Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 7.21.1–7.24.3

Κατάληψη του Πλημμυρίου από τους Συρακουσίους
Οι Αθηναίοι δεν αποδέχτηκαν το αίτημα του Νικία (βλ. σχετικά ΘΟΥΚ 7.10.1–7.15.2) για αντικατάστασή του, ενώ ενέκριναν την αποστολή ενισχύσεων στη Σικελία: ο στρατηγός Ευρυμέδοντας ξεκίνησε αμέσως με δέκα πλοία και χρήματα για τη Σικελία, ενώ ο νικητής της Σφακτηρίας, ο στρατηγός Δημοσθένης, έμεινε πίσω καθ' όλη τη διάρκεια του χειμώνα, για να προετοιμάσει μια αξιόμαχη δύναμη από Αθηναίους και συμμάχους. Την άνοιξη του 413 π.Χ οι Λακεδαιμόνιοι, παρακινημένοι από τον Αλκιβιάδη και τους συμμάχους τους, εισέβαλαν στην Αττική και οχύρωσαν τη Δεκέλεια.

    [7.21.1] Ἐν δὲ τῇ Σικελίᾳ ὑπὸ τοὺς αὐτοὺς χρόνους τούτου τοῦ
ἦρος καὶ ὁ Γύλιππος ἧκεν ἐς τὰς Συρακούσας, ἄγων ἀπὸ
τῶν πόλεων ὧν ἔπεισε στρατιὰν ὅσην ἑκασταχόθεν πλείστην
ἐδύνατο. [7.21.2] καὶ ξυγκαλέσας τοὺς Συρακοσίους ἔφη χρῆναι
πληροῦν ναῦς ὡς δύνανται πλείστας καὶ ναυμαχίας ἀπό-
πειραν λαμβάνειν· ἐλπίζειν γὰρ ἀπ’ αὐτοῦ τι ἔργον ἄξιον
τοῦ κινδύνου ἐς τὸν πόλεμον κατεργάσεσθαι. [7.21.3] ξυνανέπειθε
δὲ καὶ ὁ Ἑρμοκράτης οὐχ ἥκιστα, τοῦ ταῖς ναυσὶ μὴ
ἀθυμεῖν ἐπιχειρῆσαι πρὸς τοὺς Ἀθηναίους, λέγων οὐδ’ ἐκεί-
νους πάτριον τὴν ἐμπειρίαν οὐδ’ ἀίδιον τῆς θαλάσσης ἔχειν,
ἀλλ’ ἠπειρώτας μᾶλλον τῶν Συρακοσίων ὄντας καὶ ἀναγ-
κασθέντας ὑπὸ Μήδων ναυτικοὺς γενέσθαι. καὶ πρὸς ἄνδρας
τολμηρούς, οἵους καὶ Ἀθηναίους, τοὺς ἀντιτολμῶντας χα-
λεπωτάτους ἂν [αὐτοῖς] φαίνεσθαι· ᾧ γὰρ ἐκεῖνοι τοὺς πέλας,
οὐ δυνάμει ἔστιν ὅτε προὔχοντες, τῷ δὲ θράσει ἐπιχειροῦντες
καταφοβοῦσι, καὶ σφᾶς ἂν τὸ αὐτὸ ὁμοίως τοῖς ἐναντίοις
ὑποσχεῖν. [7.21.4] καὶ Συρακοσίους εὖ εἰδέναι ἔφη τῷ τολμῆσαι
ἀπροσδοκήτως πρὸς τὸ Ἀθηναίων ναυτικὸν ἀντιστῆναι πλέον
τι διὰ τὸ τοιοῦτον ἐκπλαγέντων αὐτῶν περιγενησομένους ἢ
Ἀθηναίους τῇ ἐπιστήμῃ τὴν Συρακοσίων ἀπειρίαν βλά-
ψοντας. ἰέναι οὖν ἐκέλευεν ἐς τὴν πεῖραν τοῦ ναυτικοῦ καὶ
μὴ ἀποκνεῖν.

