέκειντο τὸν αὐτὸν τρόπον
πανταχόθεν βάλλοντές τε καὶ κατακοντίζοντες. [7.84.2] καὶ οἱ
Ἀθηναῖοι ἠπείγοντο πρὸς τὸν Ἀσσίναρον ποταμόν, ἅμα
μὲν βιαζόμενοι ὑπὸ τῆς πανταχόθεν προσβολῆς ἱππέων τε
πολλῶν καὶ τοῦ ἄλλου ὄχλου, οἰόμενοι ῥᾷόν τι σφίσιν
ἔσεσθαι, ἢν διαβῶσι τὸν ποταμόν, ἅμα δ’ ὑπὸ τῆς ταλαι-
πωρίας καὶ τοῦ πιεῖν ἐπιθυμίᾳ. [7.84.3] ὡς δὲ γίγνονται ἐπ’ αὐτῷ,
ἐσπίπτουσιν οὐδενὶ κόσμῳ ἔτι, ἀλλὰ πᾶς τέ τις διαβῆναι
αὐτὸς πρῶτος βουλόμενος καὶ οἱ πολέμιοι ἐπικείμενοι χαλε-
πὴν ἤδη τὴν διάβασιν ἐποίουν· ἁθρόοι γὰρ ἀναγκαζόμενοι
χωρεῖν ἐπέπιπτόν τε ἀλλήλοις καὶ κατεπάτουν, περί τε τοῖς
δορατίοις καὶ σκεύεσιν οἱ μὲν εὐθὺς διεφθείροντο, οἱ δὲ
ἐμπαλασσόμενοι κατέρρεον. [7.84.4] ἐς τὰ ἐπὶ θἄτερά τε τοῦ ποτα-
μοῦ παραστάντες οἱ Συρακόσιοι (ἦν δὲ κρημνῶδες) ἔβαλλον
ἄνωθεν τοὺς Ἀθηναίους, πίνοντάς τε τοὺς πολλοὺς ἀσμέ-
νους καὶ ἐν κοίλῳ ὄντι τῷ ποταμῷ ἐν σφίσιν αὐτοῖς ταρασ-
σομένους. [7.84.5] οἵ τε Πελοποννήσιοι ἐπικαταβάντες τοὺς ἐν τῷ
ποταμῷ μάλιστα ἔσφαζον. καὶ τὸ ὕδωρ εὐθὺς διέφθαρτο,
ἀλλ’ οὐδὲν ἧσσον ἐπίνετό τε ὁμοῦ τῷ πηλῷ ᾑματωμένον καὶ
περιμάχητον ἦν τοῖς πολλοῖς. [7.85.1] τέλος δὲ νεκρῶν τε πολλῶν
ἐπ’ ἀλλήλοις ἤδη κειμένων ἐν τῷ ποταμῷ καὶ διεφθαρμένου
τοῦ στρατεύματος τοῦ μὲν κατὰ τὸν ποταμόν, τοῦ δὲ καί, εἴ
τι διαφύγοι, ὑπὸ τῶν ἱππέων, Νικίας Γυλίππῳ ἑαυτὸν παρα-
δίδωσι, πιστεύσας μᾶλλον αὐτῷ ἢ τοῖς Συρακοσίοις· καὶ
ἑαυτῷ μὲν χρήσασθαι ἐκέλευεν ἐκεῖνόν τε καὶ Λακεδαι-
μονίους ὅτι βούλονται, τοὺς δὲ ἄλλους στρατιώτας παύ-
σασθαι φονεύοντας. [7.85.2] καὶ ὁ Γύλιππος μετὰ τοῦτο ζωγρεῖν
ἤδη ἐκέλευεν· καὶ τούς τε λοιποὺς ὅσους μὴ ἀπεκρύψαντο
(πολλοὶ δὲ οὗτοι ἐγένοντο) ξυνεκόμισαν ζῶντας, καὶ ἐπὶ
τοὺς τριακοσίους, οἳ τὴν φυλακὴν διεξῆλθον τῆς νυκτός,
πέμψαντες τοὺς διωξομένους ξυνέλαβον. [7.85.3] τὸ μὲν οὖν
ἁθροισθὲν τοῦ στρατεύματος ἐς τὸ κοινὸν οὐ πολὺ ἐγένετο,
τὸ δὲ διακλαπὲν πολύ, καὶ διεπλήσθη πᾶσα Σικελία αὐτῶν,
ἅτε οὐκ ἀπὸ ξυμβάσεως ὥσπερ τῶν μετὰ Δημοσθένους
ληφθέντων. [7.85.4] μέρος δέ τι οὐκ ὀλίγον καὶ ἀπέθανεν· πλεῖ-
στος γὰρ δὴ φόνος οὗτος καὶ οὐδενὸς ἐλάσσων τῶν ἐν τῷ
[Σικελικῷ] πολέμῳ τούτῳ ἐγένετο. καὶ ἐν ταῖς ἄλλαις
προσβολαῖς ταῖς κατὰ τὴν πορείαν συχναῖς γενομέναις οὐκ
ὀλίγοι ἐτεθνήκεσαν. πολλοὶ δὲ ὅμως καὶ διέφυγον, οἱ μὲν
καὶ παραυτίκα, οἱ δὲ καὶ δουλεύσαντες καὶ διαδιδράσκοντες
ὕστερον· τούτοις δ’ ἦν ἀναχώρησις ἐς Κατάνην.
|