Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΑΘΗΝΑΙΩΝ ΠΟΛΙΤΕΙΑ

ΑΡΙΣΤ ΑθΠολ 55.1–55.5

Τρόπος ανάδειξης και δοκιμασία των Εννέα αρχόντων
Στο δεύτερο μέρος της πραγματείας του ο Αριστοτέλης περιγράφει τους διοικητικούς θεσμούς και τον τρόπο λειτουργίας του σύγχρονού του αθηναϊκού πολιτεύματος. Μετά το σύντομο προοίμιον , ο φιλόσοφος πραγματεύεται τα καθήκοντα και τις αρμοδιότητες των κληρωτών και αιρετών αξιωματούχων και των υπαλλήλων της διοίκησης. Φτάνει έτσι στους Εννέα άρχοντες.

    [55.1] Αὗται μὲν οὖν αἱ ἀρχαὶ κληρωταί τε καὶ κύριαι τῶν
εἰρημένων [πάντ]ων εἰσίν. οἱ δὲ καλούμενοι ἐννέα ἄρ-
χοντες τὸ μὲν ἐξ ἀρχῆς ὃν τρόπον καθίσταντο [εἴρ]ηται·
[νῦν] δὲ κληροῦσιν θεσμοθέτας μὲν ἓξ καὶ γραμματέα
τούτοις, ἔτι δ’ ἄρχοντα καὶ βασιλέα καὶ πολέμαρχον
κατὰ μέρος ἐξ ἑκάστης φυλῆς. [55.2] δοκιμάζονται δ’ οὗτοι πρῶτον
μὲν ἐν τῇ βουλῇ τοῖς φ’ πλὴν τοῦ γραμματέως, οὗτος δ’
ἐν δικαστηρίῳ μόνον ὥσπερ οἱ ἄλλοι ἄρχοντες (πάντες
γὰρ καὶ οἱ κληρωτοὶ καὶ οἱ χειροτονητοὶ δοκιμασθέντες
ἄρχουσιν), οἱ δ’ ἐννέα ἄρχοντες ἔν τε τῇ βουλῇ καὶ πάλιν
ἐν δικαστηρίῳ. καὶ πρότερον μὲν οὐκ ἦρχεν ὅντιν’ ἀπο-
δοκιμάσειεν ἡ βουλή, νῦν δ’ ἔφεσίς ἐστιν εἰς τὸ δικαστή-
ριον, καὶ τοῦτο κύριόν ἐστι τῆς δοκιμασίας. [55.3] ἐπερωτῶ-
σιν δ’, ὅταν δοκιμάζωσιν, πρῶτον μὲν «τίς σοι πατὴρ καὶ
πόθεν τῶν δήμων, καὶ τίς πατρὸς πατήρ, καὶ τίς μήτηρ,
καὶ τίς μητρὸς πατὴρ καὶ πόθεν τῶν δήμων;» μετὰ δὲ
ταῦτα, εἰ ἔστιν αὐτῷ Ἀπόλλων πατρῷος καὶ Ζεὺς ἑρκεῖος,
καὶ ποῦ ταῦτα τὰ ἱερά ἐστιν, εἶτα ἠρία εἰ ἔστιν καὶ ποῦ
ταῦτα, ἔπειτα γονέας εἰ εὖ ποιεῖ, καὶ τὰ τέλη <εἰ> τελεῖ,
καὶ τὰς στρατείας εἰ ἐστράτευται. ταῦτα δ’ ἀνερωτήσας,
«κάλει», φησίν, «τούτων τοὺς μάρτυρας». [55.4] ἐπειδὰν δὲ παρά-
σχηται τοὺς μάρτυρας, ἐπερωτᾷ «τούτου βούλεταί τις κατ-
ηγορεῖν;» κἂν μὲν ᾖ τις κατήγορος, δοὺς κατηγορίαν καὶ
ἀπολογίαν οὕτω δίδωσιν ἐν μὲν τῇ βουλῇ τὴν ἐπιχειροτο-
νίαν, ἐν δὲ τῷ δικαστηρίῳ τὴν ψῆφον· ἐὰν δὲ μηδεὶς βού-
ληται κατηγορεῖν, εὐθὺς δίδωσι τὴν ψῆφον. καὶ πρότερον
μὲν εἷς ἐνέβαλλε τὴν ψῆφον, νῦν δ’ ἀνάγκη πάντας ἔστὶ
διαψηφίζεσθαι περὶ αὐτῶν, ἵνα, ἄν τις πονηρὸς ὢν ἀπαλλάξῃ
τοὺς κατηγόρους, ἐπὶ τοῖς δικασταῖς γένηται τοῦτον ἀπο-
δοκιμάσαι. [55.5] δοκιμασθέν<τες> δὲ τοῦτον τὸν τρόπον βαδί-
ζουσι πρὸς τὸν λίθον ἐφ’ οὗ τὰ τόμι’ ἐστίν, ἐφ’ οὗ καὶ οἱ
διαιτηταὶ ὀμόσαντες ἀποφαίνονται τὰς διαίτας καὶ οἱ
μάρτυρες ἐξόμνυνται τὰς μαρτυρίας· ἀναβάντες δ’ ἐπὶ
τοῦτον ὀμνύουσιν δικαίως ἄρξειν καὶ κατὰ τοὺς νόμους,
καὶ δῶρα μὴ λήψεσθαι τῆς ἀρχῆς ἕνεκα, κἄν τι λάβωσι
ἀνδριάντα ἀναθήσειν χρυσοῦν. ἐντεῦθεν δ’ ὀμόσαντες εἰς
ἀκρόπολιν βαδίζουσιν καὶ πάλιν ἐκεῖ ταὐτὰ ὀμνύουσι, καὶ
μετὰ ταῦτ’ εἰς τὴν ἀρχὴν εἰσέρχονται.