    [7.21.5] Καὶ οἱ μὲν Συρακόσιοι, τοῦ τε Γυλίππου καὶ Ἑρμοκράτους
καὶ εἴ του ἄλλου πειθόντων, ὥρμηντό τε ἐς τὴν ναυμαχίαν
καὶ τὰς ναῦς ἐπλήρουν· [7.22.1] ὁ δὲ Γύλιππος ἐπειδὴ παρεσκευάσατο
τὸ ναυτικόν, ἀγαγὼν ὑπὸ νύκτα πᾶσαν τὴν στρατιὰν τὴν
πεζὴν αὐτὸς μὲν τοῖς ἐν τῷ Πλημμυρίῳ τείχεσι κατὰ γῆν
ἔμελλε προσβαλεῖν, αἱ δὲ τριήρεις τῶν Συρακοσίων ἅμα καὶ
ἀπὸ ξυνθήματος πέντε μὲν καὶ τριάκοντα ἐκ τοῦ μεγάλου
λιμένος ἐπέπλεον, αἱ δὲ πέντε καὶ τεσσαράκοντα ἐκ τοῦ
ἐλάσσονος, οὗ ἦν καὶ τὸ νεώριον αὐτοῖς, [καὶ] περιέπλεον
βουλόμενοι πρὸς τὰς ἐντὸς προσμεῖξαι καὶ ἅμα ἐπιπλεῖν τῷ
Πλημμυρίῳ, ὅπως οἱ Ἀθηναῖοι ἀμφοτέρωθεν θορυβῶνται.
[7.22.2] οἱ δ’ Ἀθηναῖοι διὰ τάχους ἀντιπληρώσαντες ἑξήκοντα ναῦς
ταῖς μὲν πέντε καὶ εἴκοσι πρὸς τὰς πέντε καὶ τριάκοντα τῶν
Συρακοσίων τὰς ἐν τῷ μεγάλῳ λιμένι ἐναυμάχουν, ταῖς δ’
ἐπιλοίποις ἀπήντων ἐπὶ τὰς ἐκ τοῦ νεωρίου περιπλεούσας.
καὶ εὐθὺς πρὸ τοῦ στόματος τοῦ μεγάλου λιμένος ἐναυμάχουν,
καὶ ἀντεῖχον ἀλλήλοις ἐπὶ πολύ, οἱ μὲν βιάσασθαι βουλό-
μενοι τὸν ἔσπλουν, οἱ δὲ κωλύειν. [7.23.1] ἐν τούτῳ δ’ ὁ Γύλιππος
τῶν ἐν τῷ Πλημμυρίῳ Ἀθηναίων πρὸς τὴν θάλασσαν ἐπι-
καταβάντων καὶ τῇ ναυμαχίᾳ τὴν γνώμην προσεχόντων
φθάνει προσπεσὼν ἅμα τῇ ἕῳ αἰφνιδίως τοῖς τείχεσι, καὶ
αἱρεῖ τὸ μέγιστον πρῶτον, ἔπειτα δὲ καὶ τὰ ἐλάσσω δύο,
οὐχ ὑπομεινάντων τῶν φυλάκων, ὡς εἶδον τὸ μέγιστον
ῥᾳδίως ληφθέν. [7.23.2] καὶ ἐκ μὲν τοῦ πρώτου ἁλόντος χαλεπῶς οἱ
ἄνθρωποι, ὅσοι καὶ ἐς τὰ πλοῖα καὶ ὁλκάδα τινὰ κατέφυγον,
ἐς τὸ στρατόπεδον ἐξεκομίζοντο· τῶν γὰρ Συρακοσίων ταῖς
ἐν τῷ μεγάλῳ λιμένι ναυσὶ κρατούντων τῇ ναυμαχίᾳ ὑπὸ
τριήρους μιᾶς καὶ εὖ πλεούσης ἐπεδιώκοντο· ἐπειδὴ δὲ
