[63.1] Τὰ δὲ δικαστήρια κληροῦσιν οἱ θ’ ἄρχοντες
κατὰ φυλάς, ὁ δὲ γραμματεὺς τῶν θεσμοθετῶν τῆς δεκά-
της φυλῆς. [63.2] εἴσοδοι δέ εἰσιν εἰς τὰ δικαστήρια δέκα, μία
τῇ φυλῇ ἑκάστῃ, καὶ κληρωτήρια εἴκοσι, δύο τῇ φυλῇ
ἑκάστῃ, καὶ κιβώτια ἑκατόν, δέκα τῇ φυλῇ ἑκάστῃ, καὶ
ἕτερα κιβώτι[α, εἰς ἃ ἐ]μβάλλεται τῶν λαχόντων δικαστῶν
τὰ πινάκια, καὶ ὑδρίαι δύο. καὶ βακτηρίαι παρατίθενται
κατὰ τὴν ε[ἴσοδον] ἑκάστην ὅσοιπερ οἱ δικασταί, καὶ βά-
λανοι εἰς τὴν ὑδρίαν ἐμβάλλονται ἴσαι ταῖς βακτηρίαις,
ἐγγέγραπται δὲ ἐν ταῖς βαλάνοις τῶν στοιχείων ἀπὸ τοῦ
ἑνδεκάτου, τοῦ λ’ [[τριακοστοῦ]], ὅσαπερ ἂν μέλλῃ τὰ δικα-
στήρια πληρωθήσεσθαι. [63.3] δικάζειν δ’ ἔξεστιν τοῖς ὑπὲρ λ’
ἔτη γεγονόσιν, ὅσοι αὐτῶν μὴ ὀφείλουσιν τῷ δημοσίῳ ἢ
ἄτιμοί εἰσιν. ἐὰν δέ τις δικάζῃ οἷς μὴ ἔξεστιν, ἐνδείκνυ-
ται καὶ εἰς τὸ δικαστήριον εἰσάγεται· ἐὰν δ’ ἁλῷ προστι-
μῶσιν αὐτῷ οἱ δικασταὶ ὅ τι ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἢ
ἀποτῖσαι. ἐὰν δὲ ἀργυρίου τιμηθῇ, δεῖ αὐτὸν δεδέσθαι,
ἕως ἂν ἐκτείσῃ τό τε πρότερον ὄφλημα ἐφ’ ᾧ ἐνεδείχθη
καὶ ὅ τι ἂν αὐτῷ προστιμήσῃ τὸ δικαστήριον. [63.4] ἔχει δ’
ἕκαστος δικαστὴς τὸ πινάκιον πύξινον, ἐπιγεγραμμένον τὸ
ὄνομα τὸ ἑαυτοῦ πατρόθεν καὶ τοῦ δήμου καὶ γράμμα
ἓν τῶν στοιχείων μέχρι τοῦ κ· νενέμηνται γὰρ κατὰ φυ-
λὰς δέκα μέρη οἱ δικασταί, παραπλησίως ἴσοι ἐν ἑκάστῳ
τῷ γράμματι. [63.5] ἐπειδὰν δὲ ὁ θεσμοθέτης ἐπικληρώσῃ τὰ γράμματα
ἃ δεῖ προσπαρατίθεσθαι τοῖς δικαστηρίοις, ἐπέθηκε φέ-
ρων ὁ ὑπηρέτης ἐφ’ ἕκαστον τὸ δικαστήριον τὸ γράμμα
τὸ λαχόν.
|