Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 5.112.1–5.114.2

Η απόφαση των Μηλίων και η αντίδραση των Αθηναίων
Η επίκληση του δικαίου του ισχυρού αποτέλεσε τον κύριο άξονα της επιχειρηματολογίας των αθηναίων απεσταλμένων στη Μήλο (βλ. και ΘΟΥΚ 5.84.1–5.86.1). Ο κυνισμός και οι απειλές τους, όμως, δεν κατόρθωσαν να κάμψουν την αποφασιστικότητα των Μηλίων για ουδετερότητα.

    [5.112.1] Καὶ οἱ μὲν Ἀθηναῖοι μετεχώρησαν ἐκ τῶν λόγων· οἱ δὲ
Μήλιοι κατὰ σφᾶς αὐτοὺς γενόμενοι, ὡς ἔδοξεν αὐτοῖς
παραπλήσια καὶ ἀντέλεγον, ἀπεκρίναντο τάδε. [5.112.2] «οὔτε ἄλλα
δοκεῖ ἡμῖν ἢ ἅπερ καὶ τὸ πρῶτον, ὦ Ἀθηναῖοι, οὔτ’ ἐν
ὀλίγῳ χρόνῳ πόλεως ἑπτακόσια ἔτη ἤδη οἰκουμένης τὴν
ἐλευθερίαν ἀφαιρησόμεθα, ἀλλὰ τῇ τε μέχρι τοῦδε σῳζούσῃ
τύχῃ ἐκ τοῦ θείου αὐτὴν καὶ τῇ ἀπὸ τῶν ἀνθρώπων καὶ
Λακεδαιμονίων τιμωρίᾳ πιστεύοντες πειρασόμεθα σῴζεσθαι.
[5.112.3] προκαλούμεθα δὲ ὑμᾶς φίλοι μὲν εἶναι, πολέμιοι δὲ μηδε-
τέροις, καὶ ἐκ τῆς γῆς ἡμῶν ἀναχωρῆσαι σπονδὰς ποιησα-
μένους αἵτινες δοκοῦσιν ἐπιτήδειοι εἶναι ἀμφοτέροις.»

    [5.113.1] Οἱ μὲν δὴ Μήλιοι τοσαῦτα ἀπεκρίναντο· οἱ δὲ Ἀθηναῖοι
διαλυόμενοι ἤδη ἐκ τῶν λόγων ἔφασαν «ἀλλ’ οὖν μόνοι γε
ἀπὸ τούτων τῶν βουλευμάτων, ὡς ἡμῖν δοκεῖτε, τὰ μὲν
μέλλοντα τῶν ὁρωμένων σαφέστερα κρίνετε, τὰ δὲ ἀφανῆ
τῷ βούλεσθαι ὡς γιγνόμενα ἤδη θεᾶσθε, καὶ Λακεδαιμονίοις
καὶ τύχῃ καὶ ἐλπίσι πλεῖστον δὴ παραβεβλημένοι καὶ
πιστεύσαντες πλεῖστον καὶ σφαλήσεσθε.»

    [5.114.1] Καὶ οἱ μὲν Ἀθηναίων πρέσβεις ἀνεχώρησαν ἐς τὸ στρά-
τευμα· οἱ δὲ στρατηγοὶ αὐτῶν, ὡς οὐδὲν ὑπήκουον οἱ Μήλιοι,
πρὸς πόλεμον εὐθὺς ἐτρέποντο καὶ διελόμενοι κατὰ πόλεις περι-
ετείχισαν κύκλῳ τοὺς Μηλίους. [5.114.2] καὶ ὕστερον φυλακὴν σφῶν
τε αὐτῶν καὶ τῶν ξυμμάχων καταλιπόντες οἱ Ἀθηναῖοι καὶ
κατὰ γῆν καὶ κατὰ θάλασσαν ἀνεχώρησαν τῷ πλέονι τοῦ στρα-
τοῦ. οἱ δὲ λειπόμενοι παραμένοντες ἐπολιόρκουν τὸ χωρίον.