τὰ δύο τειχίσματα ἡλίσκετο, ἐν τούτῳ καὶ οἱ Συρακόσιοι
ἐτύγχανον ἤδη νικώμενοι καὶ οἱ ἐξ αὐτῶν φεύγοντες ῥᾷον
παρέπλευσαν. [7.23.3] αἱ γὰρ τῶν Συρακοσίων αἱ πρὸ τοῦ στόματος
νῆες ναυμαχοῦσαι βιασάμεναι τὰς τῶν Ἀθηναίων ναῦς οὐδενὶ
κόσμῳ ἐσέπλεον, καὶ ταραχθεῖσαι περὶ ἀλλήλας παρέδοσαν
τὴν νίκην τοῖς Ἀθηναίοις· ταύτας τε γὰρ ἔτρεψαν καὶ ὑφ’
ὧν τὸ πρῶτον ἐνικῶντο ἐν τῷ λιμένι. [7.23.4] καὶ ἕνδεκα μὲν ναῦς
τῶν Συρακοσίων κατέδυσαν, καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων
ἀπέκτειναν, πλὴν ὅσον ἐκ τριῶν νεῶν οὓς ἐζώγρησαν· τῶν
δὲ σφετέρων τρεῖς νῆες διεφθάρησαν. τὰ δὲ ναυάγια
ἀνελκύσαντες τῶν Συρακοσίων καὶ τροπαῖον ἐν τῷ νησιδίῳ
στήσαντες τῷ πρὸ τοῦ Πλημμυρίου, ἀνεχώρησαν ἐς τὸ ἑαυτῶν
στρατόπεδον.

    [7.24.1] Οἱ δὲ Συρακόσιοι κατὰ μὲν τὴν ναυμαχίαν οὕτως ἐπεπρά-
γεσαν, τὰ δ’ ἐν τῷ Πλημμυρίῳ τείχη εἶχον, καὶ τροπαῖα
ἔστησαν αὐτῶν τρία. καὶ τὸ μὲν ἕτερον τοῖν δυοῖν τειχοῖν
τοῖν ὕστερον ληφθέντοιν κατέβαλον, τὰ δὲ δύο ἐπισκευά-
σαντες ἐφρούρουν. [7.24.2] ἄνθρωποι δ’ ἐν τῶν τειχῶν τῇ ἁλώσει
ἀπέθανον καὶ ἐζωγρήθησαν πολλοί, καὶ χρήματα πολλὰ τὰ
ξύμπαντα ἑάλω· ὥσπερ γὰρ ταμιείῳ χρωμένων τῶν Ἀθη-
ναίων τοῖς τείχεσι πολλὰ μὲν ἐμπόρων χρήματα καὶ σῖτος
ἐνῆν, πολλὰ δὲ καὶ τῶν τριηράρχων, ἐπεὶ καὶ ἱστία τεσσαρά-
κοντα τριήρων καὶ τἆλλα σκεύη ἐγκατελήφθη καὶ τριήρεις
ἀνειλκυσμέναι τρεῖς. [7.24.3] μέγιστόν τε καὶ ἐν τοῖς πρῶτον
ἐκάκωσε τὸ στράτευμα τὸ τῶν Ἀθηναίων ἡ τοῦ Πλημμυρίου
λῆψις· οὐ γὰρ ἔτι οὐδ’ οἱ ἔσπλοι ἀσφαλεῖς ἦσαν τῆς ἐπαγωγῆς
τῶν ἐπιτηδείων (οἱ γὰρ Συρακόσιοι ναυσὶν αὐτόθι ἐφορμοῦντες
ἐκώλυον, καὶ διὰ μάχης ἤδη ἐγίγνοντο αἱ ἐσκομιδαί), ἔς τε
τἆλλα κατάπληξιν παρέσχε καὶ ἀθυμίαν τῷ στρατεύματι.